ελ
Παλαιά Διαθήκη
1 ΚΑΙ ἐκάθισαν οἱ ἄρχοντες τοῦ λαοῦ ἐν Ἱερουσαλήμ, καὶ οἱ κατάλοιποι τοῦ λαοῦ ἐβάλοσαν κλήρους ἐνέγκαι ἕνα ἀπὸ τῶν δέκα καθίσαι ἐν Ἱερουσαλὴμ πόλει τῇ ἁγίᾳ καὶ ἐννέα μέρη ἐν ταῖς πόλεσι.
Οι αρχηγοί του λαού εγκατεστάθησαν εις την Ιερουσαλήμ. Οι υπόλοιποι όμως άνθρωποι του λαού έρριψαν κλήρους, δια να φέρουν ένα επί δέκα να κατοικήση εις την Ιερουσαλήμ, την ιεράν πόλιν, ενώ τα εννέα δέκατα θα παρέμεναν εις τας άλλας πόλεις.
2 καὶ εὐλόγησεν ὁ λαὸς τοὺς πάντας ἄνδρας τοὺς ἑκουσιαζομένους καθίσαι ἐν Ἱερουσαλήμ·
Ο λαός ευλόγησεν όλους εκείνους, οι οποίοι αυτοπροαιρέτως απεφάσισαν να εγκατασταθούν εις την Ιερουσαλήμ.
3 καὶ οὗτοι οἱ ἄρχοντες τῆς χώρας, οἳ ἐκάθισαν ἐν Ἱερουσαλὴμ καὶ ἐν πόλεσιν Ἰούδα· ἐκάθισαν ἀνὴρ ἐν κατασχέσει αὐτοῦ, ἐν πόλεσιν αὐτῶν Ἰσραήλ, οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ναθιναῖοι καὶ οἱ υἱοὶ δούλων Σαλωμών·
Αυτοί δε είναι οι άρχοντες της περιοχής Ιουδαίας, οι οποίοι εγκατεστάθησαν εις την Ιερουσαλήμ και εις άλλας πόλεις της Ιουδαίας. Αλλοι εγκατεστάθησαν εις τας πόλεις της Ιουδαίας, ο καθένας εγκατεστάθη εις την ιδιοκτησίαν του, και εις την ιδικήν των πόλιν. Το ίδιο έπραξαν και οι ιερείς και οι Λευίται, οι κατώτεροι υπηρέται του ναού και οι απόγονοι των δούλων του Σολομώντος.
4 καὶ ἐν Ἱερουσαλὴμ ἐκάθισαν ἀπὸ υἱῶν Ἰούδα καὶ ἀπὸ υἱῶν Βενιαμίν. ἀπὸ υἱῶν Ἰούδα· Ἀθαΐα υἱὸς Ἀζία, υἱὸς Ζαχαρία, υἱὸς Σαμαρία, υἱὸς Σαφατία, υἱὸς Μαλελεὴλ καὶ ἀπὸ τῶν υἱῶν Φαρές,
Εις την Ιερουσαλήμ εγκατεστάθησαν οι καταγόμενοι από την φυλήν του Ιούδα και την φυλήν του Βενιαμίν. Από την φυλήν του Ιούδα ήσαν· ο Αθαΐα, ο υιός του Αζία, ο υιός του Ζαχαρία, ο υιός του Σαμαρία, ο υιός του Σαφατία, ο υιός του Μαλελεήλ, και από την φυλήν του Φαρές,
5 καὶ Μαασία υἱὸς Βαρούχ, υἱὸς Χαλαζά, υἱὸς Ὀζία, υἱὸς Ἀδαΐα, υἱὸς Ἰωαρίβ, υἱὸς Ζαχαρίου, υἱὸς τοῦ Σηλωνί·
ο Μαασίας, ο υιός του Βαρούχ, ο υιός του Χαλαζά, ο υιός του Οζία, ο υιός του Αδαΐα, ο υιός του Ιωαρίβ, ο υιός του Ζαχαρίου, ο υιός του Σηλωνί.
6 πάντες υἱοὶ Φαρὲς οἱ καθήμενοι ἐν Ἱερουσαλὴμ τετρακόσιοι ἑξηκονταοκτὼ ἄνδρες δυνάμεως.
Ολοι οι απόγονοι του Φαρές, οι οποίοι είχον εγκατασταθή εις την Ιερουσαλήμ ήσαν τετρακόσιοι εξήκοντα οκτώ άνδρες ισχυροί.
7 καὶ οὗτοι υἱοὶ Βενιαμίν· Σηλὼ υἱὸς Μεσουλάμ, υἱὸς Ἰωάδ, υἱὸς Φαδαΐα, υἱὸς Κωλεΐα, υἱὸς Μαασίου, υἱὸς Ἐθιήλ, υἱὸς Ἰεσία,
Από δε την φυλήν του Βενιαμίν οι εγκατασταθέντες εις την Ιερουσαλήμ ήσαν· ο Σηλώ, ο υιός του Μεσουλάμ, ο υιός του Ιωάδ, ο υιός του Φαδαΐα, ο υιός του Κωλεΐα, ο υιός το Μαασίου, ο υιός του Εθιήλ, ο υιός του Ιεσία,
8 καὶ ὀπίσω αὐτοῦ Γηβέ, Σηλί, ἐννακόσιοι εἰκοσιοκτώ.
και εν συνεχεία από αυτόν ο Γηβέ, ο Ιεσία, ο Σηλί, εν όλω άνδρες εννεακόσιοι είκοσι οκτώ.
9 καὶ Ἰωὴλ υἱὸς Ζεχρὶ ἐπίσκοπος ἐπ' αὐτούς, καὶ Ἰούδα υἱὸς Ἀσανὰ ἀπὸ τῆς πόλεως δεύτερος·
Ο Ιωήλ, υιός του Ζεχρί ήτο αρχηγός εις αυτούς, ο Ιούδας ο υιός του Ασανά, ο υπαρχηγός της πόλεως.
10 ἀπὸ τῶν ἱερέων· καὶ Ἰαδία υἱὸς Ἰωρίβ, Ἰαχίν,
Από δε τους ιερείς ήσαν· ο Ιαδία υιός του Ιωρίβ, ο Ιαχίν,
11 Σαραία υἱὸς Ἐλχία, υἱὸς Μεσουλάμ, υἱὸς Σαδδούκ, υἱὸς Μαριώθ, υἱὸς Αἰτὼθ ἀπέναντι οἴκου τοῦ Θεοῦ.
ο Σαραία υιός του Ελχία, ο υιός του Μεσουλάμ, ο υιύς του Σαδδούκ, ο υιός του Μαριώθ, ο υιός του Αιτώθ, αυτός ο οποίος κατοικούσε απέναντι από τον ναόν του Θεού.
12 καὶ ἀδελφοὶ αὐτῶν ποιοῦντες τὸ ἔργον τοῦ οἴκου ὀκτακόσιοι εἰκοσιδύο. καὶ Ἀδαΐα υἱὸς Ἱεροάμ, υἱοῦ Φαλαλία, υἱοῦ Ἀμασί, υἱὸς Ζαχαρία, υἱὸς Φασσούρ, υἱὸς Μελχία,
Οι αδελφοί αυτών, οι οποίοι ησχολούντο με τα έργα εντός του ναού, ήσαν οκτακόσιοι είκοσι δύο. Ο Αδαΐα υιός του Ιεροάμ, υιού του Φαλαλία, υιού του 'Αμασι, ο υιός του Ζαχαρία, ο υιός του Φασσούρ, υιός του Μελχία,
13 καὶ ἀδελφοὶ αὐτοῦ, ἄρχοντες πατριῶν διακόσιοι τεσσαρακονταδύο. καὶ Ἀμασία υἱὸς Ἐσδριήλ, υἱοῦ Μεσαριμίθ, υἱοῦ Ἐμμήρ,
και οι αδελφοί αυτού οι αρχηγοί των οικογενειών ήσαν διακόσιοι τεσσαράκοντα δύο. Ο Αμασία ο υιός του Εσδριήλ, υιού του Μεσαριμίθ, υιού του Εμμήρ,
14 καὶ ἀδελφοὶ αὐτοῦ δυνατοὶ παρατάξεως ἑκατὸν εἰκοσιοκτώ· καὶ ἐπίσκοπος Βαδιὴλ υἱὸς τῶν μεγάλων.
και οι αδελφοί αυτού, άνδρες ικανοί δια τον πόλεμον, ήσαν εν όλω εκατόν είκοσι οκτώ. Ο Βαδιήλ, γόνος μεγάλων ανδρών, ήτο αρχηγός των.
15 καὶ ἀπὸ τῶν Λευιτῶν Σαμαΐα υἱὸς Ἐσρικάμ,
Από δε τους Λευίτας ήσαν ο Σαμαΐα ο υιός του Εσρικάμ,
17 Ματθανίας υἰὸς Μιχὰ καὶ Ἰωβὴβ υἱὸς Σαμουΐ,
ο Ματθανίας ο υιός του Μιχά και ο Ιωβήδ υιός του Σαμουΐ,
18 διακόσιοι ὀγδοηκοντατέσσαρες.
εν όλω διακόσιοι ογδοήκοντα τέσσαρες.
19 καὶ οἱ πυλωροὶ Ἀκούβ, Τελαμίν, καὶ οἱ ἀδελφοὶ αὐτῶν, ἑκατὸν ἑβδομηκονταδύο.
Από τους θυρωρούς ήσαν ο Ακούβ, ο Τελαμίν και οι συγγενείς αυτών εν όλω εκατόν εβδομήκοντα δύο.
22 καὶ ἐπίσκοπος Λευιτῶν υἱὸς Βανί, υἱὸς Ὀζί, υἱὸς Ἀσαβία, υἱὸς Μιχά. ἀπὸ υἱῶν Ἀσὰφ τῶν ᾀδόντων ἀπέναντι ἔργου οἴκου τοῦ Θεοῦ·
Αρχηγός των Λευϊτών ήτο ο υιός του Βανί, υιού του Οζί υιού του Ασαβία, υιού του Μιχά. Από τους απογόνους του Ασάφ, τους ψάλτας, στο έργον του ναού του Θεού.
23 ὅτι ἐντολὴ τοῦ βασιλέως εἰς αὐτούς.
Δι' αυτούς υπήρχε μάλιστα ειδική εντολή του βασιλέως.
24 καὶ Φαθαΐα υἱὸς Βασηζὰ πρὸς χεῖρα τοῦ βασιλέως εἰς πᾶν χρῆμα τῷ λαῷ.
Ο δε Φαθαΐα υιός του Βασηζά ήτο ο εκπρόσωπος του βασιλέως δι' όλας τας υποθέσστου λαού.
25 καὶ πρὸς τὰς ἐπαύλεις ἐν ἀγρῷ αὐτῶν. καὶ ἀπὸ υἱῶν Ἰούδα ἐκάθισαν ἐν Καριαθαρβὸκ
Ως προς δε τα χωριά με τους αγρούς των, μερικοί Ιουδαίοι εγκατεστάθησαν εις την Καριαθαρβόκ (Χεβρών),
26 καὶ ἐν Ἰησοῦ
εις Ιησού,
27 καὶ ἐν Βηρσαβεέ, καὶ ἐπαύλεις αὐτῶν,
εις Βηρσαβεέ και τας περιοχάς αυτών.
30 Λαχὶς καὶ ἀγροὶ αὐτῆς· καὶ παρενεβάλοσαν ἐν Βηρσαβεέ.
Εις Λαχίς και τα χωράφια της. Κατώκησαν δε και εις Βηρσαβεέ.
31 καὶ οἱ υἱοὶ Βενιαμὶν ἀπὸ Γαβαὰ Μαχμάς.
Οι απόγονοι της φυλής Βενιαμίν εγκατεστάθησαν από την πόλιν Γαβαά μέχρι Μαχμάς.
36 καὶ ἀπὸ τῶν Λευιτῶν μερίδες Ἰούδα τῷ Βενιαμίν.
Μεταξύ των Λευϊτών υπήρξαν και τάξεις, που ανήκον εις την φυλήν του Ιούδα και την φυλήν του Βενιαμίν.
Ερμηνεία Ἰ. Κολιτσάρα