ελ
Παλαιά Διαθήκη
1 ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
Ο Κυριος ωμίλησε προς τον Μωϋσήν, λέγων·
2 ἔντειλαι τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· ὑμεῖς εἰσπορεύεσθε εἰς τὴν γῆν Χαναάν· αὕτη ἔσται ὑμῖν εἰς κληρονομίαν, γῆ Χαναὰν σὺν τοῖς ὁρίοις αὐτῆς.
“δώσε εντολήν στους Ισραηλίτας και ειπέ εις αυτούς· Σεις εισέρχεσθε εις την γην Χαναάν· αυτή θα είναι η κληρονομία σας, η χώρα Χαναάν εις όλην αυτής την έκτασιν.
3 καὶ ἔσται ὑμῖν τὸ κλίτος τὸ πρὸς λίβα ἀπὸ ἐρήμου Σὶν ἕως ἐχόμενον Ἐδώμ, καὶ ἔσται ὑμῖν τὰ ὅρια πρὸς λίβα ἀπὸ μέρους τῆς θαλάσσης τῆς ἁλυκῆς ἀπὸ ἀνατολῶν·
Το νότιον αυτής τμήμα από την έρημον Σιν, εν συνεχεία καθ' όλην την έκτασιν της Ιδουμαίας· τα νότια σύνορα θα αρχίζουν εξ ανατολών από την Νεκράν Θαλασσαν,
4 καὶ κυκλώσει ὑμᾶς τὰ ὅρια ἀπὸ λιβὸς πρὸς ἀνάβασιν Ἀκραβὶν καὶ παρελεύσεται Σεννά, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ πρὸς λίβα Κάδης τοῦ Βαρνή. καὶ ἐξελεύσεται εἰς ἔπαυλιν Ἀρὰδ καὶ παρελεύσεται Ἀσεμωνᾶ·
θα προχωρούν κυκλικώς από τον νότον και θα ανέρχωνται προς το όρος Ακραβίν, θα διέρχωνται την ταποθεσίαν Σεννά, θα φθάνουν πάλιν προς νότον, μέχρι της Καδης του Βαρνή, θα διέρχωνται τους αγροτικούς καταυλισμούς Αράδ και θα περάσουν πλησίον της τοποθεσίας Ασεμωνά.
5 καὶ κυκλώσει τὰ ὅρια ἀπὸ Ἀσεμωνᾶ χειμάρρουν Αἰγύπτου, καὶ ἔσται ἡ διέξοδος ἡ θάλασσα.
Τα όρια αυτά θα περιγράψουν κύκλον, από Ασεμωνά προς τον χείμαρρον της Αιγύπτου και θα εξέλθουν έως την Μεσόγειον Θαλασσαν.
6 καὶ τὰ ὅρια τῆς θαλάσσης ἔσται ὑμῖν· ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ, τοῦτο ἔσται ὑμῖν τὰ ὅρια τῆς θαλάσσης.
Τα προς την Μεσόγειον Θαλασσαν σύνορά σας τα προς δυσμάς θα είναι· Η μεγάλη θάλασσα, η Μεσόγειος, το προς δυσμάς σύνορον. Αυτή θα είναι το δυτικον σύνορον όλης της γης Χαναάν.
7 καὶ τοῦτο ἔσται ὑμῖν τὰ ὅρια πρὸς βορρᾶν· ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης καταμετρήσετε ὑμῖν αὐτοῖς παρὰ τὸ ὄρος τὸ ὄρος·
Τα προς βορράν σύνορα θα είναι τα εξής· Παρετε ευθείαν γραμμήν από την Μεσόγειον θάλασσαν μέχρι του μεγάλου όρους, που λέγεται “Ορος” (ίσως το Ερμών η ο Λιβανος).
8 καὶ ἀπὸ τοῦ ὄρους τὸ ὄρος καταμετρήσετε αὐτοῖς εἰσπορευομένων εἰς Ἐμάθ, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ τὰ ὅρια Σαραδάκ·
Από το Ορος πάρετε νέαν γραμμήν μέχρις ότου φθάσατε εις Εμάθ. Η γραμμή αυτή θα διέρχεται μέχρις Σαραδάκ.
9 καὶ ἐξελεύσεται τὰ ὅρια Δεφρωνά, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ Ἀρσεναΐν· τοῦτο ἔσται ὑμῖν ὅρια ἀπὸ βορρᾶ.
Από εκεί θα εξέρχεται εις τα όρια Δεφρωνά και θα φθάνη μέχρι της Αρσεναΐν. Αυτά θα είναι τα από βορρά σύνορά σας.
10 καὶ καταμετρήσετε ὑμῖν αὐτοῖς τὰ ὅρια ἀνατολῶν ἀπὸ Ἀρσεναΐν Σεπφαμάρ·
Τα δε σύνορά σας προς Ανατολάς θα είναι· Παρετε μίαν γραμμήν από την Αρσεναΐν μέχρι Σεπφαμάρ.
11 καὶ καταβήσεται τὰ ὅρια ἀπὸ Σεπφάμ Ἀρβηλὰ ἀπὸ ἀνατολῶν ἐπὶ πηγάς, καὶ καταβήσεται τὰ ὅρια Βηλὰ ἐπὶ νώτου θαλάσσης Χενερὲθ ἀπὸ ἀνατολῶν·
Η γραμμή αυτή θα κατεβή από Σεπφάμ εις Αρβηλά, από τα ανατολικά πάντοτε μέρη, πλησίον εις τας πηγάς, θα προχωρή εις Βηλά κατά μήκος της θαλάσσης Γεννησαρέτ προς ανατολάς αυτής.
12 καὶ καταβήσεται τὰ ὅρια ἐπὶ τὸν Ἰορδάνην, καὶ ἔσται ἡ διέξοδος θάλασσα ἡ ἁλυκή. αὕτη ἔσται ὑμῖν ἡ γῆ καὶ τὰ ὅρια αὐτῆς κύκλῳ.
Η γραμμή αυτή, η καθοριστική των ορίων, κατέρχεται προς τα νότια μέρη παρά τον Ιορδάνην ποταμόν και καταλήγει μέχρι της Νεκράς Θαλάσσης. Αυτή θα είναι η χώρα σας και αυτά θα είναι τα σύνορα της κύκλω”.
13 καὶ ἐνετείλατο Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ λέγων· αὕτη ἡ γῆ, ἣν κατακληρονομήσετε αὐτὴν μετὰ κλήρου, ὃν τρόπον συνέταξε Κύριος δοῦναι αὐτὴν ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ·
Διέταξεν ακόμη ο Μωϋσής τους Ισραηλίτας και είπεν· “αυτή είναι η χώρα, την οποίαν θα κληρονομήσετε και θα διαμοιρασθήτε με κλήρον εις τας φυλάς σας. Οπως διέταξεν ο Κυριος, θα διανείμετε αυτήν εις τας εννέα φυλάς σας και στο ήμισυ της φυλής Μανασσή,
14 ὅτι ἔλαβε φυλὴ υἱῶν Ρουβὴν καὶ φυλὴ υἱῶν Γὰδ κατ' οἴκους πατριῶν αὐτῶν, καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ ἀπέλαβον τοὺς κλήρους αὐτῶν,
διότι η φυλή Ρουβήν και η φυλή του Γαδ, όπως επίσης και το ήμισυ της φυλής Μανασσή, εζήτησαν ήδη και έλαβον δια τον εαυτόν των την κληρονομίαν των.
15 δύο φυλαὶ καὶ ἥμισυ φυλῆς ἔλαβον τοὺς κλήρους αὐτῶν πέραν τοῦ Ἰορδάνου κατὰ Ἱεριχὼ ἀπὸ νότου κατὰ ἀνατολάς.
Δηλαδή αι δύο φυλαί Γαδ και Ρουβήν και το ήμισυ της φυλής Μανασσή έλαβον ως κληρονομίαν των την πέραν του Ιορδάνου περιοχήν, απέναντι της Ιεριχούς, η οποία εκτείνεται από τον νότον προς τα βορειοανατολικά”.
16 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
Ωμίλησεν ο Κυριος προς τον Μωϋσήν λέγων·
17 ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οἳ κληρονομήσουσιν ὑμῖν τὴν γῆν· Ἐλεάζαρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυή.
“αυτά είναι τα ονόματα των ανδρών, οι οποίοι, ως Επιτροπή, θα μοιράσουν την χώραν Χαναάν· Ο αρχιερεύς Ελεάζαρ και ο Ιησούς ο του Ναυη.
18 καὶ ἄρχοντα ἕνα ἐκ φυλῆς λήψεσθε κατακληρονομῆσαι ὑμῖν τὴν γῆν.
Θα πάρετε έπειτα ένα άρχοντα από κάθε φυλήν δια την κατανομήν της χώρας εις σας.
19 καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν· τῆς φυλῆς Ἰούδα Χάλεβ υἱὸς Ἰεφοννή·
Αυτά είναι τα ονόματα των ανδρών από κάθε φυλήν· Από την φυλήν του Ιούδα ο Χαλεβ, ο υιός του Ιεφοννή.
20 τῆς φυλῆς Συμεὼν Σαλαμιὴλ υἱὸς Ἐμιούδ·
Από την φυλή του Συμεών ο Σαλαμιήλ, υιός του Εμιούδ.
21 τῆς φυλῆς Βενιαμὶν Ἐλδὰδ υἱὸς Χασλών·
Από την φυλήν Βενιαμίν ο Ελδάδ, υιός του Χασλών.
22 τῆς φυλῆς Δὰν ἄρχων Βακχὶρ υἱὸς Ἐγλί·
Από την φυλήν Δαν ο άρχων Βακχίρ, υιός του Εγλί.
23 τῶν υἱῶν Ἰωσὴφ φυλῆς υἱῶν Μανασσῆ ἄρχων Ἀνιὴλ υἱὸς Σουφί·
Από δε τους υιούς του Ιωσήφ εκ της φυλής Μανασσή ο άρχων Ανιήλ, υιός του Σουφί.
24 τῆς φυλῆς υἱῶν Ἐφραὶμ ἄρχων Καμουὴλ υἱὸς Σαβαθᾶν·
Από την φυλήν Εφραίμ ο άρχων Καμουήλ, υιός του Σαβαθάν.
25 τῆς φυλῆς Ζαβουλὼν ἄρχων Ἐλισαφὰν υἱὸς Φαρνάχ·
Από την φυλήν Ζαβουλών ο άρχων Ελισαφάν, υιός του Φαρνάχ.
26 τῆς φυλῆς υἱῶν Ἰσσάχαρ ἄρχων Φαλτιὴλ υἱὸς Ὀζᾶ·
Από την φυλήν Ισσάχαρ ο άρχων Φαλιήλ, υιός του Οζά.
27 τῆς φυλῆς υἱῶν Ἀσὴρ ἄρχων Ἀχιὼρ υἱὸς Σελεμί·
Από την φυλήν Ασήρ, ο άρχων Αχιώρ, υιός του Σελεμί.
28 τῆς φυλῆς Νεφθαλὶ ἄρχων Φαδαὴλ υἱὸς Ἰαμιούδ.
Και από την φυλήν Νεφθαλί, ο άρχων Φαδαήλ, υιός του Ιαμιούδ”.
29 τούτοις ἐνετείλατο Κύριος καταμερίσαι τοῖς υἱοῖς Ἰσραὴλ ἐν γῇ Χαναάν.
Εις αυτούς έδωσεν ο Κυριος την εντολήν να διαμοιράσουν την χώραν της Χαναάν στους Ισραηλίτας.
Ερμηνεία Ἰ. Κολιτσάρα