en
Old Testament
1 Thus says the LORD: “For three transgressions of Moab, and for four, I will not turn away its punishment, Because he burned the bones of the king of Edom to lime.
1 ΤΑΔΕ λέγει Κύριος· ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Μωὰβ καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν, ἀνθ᾿ ὧν κατέκαυσαν τὰ ὀστᾶ βασιλέως τῆς Ἰδουμαίας εἰς κονίαν.
2 But I will send a fire upon Moab, And it shall devour the palaces of Kerioth; Moab shall die with tumult, With shouting and trumpet sound.
2 καὶ ἐξαποστελῶ πῦρ εἰς Μωάβ, καὶ καταφάγεται τὰ θεμέλια τῶν πόλεων αὐτῆς, καὶ ἀποθανεῖται ἐν ἀδυναμίᾳ Μωὰβ μετὰ κραυγῆς καὶ μετὰ φωνῆς σάλπιγγος.
3 And I will cut off the judge from its midst, And slay all its princes with him,” Says the LORD.
3 καὶ ἐξολοθρεύσω κριτὴν ἐξ αὐτῆς, καὶ πάντας αὐτῆς ἀποκτενῶ μετ᾿ αὐτοῦ, λέγει Κύριος. ~
4 Thus says the LORD: “For three transgressions of Judah, and for four, I will not turn away its punishment, Because they have despised the law of the LORD, And have not kept His commandments. Their lies lead them astray, Lies which their fathers followed.
4 Τάδε λέγει Κύριος· ἐπὶ ταῖς τρισίν ἀσεβείαις υἱῶν Ἰούδα καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν, ἕνεκα τοῦ ἀπώσασθαι αὐτοὺς τὸν νόμον τοῦ Κυρίου, καὶ τὰ προστάγματα αὐτοῦ οὐκ ἐφυλάξαντο, καὶ ἐπλάνησεν αὐτοὺς τὰ μάταια αὐτῶν, ἃ ἐποίησαν, οἷς ἐξηκολούθησαν οἱ πατέρες αὐτῶν ὀπίσω αὐτῶν.
5 But I will send a fire upon Judah, And it shall devour the palaces of Jerusalem.”
5 καὶ ἐξαποστελῶ πῦρ ἐπὶ Ἰούδαν, καὶ καταφάγεται θεμέλια Ἱερουσαλήμ. ~
6 Thus says the LORD: “For three transgressions of Israel, and for four, I will not turn away its punishment, Because they sell the righteous for silver, And the poor for a pair of sandals.
6 Τάδε λέγει Κύριος· ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Ἰσραὴλ καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν, ἀνθ᾿ ὧν ἀπέδοντο ἀργυρίου δίκαιον καὶ πένητα ἕνεκεν ὑποδημάτων,
7 They pant after the dust of the earth which is on the head of the poor, And pervert the way of the humble. A man and his father go in to the same girl, To defile My holy name.
7 τὰ πατοῦντα ἐπὶ τὸν χοῦν τῆς γῆς καὶ ἐκονδύλιζον εἰς κεφαλὰς πτωχῶν καὶ ὁδὸν ταπεινῶν ἐξέκλιναν, καὶ υἱὸς καὶ πατὴρ αὐτοῦ εἰσεπορεύοντο πρὸς τὴν αὐτὴν παιδίσκην, ὅπως βεβηλῶσι τὸ ὄνομα τοῦ Θεοῦ αὐτῶν.
8 They lie down by every altar on clothes taken in pledge, And drink the wine of the condemned in the house of their god.
8 καὶ τὰ ἱμάτια αὐτῶν δεσμεύοντες σχοινίοις παραπετάσματα ἐποίουν ἐχόμενα τοῦ θυσιαστηρίου καὶ οἶνον ἐκ συκοφαντιῶν ἔπινον ἐν τῷ οἴκῳ τοῦ Θεοῦ αὐτῶν.
9 “Yet it was I who destroyed the Amorite before them, Whose height was like the height of the cedars, And he was as strong as the oaks; Yet I destroyed his fruit above And his roots beneath.
9 ἐγὼ δὲ ἐξῇρα τὸν Ἀμορραῖον ἐκ προσώπου αὐτῶν, οὗ ἦν, καθὼς ὕψος κέδρου τὸ ὕψος αὐτοῦ, καὶ ἰσχυρὸς ἦν ὡς δρῦς, καὶ ἐξήρανα τὸν καρπὸν αὐτοῦ ἐπάνωθεν καὶ τὰς ρίζας αὐτοῦ ὑποκάτωθεν.
10 Also it was I who brought you up from the land of Egypt, And led you forty years through the wilderness, To possess the land of the Amorite.
10 καὶ ἐγὼ ἀνήγαγον ὑμᾶς ἐκ γῆς Αἰγύπτου καὶ περιήγαγον ὑμᾶς ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη τοῦ κατακληρονομῆσαι τὴν γῆν τῶν Ἀμορραίων.
11 I raised up some of your sons as prophets, And some of your young men as Nazirites. Is it not so, O you children of Israel?” Says the LORD.
11 καὶ ἔλαβον ἐκ τῶν υἱῶν ὑμῶν εἰς προφήτας καὶ ἐκ τῶν νεανίσκων ὑμῶν εἰς ἁγιασμόν. μὴ οὐκ ἔστι ταῦτα υἱοὶ Ἰσραήλ; λέγει Κύριος.
12 “But you gave the Nazirites wine to drink, And commanded the prophets saying, ‘Do not prophesy!’
12 καὶ ἐποτίζετε τοὺς ἡγιασμένους οἶνον καὶ τοῖς προφήταις ἐνετέλλεσθε λέγοντες· οὐ μὴ προφητεύσητε.
13 “Behold, I am weighed down by you, As a cart full of sheaves is weighed down.
13 διὰ τοῦτο ἰδοὺ ἐγὼ κυλίω ὑποκάτω ὑμῶν, ὃν τρόπον κυλίεται ἡ ἅμαξα ἡ γέμουσα καλάμης·
14 Therefore flight shall perish from the swift, The strong shall not strengthen his power, Nor shall the mighty deliver himself;
14 καὶ ἀπολεῖται φυγὴ ἐκ δρομέως, καὶ ὁ κραταιὸς οὐ μὴ κρατήσῃ τῆς ἰσχύος αὐτοῦ, καὶ ὁ μαχητὴς οὐ μὴ σώσῃ τὴν ψυχὴν αὐτοῦ,
15 He shall not stand who handles the bow, The swift of foot shall not escape, Nor shall he who rides a horse deliver himself.
15 καὶ ὁ τοξότης οὐ μὴ ὑποστῇ, καὶ ὁ ὀξὺς τοῖς ποσὶν αὐτοῦ οὐ μὴ διασωθῇ καὶ ὁ ἱππεὺς οὐ μὴ σώσῃ τὴν ψυχὴν αὐτοῦ
16 The most courageous men of might Shall flee naked in that day,” Says the LORD.
16 καὶ ὁ κραταιὸς οὐ μὴ εὑρήσει τὴν καρδίαν αὐτοῦ ἐν δυναστείαις· ὁ γυμνὸς διώξεται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος.
NKJV translation