en
Old Testament
1 Then David consulted with the captains of thousands and hundreds, and with every leader.
1 ΚΑΙ ἐβουλεύσατο Δαυὶδ μετὰ τῶν χιλιάρχων καὶ τῶν ἑκατοντάρχων, παντὶ ἡγουμένῳ,
2 And David said to all the assembly of Israel, “If it seems good to you, and if it is of the LORD our God, let us send out to our brethren everywhere who are left in all the land of Israel, and with them to the priests and Levites who are in their cities and their common-lands, that they may gather together to us;
2 καὶ εἶπε Δαυὶδ τῇ πάσῃ ἐκκλησίᾳ Ἰσραήλ· εἰ ἐφ᾿ ὑμῖν ἀγαθὸν καὶ παρὰ Κυρίου τοῦ Θεοῦ ἡμῶν εὐοδωθῇ, ἀποστείλωμεν πρὸς τοὺς ἀδελφοὺς ἡμῶν τοὺς ὑπολελειμμένους ἐν πάσῃ γῇ Ἰσραήλ, καὶ μετ᾿ αὐτῶν οἱ ἱερεῖς οἱ Λευῖται ἐν πόλεσι κατασχέσεως αὐτῶν, καὶ συναχθήσονται πρὸς ἡμᾶς,
3 and let us bring the ark of our God back to us, for we have not inquired at it since the days of Saul.”
3 καὶ μετενέγκωμεν τὴν κιβωτὸν τοῦ Θεοῦ ἡμῶν πρὸς ἡμᾶς· ὅτι οὐκ ἐζήτησαν αὐτὴν ἀφ᾿ ἡμερῶν Σαούλ.
4 Then all the assembly said that they would do so, for the thing was right in the eyes of all the people.
4 καὶ εἶπε πᾶσα ἡ ἐκκλησία τοῦ ποιῆσαι οὕτως, ὅτι εὐθὴς ὁ λόγος ἐν ὀφθαλμοῖς παντὸς τοῦ λαοῦ.
5 So David gathered all Israel together, from Shihor in Egypt to as far as the entrance of Hamath, to bring the ark of God from Kirjath Jearim.
5 καὶ ἐξεκκλησίασε Δαυὶδ τὸν πάντα Ἰσραὴλ ἀπὸ ὁρίων Αἰγύπτου καὶ ἕως εἰσόδου Ἡμὰθ τοῦ εἰσενέγκαι τὴν κιβωτὸν τοῦ Θεοῦ ἐκ πόλεως Ἰαρίμ.
6 And David and all Israel went up to Baalah, to Kirjath Jearim, which belonged to Judah, to bring up from there the ark of God the LORD, who dwells between the cherubim, where His name is proclaimed.
6 καὶ ἀνήγαγεν αὐτὴν Δαυίδ, καὶ πᾶς Ἰσραὴλ ἀνέβη εἰς πόλιν Δαυίδ, ἣ ἦν τοῦ Ἰούδα, τοῦ ἀναγαγεῖν ἐκεῖθεν τὴν κιβωτὸν τοῦ Θεοῦ Κυρίου καθημένου ἐπὶ Χερουβίμ, οὗ ἐπεκλήθη ὄνομα αὐτοῦ.
7 So they carried the ark of God on a new cart from the house of Abinadab, and Uzza and Ahio drove the cart.
7 καὶ ἐπέθηκαν τὴν κιβωτὸν τοῦ Θεοῦ ἐφ᾿ ἅμαξαν καινὴν ἐξ οἴκου Ἀμαναδάβ, καὶ Ὀζὰ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἦγον τὴν ἅμαξαν.
8 Then David and all Israel played music before God with all their might, with singing, on harps, on stringed instruments, on tambourines, on cymbals, and with trumpets.
8 καὶ Δαυὶδ καὶ πᾶς Ἰσραὴλ παίζοντες ἐναντίον τοῦ Θεοῦ ἐν πάσῃ δυνάμει καὶ ἐν ψαλτῳδοῖς καὶ ἐν κινύραις καὶ ἐν νάβλαις, ἐν τυμπάνοις, καὶ ἐν κυμβάλοις καὶ ἐν σάλπιγξι.
9 And when they came to Chidon’s threshing floor, Uzza put out his hand to hold the ark, for the oxen stumbled.
9 καὶ ἤλθοσαν ἕως τῆς ἅλωνος, καὶ ἐξέτεινεν Ὀζὰ τὴν χεῖρα αὐτοῦ τοῦ κατασχεῖν τὴν κιβωτόν, ὅτι ἐξέκλινεν αὐτὴν ὁ μόσχος.
10 Then the anger of the LORD was aroused against Uzza, and He struck him because he put his hand to the ark; and he died there before God.
10 καὶ ἐθυμώθη Κύριος ὀργῇ ἐπὶ Ὀζὰ καὶ ἐπάταξεν αὐτὸν ἐκεῖ διὰ τὸ ἐκτεῖναι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κιβωτόν, καὶ ἀπέθανεν ἐκεῖ ἀπέναντι τοῦ Θεοῦ.
11 And David became angry because of the LORD’s outbreak against Uzza; therefore that place is called Perez Uzza to this day.
11 καὶ ἠθύμησε Δαυίδ, ὅτι διέκοψε Κύριος διακοπὴν ἐν Ὀζά, καὶ ἐκάλεσε τὸν τόπον ἐκεῖνον Διακοπὴ Ὀζὰ ἕως τῆς ἡμέρας ταύτης.
12 David was afraid of God that day, saying, “How can I bring the ark of God to me?”
12 καὶ ἐφοβήθη Δαυὶδ τὸν Θεὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγων· πῶς εἰσοίσω τὴν κιβωτὸν τοῦ Θεοῦ πρὸς ἐμαυτόν;
13 So David would not move the ark with him into the City of David, but took it aside into the house of Obed-Edom the Gittite.
13 καὶ οὐκ ἀπέστρεψε Δαυὶδ τὴν κιβωτὸν πρὸς ἑαυτὸν εἰς πόλιν Δαυίδ, καὶ ἐξέκλινεν αὐτὴν εἰς οἶκον Ἀβεδδαρὰ τοῦ Γεθθαίου.
14 The ark of God remained with the family of Obed-Edom in his house three months. And the LORD blessed the house of Obed-Edom and all that he had.
14 καὶ ἐκάθισεν ἡ κιβωτὸς τοῦ Θεοῦ ἐν οἴκῳ Ἀβεδδαρὰ τρεῖς μῆνας· καὶ εὐλόγησεν ὁ Θεὸς Ἀβεδδαρὰ καὶ πάντα τὰ αὐτοῦ.
NKJV translation