en
Old Testament
1 Furthermore King David said to all the assembly: “My son Solomon, whom alone God has chosen, is young and inexperienced; and the work is great, because the temple is not for man but for the LORD God.
1 ΚΑΙ εἶπε Δαυὶδ ὁ βασιλεὺς πάσῃ τῇ ἐκκλησίᾳ· Σαλωμὼν ὁ υἱός μου, εἰς ὃν ᾑρέτικεν ἐν αὐτῷ Κύριος, νέος καὶ ἁπαλός, καὶ τὸ ἔργον μέγα, ὅτι οὐκ ἀνθρώπῳ, ἀλλ᾿ ἢ Κυρίῳ Θεῷ.
2 Now for the house of my God I have prepared with all my might: gold for things to be made of gold, silver for things of silver, bronze for things of bronze, iron for things of iron, wood for things of wood, onyx stones, stones to be set, glistening stones of various colors, all kinds of precious stones, and marble slabs in abundance.
2 κατὰ πᾶσαν τὴν δύναμιν ἡτοίμακα εἰς οἶκον Θεοῦ μου χρυσίον, ἀργύριον, χαλκόν, σίδηρον, ξύλα, λίθους σοόμ, καὶ πληρώσεως λίθους πολυτελεῖς καὶ ποικίλους καὶ πάντα λίθον τίμιον καὶ Πάριον πολύν.
3 Moreover, because I have set my affection on the house of my God, I have given to the house of my God, over and above all that I have prepared for the holy house, my own special treasure of gold and silver:
3 καὶ ἔτι ἐν τῷ εὐδοκῆσαί με ἐν οἴκῳ Θεοῦ μου ἔστι μοι ὃ περιπεποίημαι χρυσίον καὶ ἀργύριον, καὶ ἰδοὺ δέδωκα εἰς οἶκον Θεοῦ μου εἰς ὕψος, ἐκτὸς ὧν ἡτοίμακα εἰς τὸν οἶκον τῶν ἁγίων,
4 three thousand talents of gold, of the gold of Ophir, and seven thousand talents of refined silver, to overlay the walls of the houses;
4 τρισχίλια τάλαντα χρυσίου τοῦ ἐκ Σουφὶρ καὶ ἑπτακισχίλια τάλαντα ἀργυρίου δοκίμου ἐξαλειφῆναι ἐν αὐτοῖς τοὺς τοίχους τοῦ ἱεροῦ,
5 the gold for things of gold and the silver for things of silver, and for all kinds of work to be done by the hands of craftsmen. Who then is willing to consecrate himself this day to the LORD?”
5 εἰς τὸ χρυσίον τῷ χρυσίῳ καὶ εἰς τὸ ἀργύριον τῷ ἀργυρίῳ, καὶ εἰς πᾶν ἔργον διὰ χειρὸς τῶν τεχνιτῶν. καὶ τίς ὁ προθυμούμενος πληρῶσαι τὰς χεῖρας αὐτοῦ σήμερον Κυρίῳ;
6 Then the leaders of the fathers’ houses, leaders of the tribes of Israel, the captains of thousands and of hundreds, with the officers over the king’s work, offered willingly.
6 καὶ προεθυμήθησαν ἄρχοντες πατριῶν καὶ οἱ ἄρχοντες τῶν υἱῶν Ἰσραήλ, καὶ οἱ χιλίαρχοι καὶ οἱ ἑκατόνταρχοι, καὶ οἱ προστάται τῶν ἔργων καὶ οἱ οἰκοδόμοι τοῦ βασιλέως
7 They gave for the work of the house of God five thousand talents and ten thousand darics of gold, ten thousand talents of silver, eighteen thousand talents of bronze, and one hundred thousand talents of iron.
7 καὶ ἔδωκαν εἰς τὰ ἔργα τοῦ οἴκου Κυρίου χρυσίου τάλαντα πεντακισχίλια καὶ χρυσοῦς μυρίους καὶ ἀργυρίου ταλάντων δέκα χιλιάδας καὶ χαλκοῦ τάλαντα μύρια ὀκτακισχίλια καὶ σιδήρου ταλάντων χιλιάδας ἑκατόν.
8 And whoever had precious stones gave them to the treasury of the house of the LORD, into the hand of Jehiel the Gershonite.
8 καὶ οἷς εὑρέθη παρ᾿ αὐτοῖς λίθος, ἔδωκαν εἰς τὰς ἀποθήκας οἴκου Κυρίου διὰ χειρὸς Ἰεϊὴλ τοῦ Γεδσωνί.
9 Then the people rejoiced, for they had offered willingly, because with a loyal heart they had offered willingly to the LORD; and King David also rejoiced greatly.
9 καὶ εὐφράνθη ὁ λαὸς ὑπὲρ τοῦ προθυμηθῆναι, ὅτι ἐν καρδίᾳ πλήρει προεθυμήθησαν τῷ Κυρίῳ, καὶ Δαυὶδ ὁ βασιλεὺς εὐφράνθη μεγάλως.
10 Therefore David blessed the LORD before all the assembly; and David said: “Blessed are You, LORD God of Israel, our Father, forever and ever.
10 καὶ εὐλόγησεν ὁ βασιλεὺς Δαυὶδ τὸν Κύριον ἐνώπιον τῆς ἐκκλησίας λέγων· εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς Ἰσραήλ, ὁ πατὴρ ἡμῶν ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος.
11 Yours, O LORD, is the greatness, The power and the glory, The victory and the majesty; For all that is in heaven and in earth is Yours; Yours is the kingdom, O LORD, And You are exalted as head over all.
11 σοί, Κύριε, ἡ μεγαλωσύνη καὶ ἡ δύναμις καὶ τὸ καύχημα καὶ ἡ νίκη καὶ ἡ ἰσχύς, ὅτι σὺ πάντων τῶν ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς δεσπόζεις, ἀπὸ προσώπου σου ταράσσεται πᾶς βασιλεὺς καὶ ἔθνος.
12 Both riches and honor come from You, And You reign over all. In Your hand is power and might; In Your hand it is to make great And to give strength to all.
12 παρὰ σοῦ ὁ πλοῦτος καὶ ἡ δόξα, σὺ πάντων ἄρχεις, Κύριε, ὁ ἄρχων πάσης ἀρχῆς, καὶ ἐν χειρί σου ἰσχὺς καὶ δυναστεία, καὶ ἐν χειρί σου, παντοκράτωρ, μεγαλῦναι καὶ κατισχῦσαι τὰ πάντα.
13 “Now therefore, our God, We thank You And praise Your glorious name.
13 καὶ νῦν, Κύριε, ἐξομολογούμεθά σοι καὶ αἰνοῦμεν τὸ ὄνομα τῆς καυχήσεώς σου.
14 But who am I, and who are my people, That we should be able to offer so willingly as this? For all things come from You, And of Your own we have given You.
14 καὶ τίς εἰμι ἐγὼ καὶ τίς ὁ λαός μου, ὅτι ἰσχύσαμεν προθυμηθῆναί σοι κατὰ ταῦτα; ὅτι σὰ τὰ πάντα, καὶ ἐκ τῶν σῶν δεδώκαμέν σοι.
15 For we are aliens and pilgrims before You, As were all our fathers; Our days on earth are as a shadow, And without hope.
15 ὅτι πάροικοί ἐσμεν ἐναντίον σου καὶ παροικοῦντες ὡς πάντες οἱ πατέρες ἡμῶν· ὡς σκιὰ αἱ ἡμέραι ἡμῶν ἐπὶ γῆς, καὶ οὐκ ἔστιν ὑπομονή.
16 “O LORD our God, all this abundance that we have prepared to build You a house for Your holy name is from Your hand, and is all Your own.
16 Κύριε ὁ Θεὸς ἡμῶν, πρὸς πᾶν τὸ πλῆθος τοῦτο, ὃ ἡτοίμακα οἰκοδομηθῆναι οἶκον τῷ ὀνόματι τῷ ἁγίῳ σου, ἐκ χειρός σού ἐστι, καὶ σοὶ τὰ πάντα.
17 I know also, my God, that You test the heart and have pleasure in uprightness. As for me, in the uprightness of my heart I have willingly offered all these things; and now with joy I have seen Your people, who are present here to offer willingly to You.
17 καὶ ἔγνων, Κύριε, ὅτι σὺ εἶ ὁ ἐτάζων καρδίας καὶ δικαιοσύνην ἀγαπᾶς· ἐν ἁπλότητι καρδίας προεθυμήθην ταῦτα πάντα, καὶ νῦν τὸν λαόν σου τὸν εὑρεθέντα ὧδε εἶδον ἐν εὐφροσύνῃ προθυμηθέντα σοι.
18 O LORD God of Abraham, Isaac, and Israel, our fathers, keep this forever in the intent of the thoughts of the heart of Your people, and fix their heart toward You.
18 Κύριε ὁ Θεὸς Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰσραήλ, τῶν πατέρων ἡμῶν, φύλαξον ταῦτα ἐν διανοίᾳ καρδίας λαοῦ σου εἰς τὸν αἰῶνα καὶ κατεύθυνον τὰς καρδίας αὐτῶν πρός σε.
19 And give my son Solomon a loyal heart to keep Your commandments and Your testimonies and Your statutes, to do all these things, and to build the temple for which I have made provision.”
19 καὶ Σαλωμὼν τῷ υἱῷ μου δὸς καρδίαν ἀγαθὴν ποιεῖν τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου καὶ τὰ προστάγματά σου καὶ τοῦ ἐπὶ τέλους ἀγαγεῖν τὴν κατασκευὴν τοῦ οἴκου σου.
20 Then David said to all the assembly, “Now bless the LORD your God.” So all the assembly blessed the LORD God of their fathers, and bowed their heads and prostrated themselves before the LORD and the king.
20 καὶ εἶπε Δαυὶδ πάσῃ τῇ ἐκκλησίᾳ· εὐλογήσατε Κύριον τὸν Θεὸν ἡμῶν· καὶ εὐλόγησε πᾶσα ἡ ἐκκλησία Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν, καὶ κάμψαντες τὰ γόνατα προσεκύνησαν τῷ Κυρίῳ, καὶ τῷ βασιλεῖ.
21 And they made sacrifices to the LORD and offered burnt offerings to the LORD on the next day: a thousand bulls, a thousand rams, a thousand lambs, with their drink offerings, and sacrifices in abundance for all Israel.
21 καὶ ἔθυσε Δαυὶδ τῷ Κυρίῳ θυσίας καὶ ἀνήνεγκεν ὁλοκαυτώματα τῷ Θεῷ τῇ ἐπαύριον τῆς πρώτης ἡμέρας μόσχους χιλίους, κριοὺς χιλίους, ἄρνας χιλίους καὶ τὰς σπονδὰς αὐτῶν καὶ θυσίας εἰς πλῆθος παντὶ τῷ Ἰσραήλ.
22 So they ate and drank before the LORD with great gladness on that day. And they made Solomon the son of David king the second time, and anointed him before the LORD to be the leader, and Zadok to be priest.
22 καὶ ἔφαγον καὶ ἔπιον ἐναντίον τοῦ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ μετὰ χαρᾶς καὶ ἐβασίλευσαν ἐκ δευτέρου τὸν Σαλωμὼν υἱὸν Δαυὶδ καὶ ἔχρισαν αὐτὸν τῷ Κυρίῳ εἰς βασιλέα καὶ Σαδὼκ εἰς ἱερωσύνην.
23 Then Solomon sat on the throne of the LORD as king instead of David his father, and prospered; and all Israel obeyed him.
23 καὶ ἐκάθισε Σαλωμὼν ἐπὶ θρόνου Δαυὶδ τοῦ πατρὸς αὐτοῦ καὶ εὐδοκήθη, καὶ ὑπήκουσαν αὐτοῦ πᾶς Ἰσραήλ·
24 All the leaders and the mighty men, and also all the sons of King David, submitted themselves to King Solomon.
24 οἱ ἄρχοντες καὶ οἱ δυνάσται καὶ πάντες υἱοὶ Δαυὶδ τοῦ βασιλέως τοῦ πατρὸς αὐτοῦ ὑπετάγησαν αὐτῷ.
25 So the LORD exalted Solomon exceedingly in the sight of all Israel, and bestowed on him such royal majesty as had not been on any king before him in Israel.
25 καὶ ἐμεγάλυνε Κύριος τὸν Σαλωμὼν ἐπάνωθεν παντὸς Ἰσραὴλ καὶ ἔδωκεν αὐτῷ δόξαν βασιλέως, ὃ οὐκ ἐγένετο ἐπὶ παντὸς βασιλέως ἔμπροσθεν αὐτοῦ.
26 Thus David the son of Jesse reigned over all Israel.
26 καὶ Δαυὶδ υἱὸς Ἰεσσαὶ ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ
27 And the period that he reigned over Israel was forty years; seven years he reigned in Hebron, and thirty-three years he reigned in Jerusalem.
27 ἔτη τεσσαράκοντα, ἐν Χεβρὼν ἔτη ἑπτὰ καὶ ἐν Ἱερουσαλὴμ ἔτη τριακοντατρία.
28 So he died in a good old age, full of days and riches and honor; and Solomon his son reigned in his place.
28 καὶ ἐτελεύτησεν ἐν γήρᾳ καλῷ, πλήρης ἡμερῶν, πλούτῳ καὶ δόξῃ, καὶ ἐβασίλευσε Σαλωμὼν υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
29 Now the acts of King David, first and last, indeed they are written in the book of Samuel the seer, in the book of Nathan the prophet, and in the book of Gad the seer,
29 οἱ δὲ λοιποὶ λόγοι τοῦ βασιλέως Δαυίδ, οἱ πρότεροι καὶ οἱ ὕστεροι, γεγραμμένοι εἰσὶν ἐν λόγοις Σαμουὴλ τοῦ βλέποντος καὶ ἐπὶ λόγων Νάθαν τοῦ προφήτου καὶ ἐπὶ λόγων Γὰδ τοῦ βλέποντος
30 with all his reign and his might, and the events that happened to him, to Israel, and to all the kingdoms of the lands.
30 περὶ πάσης τῆς βασιλείας αὐτοῦ καὶ τῆς δυναστείας αὐτοῦ, καὶ οἱ καιροί, οἳ ἐγένοντο ἐπ᾿ αὐτῷ, καὶ ἐπὶ τὸν Ἰσραὴλ καὶ ἐπὶ πάσας βασιλείας τῆς γῆς.
NKJV translation