ελ
Παλαιά Διαθήκη
1 ΚΑΙ ἐπέστρεψεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ ἐξήγειρέ με ὃν τρόπον ὅταν ἐξεγερθῇ ἄνθρωπος ἐξ ὕπνου αὐτοῦ
Ο άγγελος, ο οποίος μου ωμιλούσε, εστράφη και με εξύπνησεν, όπως όταν κανείς εξεγερθή από τον ύπνον του,
2 καὶ εἶπε πρός με· τί σὺ βλέπεις; καὶ εἶπα· ἑώρακα καὶ ἰδοὺ λυχνία χρυσῆ ὅλη, καὶ τὸ λαμπάδιον ἐπάνω αὐτῆς, καὶ ἑπτὰ λύχνοι ἐπάνω αὐτῆς, καὶ ἑπτὰ ἐπαρυστρίδες τοῖς λύχνοις τοῖς ἐπάνω αὐτῆς·
και μου είπε· “τι βλέπεις συ;” Απήντησα· βλέπω· ιδού μία λυχνία ολόχρυσος και επάνω στον κεντρικόν της στύλον ο λύχνος. Επτά ήσαν όλοι οι λύχνοι κα επτά βραχίονες, εις τα άκρα των οποίων ήσαν τοποθετημένοι οι λύχνοι.
3 καὶ δύο ἐλαῖαι ἐπάνω αὐτῆς, μία ἐκ δεξιῶν τοῦ λαμπαδίου αὐτῆς καὶ μία ἐξ εὐωνύμων.
Επάνω από την λυχνίαν υπήρχον δύο κλάδοι ελαίας, ο ενας εκ δεξιών και ο άλλος εξ αριστερών του κεντρικού λύχνου της.
4 καὶ ἐπηρώτησα καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ λέγων· τί ἐστι ταῦτα, κύριε;
Ηρώτησα και είπα στον άγγελον που ωμιλούσε μαζή μου· τι σημαίνουν αυτά, Κυριε;
5 καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπε πρός με λέγων· οὐ γινώσκεις τί ἐστι ταῦτα; καὶ εἶπα· οὐχί, κύριε.
Ο δε άγγελος, ο οποίος ωμιλούσε με εμέ, μου είπε· “δεν γνωρίζεις τι σημαίνουν αυτά; Και είπα· “οχι, Κυριε”.
6 καὶ ἀπεκρίθη καὶ εἶπε πρός με λέγων· οὗτος ὁ λόγος Κυρίου πρὸς Ζοροβάβελ λέγων· οὐκ ἐν δυνάμει μεγάλῃ οὐδὲ ἐν ἰσχύϊ, ἀλλ᾿ ἢ ἐν πνεύματί μου, λέγει Κύριος παντοκράτωρ.
Εκείνος απήντησε και μου είπε· “αυτό το όραμα είναι ο λόγος του Κυρίου προς τον Ζοροβάβελ, όταν του είπε· όχι με μεγάλην υλικήν δύναμιν, ούτε με ισχύν ανθρωπίνην, αλλά δια του Πνεύματός μου, λέγει Κυριος ο παντοκράτωρ, θα αποπερατωθή το έργον σου.
7 τίς εἶ σύ, τό ὄρος τὸ μέγα, τὸ πρὸ προσώπου Ζαροβάβελ τοῦ κατορθῶσαι; καὶ ἐξοίσω τὸν λίθον τῆς κληρονομίας ἰσότητα χάριτος χάριτα αὐτῆς.
Ποιός είσαι συ, το μέγα όρος, που ίσταται ενώπιον του Ζοροβάβελ εμπόδιον, δια να μη στήση αυτός κατορθώματα; Εγώ θα βγάλω τους λίθους από το λατομείον δια την οικοδομήν του ναού, την κληρονομίαν μου αυτήν προς τον λαόν, ισότητα χάριτος και πλήθος χαρίτων δι' αυτόν”.
8 καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
Ο Κυριος ωμίλησε προς εμέ και μου είπε·
9 αἱ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον, καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτόν, καὶ ἐπιγνώσῃ, διότι Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρός σε.
“αι χείρες του Ζοροβάβελ εθεμελίωσαν τον ναόν τούτον και αι χείρες του θα τον φέρουν εις πέρας. Και θα μάθης συ, λαέ, ότι Κυριος ο παντοκράτωρ έχει αποστείλει εμέ προς σέ.
10 διότι τίς ἐξουδένωσεν εἰς ἡμέρας μικράς; καὶ χαροῦνται καὶ ὄψονται τὸν λίθον τὸν κασσιτέρινον ἐν χειρὶ Ζοροβάβελ. ἑπτὰ οὗτοι ὀφθαλμοὶ Κυρίου εἰσὶν οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν.
Ποίος δύναται να καταφρονήση τας φαινομενικώς μικράς και ασήμους αυτάς ημέρας; Οι Ιουδαίοι θα χαρούν, διότι θα βλέπουν εκλεκτούς λίθους εις τα χέρια του Ζοροβάβελ δια την ανοικοδόμησίν του ναού. Οι επτά άγρυπνοι οφθαλμοί της προνοίας του Κυρίου επιβλέπουν εις ολόκληρον την γην”.
11 καὶ ἀπεκρίθην καὶ εἶπα πρὸς αὐτόν· τί αἱ δύο ἐλαῖαι αὗται, αἱ ἐκ δεξιῶν τῆς λυχνίας καὶ ἐξ εὐωνύμων;
Απεκρίθην τότε και είπα προς αυτόν· “αι δύο αυταί ελαίαι, η μία εκ δεξιών της λυχνίας και η άλλη εξ αριστερών, τι σημαίνουν;”
12 καὶ ἐπηρώτησα ἐκ δευτέρου καὶ εἶπα πρὸς αὐτόν· τί οἱ δύο κλάδοι τῶν ἐλαιῶν οἱ ἐν ταῖς χερσὶ τῶν δύο μυξωτήρων τῶν χρυσῶν τῶν ἐπιχεόντων καὶ ἐπαναγόντων τὰς ἐπαρυστρίδας τὰς χρυσᾶς;
Δευτέραν φοράν τον ηρώτησα και είπα προς αυτόν· “τι σημαίνουν οι δύο κλάδοι των ελαίων εις τα δύο χρυσά δοχεία, όπου χύνεται το έλαιον και διοχετεύεται στους χρυσούς αγωγούς;”
13 καὶ εἶπε πρός με· οὐκ οἶδας τί ἐστι ταῦτα; καὶ εἶπα οὐχί, κύριε.
Ο άγγελος με ηρώτησε· “δεν γνωρίζεις λοιπόν, τι σημαίνουν αυτά; Και είπα, όχι.
14 καὶ εἶπεν· οὗτοι οἱ δύο υἱοὶ τῆς πιότητος παρεστήκασι Κυρίῳ πάσης τῆς γῆς.
Ο άγγελος είπε· “αυτοί είναι οι δύο εκλεκτοί άνδρες, οι οποίοι παρίστανται ενώπιον του Θεού, του κυριάρχου όλης της γης”.
Ερμηνεία Ἰ. Κολιτσάρα