en
Old Testament
1 Hear this word which I take up against you, a lamentation, O house of Israel:
1 ΑΚΟΥΣΑΤΕ τὸν λόγον Κυρίου τοῦτον, ὃν ἐγὼ λαμβάνω ἐφ᾿ ὑμᾶς θρῆνον· οἶκος Ἰσραὴλ ἔπεσεν, οὐκέτι μὴ προσθῇ τοῦ ἀναστῆναι·
2 The virgin of Israel has fallen; She will rise no more. She lies forsaken on her land; There is no one to raise her up.
2 παρθένος τοῦ Ἰσραὴλ ἔσφαλεν ἐπὶ τῆς γῆς αὐτοῦ, οὐκ ἔστιν ὁ ἀναστήσων αὐτήν.
3 For thus says the Lord GOD: “The city that goes out by a thousand Shall have a hundred left, And that which goes out by a hundred Shall have ten left to the house of Israel.”
3 διὰ τοῦτο τάδε λέγει Κύριος Κύριος· ἡ πόλις ἐξ ἧς ἐξεπορεύοντο χίλιοι, ὑπολειφθήσονται ἑκατόν, καὶ ἐξ ἧς ἐξεπορεύοντο ἑκατόν, ὑπολειφθήσονται δέκα τῷ οἴκῳ Ἰσραήλ.
4 For thus says the LORD to the house of Israel: “Seek Me and live;
4 διότι τάδε λέγει Κύριος πρὸς τὸν οἶκον Ἰσραήλ· ἐκζητήσατέ με, καὶ ζήσεσθε·
5 But do not seek Bethel, Nor enter Gilgal, Nor pass over to Beersheba; For Gilgal shall surely go into captivity, And Bethel shall come to nothing.
5 καὶ μὴ ἐκζητεῖτε Βαιθὴλ καὶ εἰς Γάλγαλα μὴ εἰσπορεύεσθε καὶ ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου μὴ διαβαίνετε, ὅτι Γάλγαλα αἰχμαλωτευομένη αἰχμαλωτευθήσεται, καὶ Βαιθὴλ ἔσται ὡς οὐχ ὑπάρχουσα.
6 Seek the LORD and live, Lest He break out like fire in the house of Joseph, And devour it, With no one to quench it in Bethel—
6 ἐκζητήσατε τὸν Κύριον καὶ ζήσατε, ὅπως μὴ ἀναλάμψῃ ὡς πῦρ ὁ οἶκος Ἰωσήφ, καὶ καταφάγεται αὐτόν, καὶ οὐκ ἔσται ὁ σβέσων τῷ οἴκῳ Ἰσραήλ.
7 You who turn justice to wormwood, And lay righteousness to rest in the earth!”
7 Κύριος ὁ ποιῶν εἰς ὕψος κρίμα καὶ δικαιοσύνην εἰς γῆν ἔθηκεν,
8 He made the Pleiades and Orion; He turns the shadow of death into morning And makes the day dark as night; He calls for the waters of the sea And pours them out on the face of the earth; The LORD is His name.
8 ὁ ποιῶν πάντα καὶ μετασκευάζων καὶ ἐκτρέπων εἰς τὸ πρωΐ σκιὰν καὶ ἡμέραν εἰς νύκτα συσκοτάζων, ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον τῆς γῆς, Κύριος ὁ Θεὸς παντοκράτωρ ὄνομα αὐτῷ·
9 He rains ruin upon the strong, So that fury comes upon the fortress.
9 ὁ διαιρῶν συντριμμὸν ἐπὶ ἰσχὺν καὶ ταλαιπωρίαν ἐπὶ ὀχύρωμα ἐπάγων.
10 They hate the one who rebukes in the gate, And they abhor the one who speaks uprightly.
10 ἐμίσησαν ἐν πύλαις ἐλέγχοντα καὶ λόγον ὅσιον ἐβδελύξαντο.
11 Therefore, because you tread down the poor And take grain taxes from him, Though you have built houses of hewn stone, Yet you shall not dwell in them; You have planted pleasant vineyards, But you shall not drink wine from them.
11 διὰ τοῦτο ἀνθ᾿ ὧν κατεκονδυλίζετε πτωχοὺς καὶ δῶρα ἐκλεκτὰ ἐδέξασθε παρ᾿ αὐτῶν, οἴκους ξεστοὺς ᾠκοδομήσατε καὶ οὐ μὴ κατοικήσητε ἐν αὐτοῖς, ἀμπελῶνας ἐπιθυμητοὺς ἐφυτεύσατε καὶ οὐ μὴ πίητε τὸν οἶνον αὐτῶν.
12 For I know your manifold transgressions And your mighty sins: Afflicting the just and taking bribes; Diverting the poor from justice at the gate.
12 ὅτι ἔγνων πολλὰς ἀσεβείας ὑμῶν, καὶ ἰσχυραὶ αἱ ἁμαρτίαι ὑμῶν, καταπατοῦντες δίκαιον, λαμβάνοντες ἀλλάγματα καὶ πένητας ἐν πύλαις ἐκκλίνοντες.
13 Therefore the prudent keep silent at that time, For it is an evil time.
13 διὰ τοῦτο ὁ συνίων ἐν τῷ καιρῷ ἐκείνῳ σιωπήσεται, ὅτι καιρὸς πονηρῶν ἐστιν.
14 Seek good and not evil, That you may live; So the LORD God of hosts will be with you, As you have spoken.
14 ἐκζητήσατε τὸ καλόν, καὶ μὴ τὸ πονηρόν, ὅπως ζήσητε· καὶ ἔσται οὕτως μεθ᾿ ὑμῶν Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, ὃν τρόπον εἴπατε·
15 Hate evil, love good; Establish justice in the gate. It may be that the LORD God of hosts Will be gracious to the remnant of Joseph.
15 μεμισήκαμεν τὰ πονηρὰ καὶ ἠγαπήσαμεν τὰ καλά· καὶ ἀποκαταστήσατε ἐν πύλαις κρίμα, ὅπως ἐλεήσῃ Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ τοὺς περιλοίπους τοῦ Ἰωσήφ.
16 Therefore the LORD God of hosts, the Lord, says this: “There shall be wailing in all streets, And they shall say in all the highways, ‘Alas! Alas!’ They shall call the farmer to mourning, And skillful lamenters to wailing.
16 διὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ· ἐν πάσαις ταῖς πλατείαις κοπετός, καὶ ἐν πάσαις ταῖς ὁδοῖς ρηθήσεται· οὐαί, οὐαί· κληθήσεται γεωργὸς εἰς πένθος καὶ κοπετὸν καὶ εἰς εἰδότας θρῆνον,
17 In all vineyards there shall be wailing, For I will pass through you,” Says the LORD.
17 καὶ ἐν πάσαις ὁδοῖς κοπετός, διότι ἐλεύσομαι διὰ μέσου σου, εἶπε Κύριος. ~
18 Woe to you who desire the day of the LORD! For what good is the day of the LORD to you? It will be darkness, and not light.
18 Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου· ἱνατί αὕτη ὑμῖν ἡ ἡμέρα τοῦ Κυρίου; καὶ αὐτή ἐστι σκότος καὶ οὐ φῶς.
19 It will be as though a man fled from a lion, And a bear met him! Or as though he went into the house, Leaned his hand on the wall, And a serpent bit him!
19 ὃν τρόπον ἐὰν φύγῃ ἄνθρωπος ἐκ προσώπου τοῦ λέοντος καὶ ἐμπέσῃ αὐτῷ ἡ ἄρκος, καὶ εἰσπηδήσῃ εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀπερείσηται τὰς χεῖρας αὐτοῦ ἐπὶ τὸν τοῖχον καὶ δάκῃ αὐτὸν ὄφις.
20 Is not the day of the LORD darkness, and not light? Is it not very dark, with no brightness in it?
20 οὐχὶ σκότος ἡ ἡμέρα τοῦ Κυρίου καὶ οὐ φῶς; καὶ γνόφος οὐκ ἔχων φέγγος αὕτη;
21 “I hate, I despise your feast days, And I do not savor your sacred assemblies.
21 μεμίσηκα, ἀπῶσμαι ἑορτὰς ὑμῶν καὶ οὐ μὴ ὀσφρανθῶ θυσίας ἐν ταῖς πανηγύρεσιν ὑμῶν·
22 Though you offer Me burnt offerings and your grain offerings, I will not accept them, Nor will I regard your fattened peace offerings.
22 διότι ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώματα καὶ θυσίας ὑμῶν, οὐ προσδέξομαι αὐτά, καὶ σωτηρίου ἐπιφανείας ὑμῶν οὐκ ἐπιβλέψομαι.
23 Take away from Me the noise of your songs, For I will not hear the melody of your stringed instruments.
23 μετάστησον ἀπ᾿ ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι·
24 But let justice run down like water, And righteousness like a mighty stream.
24 καὶ κυλισθήσεται ὡς ὕδωρ κρίμα καὶ δικαιοσύνη ὡς χειμάρρους ἄβατος.
25 “Did you offer Me sacrifices and offerings In the wilderness forty years, O house of Israel?
25 μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι, οἶκος Ἰσραήλ, τεσσαράκοντα ἔτη ἐν τῇ ἐρήμῳ;
26 You also carried Sikkuth your king And Chiun, your idols, The star of your gods, Which you made for yourselves.
26 καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ραιφάν, τοὺς τύπους αὐτῶν, οὓς ἐποιήσατε ἑαυτοῖς.
27 Therefore I will send you into captivity beyond Damascus,” Says the LORD, whose name is the God of hosts.
27 καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Δαμασκοῦ, λέγει Κύριος, ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ.
NKJV translation