en
Old Testament
1 David built houses for himself in the City of David; and he prepared a place for the ark of God, and pitched a tent for it.
1 ΚΑΙ ἐποίησεν αὐτῷ οἰκίας ἐν πόλει Δαυίδ, καὶ ἡτοίμασε τὸν τόπον τῇ κιβωτῷ τοῦ Θεοῦ καὶ ἐποίησεν αὐτῇ σκηνήν.
2 Then David said, “No one may carry the ark of God but the Levites, for the LORD has chosen them to carry the ark of God and to minister before Him forever.”
2 τότε εἶπε Δαυίδ· οὐκ ἔστιν ἆραι τὴν κιβωτὸν τοῦ Θεοῦ, ἀλλ᾿ ἢ τοὺς Λευίτας, ὅτι αὐτοὺς ἐξελέξατο Κύριος αἴρειν τὴν κιβωτὸν Κυρίου καὶ λειτουργεῖν αὐτῷ ἕως αἰῶνος.
3 And David gathered all Israel together at Jerusalem, to bring up the ark of the LORD to its place, which he had prepared for it.
3 καὶ ἐξεκκλησίασε Δαυὶδ τὸν πάντα Ἰσραὴλ ἐν Ἱερουσαλὴμ τοῦ ἀνενέγκαι τὴν κιβωτὸν Κυρίου εἰς τὸν τόπον, ὃν ἡτοίμασεν αὐτῇ.
4 Then David assembled the children of Aaron and the Levites:
4 καὶ συνήγαγε Δαυὶδ τοὺς υἱοὺς Ἀαρὼν τοὺς Λευίτας.
5 of the sons of Kohath, Uriel the chief, and one hundred and twenty of his brethren;
5 τῶν υἱῶν Καάθ· Οὐριὴλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἑκατὸν εἴκοσι.
6 of the sons of Merari, Asaiah the chief, and two hundred and twenty of his brethren;
6 τῶν υἱῶν Μεραρί· Ἀσαΐα ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, διακόσιοι εἴκοσι.
7 of the sons of Gershom, Joel the chief, and one hundred and thirty of his brethren;
7 τῶν υἱῶν Γηρσάμ· Ἰωὴλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἑκατὸν τριάκοντα.
8 of the sons of Elizaphan, Shemaiah the chief, and two hundred of his brethren;
8 τῶν υἱῶν Ἐλισαφάν· Σεμεΐ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, διακόσιοι.
9 of the sons of Hebron, Eliel the chief, and eighty of his brethren;
9 τῶν υἱῶν Χεβρών· Ἐλιὴλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ὀγδοήκοντα.
10 of the sons of Uzziel, Amminadab the chief, and one hundred and twelve of his brethren.
10 τῶν υἱῶν Ὀζιήλ· Ἀμιναδὰβ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἑκατὸν δεκαδύο.
11 And David called for Zadok and Abiathar the priests, and for the Levites: for Uriel, Asaiah, Joel, Shemaiah, Eliel, and Amminadab.
11 καὶ ἐκάλεσε Δαυὶδ τὸν Σαδὼκ καὶ Ἀβιάθαρ, τοὺς ἱερεῖς, καὶ τοὺς Λευίτας, τὸν Οὐριήλ, Ἀσαΐαν καὶ Ἰωὴλ καὶ Σαμαίαν καὶ Ἐλιὴλ καὶ Ἀμιναδάβ,
12 He said to them, “You are the heads of the fathers’ houses of the Levites; sanctify yourselves, you and your brethren, that you may bring up the ark of the LORD God of Israel to the place I have prepared for it.
12 καὶ εἶπεν αὐτοῖς· ὑμεῖς ἄρχοντες πατριῶν τῶν Λευιτῶν, ἁγνίσθητε ὑμεῖς καὶ οἱ ἀδελφοὶ ὑμῶν καὶ ἀνοίσετε τὴν κιβωτὸν τοῦ Θεοῦ Ἰσραήλ, οὗ ἡτοίμασα αὐτῇ·
13 For because you did not do it the first time, the LORD our God broke out against us, because we did not consult Him about the proper order.”
13 ὅτι οὐκ ἐν τῷ πρότερον ὑμᾶς εἶναι διέκοψεν ὁ Θεὸς ἡμῶν ἐν ἡμῖν, ὅτι οὐκ ἐξεζητήσαμεν ἐν κρίματι.
14 So the priests and the Levites sanctified themselves to bring up the ark of the LORD God of Israel.
14 καὶ ἡγνίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται τοῦ ἀνενέγκαι τὴν κιβωτὸν Θεοῦ Ἰσραήλ.
15 And the children of the Levites bore the ark of God on their shoulders, by its poles, as Moses had commanded according to the word of the LORD.
15 καὶ ἔλαβον οἱ υἱοὶ τῶν Λευιτῶν τὴν κιβωτὸν τοῦ Θεοῦ, ὡς ἐνετείλατο Μωυσῆς ἐν λόγῳ Θεοῦ κατὰ τὴν γραφήν, ἐν ἀναφορεῦσιν ἐπ᾿ αὐτούς.
16 Then David spoke to the leaders of the Levites to appoint their brethren to be the singers accompanied by instruments of music, stringed instruments, harps, and cymbals, by raising the voice with resounding joy.
16 καὶ εἶπε Δαυὶδ τοῖς ἄρχουσι τῶν Λευιτῶν· στήσατε τοὺς ἀδελφοὺς αὐτῶν τοὺς ψαλτῳδοὺς ἐν ὀργάνοις, νάβλαις, κινύραις καὶ κυμβάλοις τοῦ φωνῆσαι εἰς ὕψος ἐν φωνῇ εὐφροσύνης.
17 So the Levites appointed Heman the son of Joel; and of his brethren, Asaph the son of Berechiah; and of their brethren, the sons of Merari, Ethan the son of Kushaiah;
17 καὶ ἔστησαν οἱ Λευῖται τὸν Αἰμὰν υἱὸν Ἰωήλ· ἐκ τῶν ἀδελφῶν αὐτοῦ Ἀσὰφ υἱὸς Βαραχία. καὶ ἐκ τῶν υἱῶν Μεραρὶ ἀδελφῶν αὐτοῦ Αἰθὰν υἱὸς Κισαίου.
18 and with them their brethren of the second rank: Zechariah, Ben, Jaaziel, Shemiramoth, Jehiel, Unni, Eliab, Benaiah, Maaseiah, Mattithiah, Elipheleh, Mikneiah, Obed-Edom, and Jeiel, the gatekeepers;
18 καὶ μετ᾿ αὐτῶν οἱ ἀδελφοὶ αὐτῶν οἱ δεύτεροι Ζαχαρίας καὶ Ὀζιὴλ καὶ Σεμιραμὼθ καὶ Ἰεϊὴλ καὶ Ἐλιωὴλ καὶ Ἐλιὰβ καὶ Βαναία καὶ Μαασαΐα καὶ Ματταθία καὶ Ἐλιφαλία καὶ Μακενία καὶ Ἀβδεδὸμ καὶ Ἰεϊὴλ καὶ Ὀζίας, οἱ πυλωροί.
19 the singers, Heman, Asaph, and Ethan, were to sound the cymbals of bronze;
19 καὶ οἱ ψαλτῳδοί, Αἰμάν, Ἀσὰφ καὶ Αἰθὰν ἐν κυμβάλοις χαλκοῖς τοῦ ἀκουσθῆναι ποιῆσαι·
20 Zechariah, Aziel, Shemiramoth, Jehiel, Unni, Eliab, Maaseiah, and Benaiah, with strings according to Alamoth;
20 Ζαχαρίας καὶ Ὀζιήλ, Σεμιραμώθ, Ἰεϊήλ, Ὠνί, Ἐλιάβ, Μασαίας, Βαναίας ἐν νάβλαις ἐπὶ ἀλαιμώθ.
21 Mattithiah, Elipheleh, Mikneiah, Obed-Edom, Jeiel, and Azaziah, to direct with harps on the Sheminith;
21 καὶ Ματταθίας καὶ Ἐλιφαλίας καὶ Μακενίας καὶ Ἀβδεδὸμ καὶ Ἰεϊὴλ καὶ Ὀζίας ἐν κινύραις ἀμασενὶθ τοῦ ἐνισχῦσαι.
22 Chenaniah, leader of the Levites, was instructor in charge of the music, because he was skillful;
22 καὶ Χωνενία ἄρχων τῶν Λευιτῶν ἄρχων τῶν ᾠδῶν, ὅτι συνετὸς ἦν.
23 Berechiah and Elkanah were doorkeepers for the ark;
23 καὶ Βαραχία καὶ Ἐλκανὰ πυλωροὶ τῆς κιβωτοῦ.
24 Shebaniah, Joshaphat, Nethanel, Amasai, Zechariah, Benaiah, and Eliezer, the priests, were to blow the trumpets before the ark of God; and Obed-Edom and Jehiah, doorkeepers for the ark.
24 καὶ Σοβνία καὶ Ἰωσαφὰτ καὶ Ναθαναὴλ καὶ Ἀμασαΐ καὶ Ζαχαρία καὶ Βαναΐ καὶ Ἐλιέζερ οἱ ἱερεῖς σαλπίζοντες ταῖς σάλπιγξιν ἔμπροσθεν τῆς κιβωτοῦ τοῦ Θεοῦ. καὶ Ἀβδεδὸμ καὶ Ἰεΐα πυλωροὶ τῆς κιβωτοῦ τοῦ Θεοῦ.
25 So David, the elders of Israel, and the captains over thousands went to bring up the ark of the covenant of the LORD from the house of Obed-Edom with joy.
25 καὶ ἦν Δαυὶδ καὶ οἱ πρεσβύτεροι Ἰσραὴλ καὶ οἱ χιλίαρχοι οἱ πορευόμενοι τοῦ ἀναγαγεῖν τὴν κιβωτὸν τῆς διαθήκης ἐξ οἴκου Ἀβδεδὸμ ἐν εὐφροσύνῃ.
26 And so it was, when God helped the Levites who bore the ark of the covenant of the LORD, that they offered seven bulls and seven rams.
26 καὶ ἐγένετο ἐν τῷ κατισχῦσαι τὸν Θεὸν τοὺς Λευίτας αἴροντας τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου καὶ ἔθυσαν ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς.
27 David was clothed with a robe of fine linen, as were all the Levites who bore the ark, the singers, and Chenaniah the music master with the singers. David also wore a linen ephod.
27 καὶ Δαυὶδ περιεζωσμένος ἐν στολῇ βυσσίνῃ καὶ πάντες οἱ Λευῖται αἴροντες τὴν κιβωτὸν διαθήκης Κυρίου καὶ οἱ ψαλτῳδοὶ καὶ Χωνενίας ὁ ἄρχων τῶν ᾠδῶν τῶν ᾀδόντων, καὶ ἐπὶ Δαυὶδ στολὴ βυσσίνη.
28 Thus all Israel brought up the ark of the covenant of the LORD with shouting and with the sound of the horn, with trumpets and with cymbals, making music with stringed instruments and harps.
28 καὶ πᾶς Ἰσραὴλ ἀνάγοντες τὴν κιβωτὸν διαθήκης Κυρίου ἐν σημασίᾳ καὶ ἐν φωνῇ σωφὲρ καὶ ἐν σάλπιγξι καὶ ἐν κυμβάλοις, ἀναφωνοῦντες ἐν νάβλαις καὶ ἐν κινύραις.
29 And it happened, as the ark of the covenant of the LORD came to the City of David, that Michal, Saul’s daughter, looked through a window and saw King David whirling and playing music; and she despised him in her heart.
29 καὶ ἐγένετο ἡ κιβωτὸς διαθήκης Κυρίου καὶ ἦλθεν ἕως πόλεως Δαυίδ, καὶ Μελχὸλ ἡ θυγάτηρ Σαοὺλ παρέκυψε διὰ τῆς θυρίδος καὶ εἶδε τὸν βασιλέα Δαυὶδ ὀρχούμενον καὶ παίζοντα, καὶ ἐξουδένωσεν αὐτὸν ἐν τῇ ψυχῇ αὐτῆς.
NKJV translation