en
New Testament
1 “Brethren and fathers, hear my defense before you now.”
1 ΑΝΔΡΕΣ ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς νυνὶ ἀπολογίας.
2 And when they heard that he spoke to them in the Hebrew language, they kept all the more silent. Then he said:
2 ἀκούσαντες δὲ ὅτι τῇ ἑβραΐδι διαλέκτῳ προσεφώνει αὐτοῖς, μᾶλλον παρέσχον ἡσυχίαν.
3 “I am indeed a Jew, born in Tarsus of Cilicia, but brought up in this city at the feet of Gamaliel, taught according to the strictness of our fathers’ law, and was zealous toward God as you all are today.
3 καί φησιν· ἐγὼ μέν εἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ παρὰ τοὺς πόδας Γαμαλιήλ, πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ Θεοῦ καθὼς πάντες ὑμεῖς ἐστε σήμερον.
4 I persecuted this Way to the death, binding and delivering into prisons both men and women,
4 ὃς ταύτην τὴν ὁδὸν ἐδίωξα ἄχρι θανάτου, δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας,
5 as also the high priest bears me witness, and all the council of the elders, from whom I also received letters to the brethren, and went to Damascus to bring in chains even those who were there to Jerusalem to be punished.
5 ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι καὶ πᾶν τὸ πρεσβυτέριον· παρ᾿ ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφοὺς εἰς Δαμασκὸν ἐπορευόμην ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἱερουσαλὴμ ἵνα τιμωρηθῶσιν.
6 “Now it happened, as I journeyed and came near Damascus at about noon, suddenly a great light from heaven shone around me.
6 Ἐγένετο δέ μοι πορευομένῳ καὶ ἐγγίζοντι τῇ Δαμασκῷ περὶ μεσημβρίαν ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ,
7 And I fell to the ground and heard a voice saying to me, ‘Saul, Saul, why are you persecuting Me?’
7 ἔπεσόν τε εἰς τὸ ἔδαφος καὶ ἤκουσα φωνῆς λεγούσης μοι· Σαοὺλ Σαούλ, τί με διώκεις;
8 So I answered, ‘Who are You, Lord?’ And He said to me, ‘I am Jesus of Nazareth, whom you are persecuting.’
8 ἐγὼ δὲ ἀπεκρίθην· τίς εἶ, Κύριε; εἶπέ τε πρός με· ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις.
9 “And those who were with me indeed saw the light and were afraid, but they did not hear the voice of Him who spoke to me.
9 οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ἐθεάσαντο καὶ ἔμφοβοι ἐγένοντο, τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι.
10 So I said, ‘What shall I do, Lord?’ And the Lord said to me, ‘Arise and go into Damascus, and there you will be told all things which are appointed for you to do.’
10 εἶπον δέ· τί ποιήσω, Κύριε; ὁ δὲ Κύριος εἶπε πρός με· ἀναστὰς πορεύου εἰς Δαμασκόν, κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι.
11 And since I could not see for the glory of that light, being led by the hand of those who were with me, I came into Damascus.
11 ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι ἦλθον εἰς Δαμασκόν.
12 “Then a certain Ananias, a devout man according to the law, having a good testimony with all the Jews who dwelt there,
12 Ἀνανίας δέ τις, ἀνὴρ εὐσεβὴς κατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικούντων ἐν Δαμασκῷ Ἰουδαίων,
13 came to me; and he stood and said to me, ‘Brother Saul, receive your sight.’ And at that same hour I looked up at him.
13 ἐλθὼν πρός με καὶ ἐπιστὰς εἶπέ μοι· Σαοὺλ ἀδελφέ, ἀνάβλεψον. κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν.
14 Then he said, ‘The God of our fathers has chosen you that you should know His will, and see the Just One, and hear the voice of His mouth.
14 ὁ δὲ εἶπεν· ὁ Θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ καὶ ἰδεῖν τὸν δίκαιον καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ,
15 For you will be His witness to all men of what you have seen and heard.
15 ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους ὧν ἑώρακας καὶ ἤκουσας.
16 And now why are you waiting? Arise and be baptized, and wash away your sins, calling on the name of the Lord.’
16 καὶ νῦν τί μέλλεις; ἀναστὰς βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου, ἐπικαλεσάμενος τὸ ὄνομα τοῦ Κυρίου.
17 “Now it happened, when I returned to Jerusalem and was praying in the temple, that I was in a trance
17 Ἐγένετο δέ μοι ὑποστρέψαντι εἰς Ἱερουσαλὴμ καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ γενέσθαι με ἐν ἐκστάσει καὶ ἰδεῖν αὐτὸν λέγοντά μοι·
18 and saw Him saying to me, ‘Make haste and get out of Jerusalem quickly, for they will not receive your testimony concerning Me.’
18 σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ Ἱερουσαλήμ, διότι οὐ παραδέξονταί σου τὴν μαρτυρίαν περὶ ἐμοῦ.
19 So I said, ‘Lord, they know that in every synagogue I imprisoned and beat those who believe on You.
19 κἀγὼ εἶπον· Κύριε, αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ἐπὶ σέ·
20 And when the blood of Your martyr Stephen was shed, I also was standing by consenting to his death, and guarding the clothes of those who were killing him.’
20 καὶ ὅτε ἐξεχεῖτο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς καὶ συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ καὶ φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν.
21 Then He said to me, ‘Depart, for I will send you far from here to the Gentiles.’ ”
21 καὶ εἶπε πρός με· πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε.
22 And they listened to him until this word, and then they raised their voices and said, “Away with such a fellow from the earth, for he is not fit to live!”
22 Ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου, καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λέγοντες· αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον· οὐ γὰρ καθῆκεν αὐτὸν ζῆν.
23 Then, as they cried out and tore off their clothes and threw dust into the air,
23 κραυγαζόντων δὲ αὐτῶν καὶ ριπτόντων τὰ ἱμάτια καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα,
24 the commander ordered him to be brought into the barracks, and said that he should be examined under scourging, so that he might know why they shouted so against him.
24 ἐκέλευσεν αὐτὸν ὁ χιλίαρχος ἄγεσθαι εἰς τὴν παρεμβολήν, εἰπὼν μάστιξιν ἀνετάζεσθαι αὐτόν, ἵνα ἐπιγνῷ δι᾿ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῶ.
25 And as they bound him with thongs, Paul said to the centurion who stood by, “Is it lawful for you to scourge a man who is a Roman, and uncondemned?”
25 ὡς δὲ προέτειναν αὐτὸν τοῖς ἱμᾶσιν, εἶπε πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος· εἰ ἄνθρωπον Ρωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν;
26 When the centurion heard that, he went and told the commander, saying, “Take care what you do, for this man is a Roman.”
26 ἀκούσας δὲ ὁ ἑκατόνταρχος, προσελθὼν ἀπήγγειλε τῷ χιλιάρχῳ λέγων· ὅρα τί μέλλεις ποιεῖν· ὁ γὰρ ἄνθρωπος οὗτος Ρωμαῖός ἐστι.
27 Then the commander came and said to him, “Tell me, are you a Roman?” He said, “Yes.”
27 προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῷ· λέγε μοι εἰ σὺ Ρωμαῖος εἶ. ὁ δὲ ἔφη· ναί.
28 The commander answered, “With a large sum I obtained this citizenship.” And Paul said, “But I was born a citizen.”
28 ἀπεκρίθη τε ὁ χιλίαρχος· ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην. ὁ δὲ Παῦλος ἔφη· ἐγὼ δὲ καὶ γεγέννημαι.
29 Then immediately those who were about to examine him withdrew from him; and the commander was also afraid after he found out that he was a Roman, and because he had bound him.
29 εὐθέως οὖν ἀπέστησαν ἀπ᾿ αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν· καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη ἐπιγνοὺς ὅτι Ρωμαῖός ἐστι, καὶ ὅτι ἦν αὐτὸν δεδεκώς.
30 The next day, because he wanted to know for certain why he was accused by the Jews, he released him from his bonds, and commanded the chief priests and all their council to appear, and brought Paul down and set him before them.
30 Τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλές, τὸ τί κατηγορεῖται παρὰ τῶν Ἰουδαίων, ἔλυσεν αὐτὸν ἀπὸ τῶν δεσμῶν καὶ ἐκέλευσεν ἐλθεῖν τοὺς ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον αὐτῶν, καὶ καταγαγὼν τὸν Παῦλον ἔστησεν εἰς αὐτούς.
NKJV translation