ελ
Παλαιά Διαθήκη
1 ΚΡΙΝΟΝ με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην καὶ ἐπὶ τῷ Κυρίῳ ἐλπίζων, οὐ μὴ ἀσθενήσω.
Κρίνόν με, Κυριε, ότι εγώ εν ακακία μου επορεύθην και επί τω Κυρίω ελπίζων ου μη ασθενήσω.
2 δοκίμασόν με, Κύριε, καὶ πείρασόν με, πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου.
Δοκιμασον με, Κυριε, και πείρασόν με, πύρωσον τους νεφρούς μου και την καρδίαν μου.
3 ὅτι τὸ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μού ἐστι, καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου.
Οτι το έλεός σου κατέναντι των οφθαλμών μου εστι, και ευηρέστησα εν τη αληθεία σου.
4 οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω·
Ουκ εκάθισα μετά συνεδρίου ματαιότητος και μετά παρανομούντων ου μη εισέλθω·
5 ἐμίσησα ἐκκλησίαν πονηρευομένων καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω.
εμίσησα εκκλησίαν πονηρευομένων και μετά ασεβών ου μη καθίσω.
6 νίψομαι ἐν ἀθῴοις τὰς χεῖράς μου καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε,
Νιψομαι εν αθώοις τας χείράς μου και κυκλώσω το θυσιαστήριόν σου, Κυριε,
7 τοῦ ἀκοῦσαί με φωνῆς αἰνέσεώς σου καὶ διηγήσασθαι πάντα τὰ θαυμάσιά σου.
του ακούσαί με φωνής αινέσεως κοι διηγήσασθαι πάντα τα θαυμάσιά σου.
8 Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου καὶ τόπον σκηνώματος δόξης σου.
Κυριε, ηγάπησα ευπρέπειαν οίκου σου και τόπον σκηνώματος δόξης σου.
9 μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου,
Μη συναπολέσης μετά ασεβών την ψυχήν μου και μετά ανδρών αιμάτων την ζωήν μου,
10 ὧν ἐν χερσὶν ἀνομίαι, ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων.
ων εν χερσίν ανομίαι, η δεξιά αυτών επλήσθη δώρων.
11 ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην· λύτρωσαί με καὶ ἐλέησόν με.
Εγώ δε εν ακακία μου επορεύθην· λύτρωσαί με και ελέησόν με.
12 ὁ πούς μου ἔστη ἐν εὐθύτητι· ἐν ἐκκλησίαις εὐλογήσω σε, Κύριε.
Ο πούς μου έστη εν ευθύτητι· εν εκκλησίαις ευλογήσω σε, Κυριε.
123456789101112131415161718192021222324
25
2627282930313233343536373839404142434445464748495051525354555657585960616263646566676869707172737475767778798081828384858687888990919293949596979899100101102103104105106107108109110111112113114115116117118119120121122123124125126127128129130131132133134135136137138139140141142143144145146147148149150151Ερμηνεία Ἰ. Κολιτσάρα