ελ
Παλαιά Διαθήκη
1 ΚΑΙ ἐγένετο ἐν τῷ ἀνάγειν Κύριον ἐν συσσεισμῷ τὸν Ἠλιοὺ ὡς εἰς τὸν οὐρανὸν καὶ ἐπορεύθη Ἠλιοὺ καὶ Ἑλισαιὲ ἐκ Γαλγάλων.
Οταν ο Κυριος απεφάσισε να αναλάβη τον Ηλίαν με συσσεισμόν άνω προς τον ουρανόν, ο Ηλίας και ο Ελισαίος ανεχώρησαν από τα Γαλγαλα.
2 καὶ εἶπεν Ἠλιοὺ πρὸς Ἑλισαιέ· κάθου δὴ ἐνταῦθα, ὅτι Κύριος ἀπέσταλκέ με ἕως Βαιθήλ· καὶ εἶπεν Ἑλισαιέ· ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἦλθον εἰς Βαιθήλ.
Είπεν ο Ηλιού προς τον Ελισαίον· “κάθησε εδώ, σε παρακαλώ, διότι ο Κυριος με απέστειλεν έως εις την Βαιθήλ”. Ο Ελισαίος απήντησεν· “ορκίζομαι στον ζώντα Θεόν και εις την ζωήν σου, ότι δεν θα σε εγκαταλείψω”. Και ήλθον μαζή εις την Βαιθήλ.
3 καὶ ἦλθον οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Βαιθὴλ πρὸς Ἑλισαιὲ καὶ εἶπον πρὸς αὐτόν· εἰ ἔγνως, ὅτι Κύριος σήμερον λαμβάνει τὸν κύριόν σου ἐπάνωθεν τῆς κεφαλῆς σου; καὶ εἶπε· κἀγὼ ἔγνωκα, σιωπᾶτε.
Οι προφήται, οι οποίοι ευρίσκοντο εκεί εις την Βαιθήλ, ήλθον στον Ελισαίον και του είπον· “άραγε γνωρίζεις ότι σήμερον ο Κυριος θα πάρη επάνω από το κεφάλι σου τον κύριόν σου;” Εκείνος τους απήντησε· “και εγώ το γνωρίζω πολύ καλά μη ομιλείτε”.
4 καὶ εἶπεν Ἠλιοὺ πρὸς Ἑλισαιέ· κάθου δὴ ἐνταῦθα, ὅτι Κύριος ἀπέσταλκέ με εἰς Ἱεριχώ· καὶ εἶπεν Ἑλισαιέ· ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἦλθον εἰς Ἱεριχώ.
Ο Ηλίας είπε προς τον Ελισαίον· “κάθησε, σε παρακαλώ, εδώ, διότι ο Κυριος μου έχει δώσει εντολήν να μεταβώ εις την Ιεριχώ” Ο Ελισαιέ όμως του είπεν· “ορκίζομαι στον ζώντα Θεόν και εις την ιδικήν σου ζωήν, ότι δεν θα σε εγκαταλείψω”. Και έφθασαν μαζή εις την Ιεριχώ.
5 καὶ ἤγγισαν οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Ἱεριχὼ πρὸς Ἑλισαιὲ καὶ εἶπαν πρὸς αὐτόν· εἰ ἔγνως ὅτι σήμερον λαμβάνει Κύριος τὸν κύριόν σου ἐπάνωθεν τῆς κεφαλῆς σου; καὶ εἶπε· καί γε ἐγὼ ἔγνων, σιωπᾶτε.
Ο προφήται, οι οποίοι ευρίσκοντο εις την Ιεριχώ, ήλθαν προς τον Ελισαιέ και του είπαν· “αλήθεια, γνωρίζεις ότι σήμερον θα αναλάβη στον ουρανόν επάνω από το κεφάλι σου ο Κυριος τον κύριόν σου;” Εκείνος απήντησε· “βεβαίως το γνωρίζω. Μη ομιλείτε όμως”.
6 καὶ εἶπεν αὐτῷ Ἠλιού· κάθου δὴ ὧδε, ὅτι Κύριος ἀπέσταλκέ με ἕως εἰς τὸν Ἰορδάνην· καὶ εἶπεν Ἑλισαιέ· ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἐπορεύθησαν ἀμφότεροι·
Είπε προς τον Ελισαίον ο Ηλιού· “κάθησε συ εδώ, διότι ο Κυριος με έχει αποστείλει έως τον Ιορδάνην”. Ο Ελισαίος απήντησε· “Ορκίζομαι στον ζώντα Κυριον και εις την ζωήν σου, ότι δεν θα σε εγκαταλείψω”. Και επήγαν και οι δύο προς τον Ιορδάνην.
7 καὶ πεντήκοντα ἄνδρες υἱοὶ τῶν προφητῶν καὶ ἔστησαν ἐξεναντίας μακρόθεν· καὶ ἀμφότεροι ἔστησαν ἐπὶ τοῦ Ἰορδάνου.
Συγχρόνως όμως πενήντα άνδρες από τους προφήτας μετέβησαν και εστάθησαν όρθιοι μακράν απέναντι από αυτούς, ο δε Ελισαίος και ο Ηλίας εστάθησαν εις την όχθην του ποταμού Ιορδάνου.
8 καὶ ἔλαβεν Ἠλιοὺ τὴν μηλωτὴν αὐτοῦ καὶ εἵλησε καὶ ἐπάταξε τὸ ὕδωρ, καὶ διῃρέθη τὸ ὕδωρ ἔνθα καὶ ἔνθα, καὶ διέβησαν ἀμφότεροι ἐν ἐρήμῳ.
Ο Ηλίας επήρε την μηλωτήν, ετύλιξεν αυτήν, εκτύπησε το ύδωρ του ποταμού, το οποίον και διηρέθη εις δύο μέρη, άνω και κάτω. Και διέβησαν και οι δύο προς την απέναντι έρημον περιοχήν.
9 καὶ ἐγένετο ἐν τῷ διαβῆναι αὐτοὺς καὶ Ἠλιοὺ εἶπε πρὸς Ἑλισαιέ· αἴτησαι τί ποιήσω σοι πρὶν ἢ ἀναληφθῆναί με ἀπὸ σοῦ. καὶ εἶπεν Ἑλισαιέ· γενηθήτω δὴ διπλᾶ ἐν πνεύματί σου ἐπ᾿ ἐμέ.
Οταν επέρασαν τον ποταμόν, είπεν ο Ηλίας προς τον Ελισαίον· “ζήτησέ μου τι θέλεις να σου κάμω, πριν αναληφθώ από σε στον ουρανόν”; Ο Ελισαίος απήντησεν· “δόσε, σε παρακαλώ, διπλήν την χάριν σου εις εμέ”.
10 καὶ εἶπεν Ἠλιού· ἐσκλήρυνας τοῦ αἰτήσασθαι· ἐὰν ἴδῃς με ἀναλαμβανόμενον ἀπὸ σοῦ, καὶ ἔσται σοι οὕτως· καὶ ἐὰν μή, οὐ μὴ γένηται.
Ο Ηλιού απήντησε· “πολύ βαρύ είναι το αίτημά σου. Εάν όμως με ίδης να αναλαμβάνωμαι από σε προς τον ουρανόν, θα πραγματοποιηθή το αίτημά σου. Εάν όμως όχι, δεν θα πραγματοποιηθή”.
11 καὶ ἐγένετο αὐτῶν πορευομένων, ἐπορεύοντο καὶ ἐλάλουν· καὶ ἰδοὺ ἅρμα πυρὸς καὶ ἵπποι πυρὸς καὶ διέστειλαν ἀνὰ μέσον ἀμφοτέρων, καὶ ἀνελήφθη Ἠλιοὺ ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν.
Ενώ δε αυτοί εβάδιζαν και πορευόμενοι συνωμίλουν, αίφνης ένα πύρινον άρμα και πύρινοι ίπποι διεχώρισαν τον ένα από τον άλλον, και ο Ηλιού μέσα εις ανεμοστρόβιλον ανελήφθη και εφέρετο ως στον ουρανόν.
12 καὶ Ἑλισαιὲ ἑώρα καὶ ἐβόα· πάτερ, πάτερ, ἅρμα Ἰσραὴλ καὶ ἱππεὺς αὐτοῦ· καὶ οὐκ εἶδεν αὐτὸν ἔτι καὶ ἐπελάβετο τῶν ἱματίων αὐτοῦ καὶ διέρρηξεν αὐτὰ εἰς δύο ρήγματα.
Ο Ελισαίος έβλεπε και εκραύγαζε· “πάτερ, πάτερ, συ ήσο η σωτήριος δύναμις, άρματα και ιππικόν, δια τον λαόν του Ισραήλ”. Ο Ελισαίος δεν τον είδε πλέον. Και εις ένδειξιν λύπης δια τον χωρισμόν έπιασε τα ενδύματά του και τα έσχισεν εις δύο κομμάτια.
13 καὶ ὕψωσε τὴν μηλωτὴν Ἠλιού, ἣ ἔπεσεν ἐπάνωθεν Ἑλισαιέ, καὶ ἐπέστρεψεν Ἑλισαιὲ καὶ ἔστη ἐπὶ τοῦ χείλους τοῦ Ἰορδάνου·
Ο Ελισαίος εσήκωσεν από κάτω την μηλωτήν του Ηλιού, η οποία έπεσεν από επάνω υψηλά, και επέστρεφεν έχων την μηλωτήν. Εστάθη εις την όχθην του Ιορδάνου.
14 καὶ ἔλαβε τὴν μηλωτὴν Ἠλιού, ἣ ἔπεσεν ἐπάνωθεν αὐτοῦ, καὶ ἐπάταξε τὸ ὕδωρ καὶ οὐ διέστη· καὶ εἶπε· ποῦ ὁ Θεὸς Ἠλιοὺ ἀφφώ; καὶ ἐπάταξε τὰ ὕδατα, καὶ διερράγησαν ἔνθα καὶ ἔνθα, καὶ διέβη Ἑλισαιέ.
Επήρε την μηλωτήν του Ηλιού, η οποία έπεσεν επάνω εις αυτόν, εκτύπησε το ύδωρ, αλλ' εκείνο δεν διηρέθη, όπως προηγουμένως. Ο Ελισαίος είπε τότε· “που είναι ο Θεός του Ηλιού, που είναι;” Κατόπιν όμως εκτύπησε πάλιν τα ύδατα και εκείνα εχωρίσθησαν εις δύο, από εδώ και από εκεί, και ο Ελισαίος διέβη τον Ιορδάνην ποταμόν.
15 καὶ εἶδον αὐτὸν οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Ἱεριχὼ ἐξεναντίας καὶ εἶπον· ἐπαναπέπαυται τὸ πνεῦμα Ἠλιοὺ ἐπὶ Ἑλισαιέ· καὶ ἦλθον εἰς συναντὴν αὐτοῦ καὶ προσεκύνησαν αὐτῷ ἐπὶ τὴν γῆν.
Οι προφήται, οι οποίοι ήσαν εις την απέναντι όχθην του Ιορδάνου προς την Ιεριχώ, είδον το θαύμα και είπον· “πράγματι το Πνεύμα του Θεού ανεπαύθη στον Ελισαίον”. Ηλθον αυτοί εις συνάντησιν του Ελισαίου και προσεκύνησαν αυτόν μέχρις εδάφους.
16 καὶ εἶπον πρὸς αὐτόν· ἰδοὺ δὴ μετὰ τῶν παίδων σου πεντήκοντα ἄνδρες υἱοὶ δυνάμεως· πορευθέντες δὴ ζητησάτωσαν τὸν κύριόν σου, μή ποτε ᾖρεν αὐτὸν πνεῦμα Κυρίου καὶ ἔρριψεν αὐτὸν ἐν τῷ Ἰορδάνῃ ἢ ἐφ᾿ ἓν τῶν ὀρέων ἢ ἐφ᾿ ἕνα τῶν βουνῶν. καὶ εἶπεν Ἑλισαιέ· οὐκ ἀποστελεῖτε.
Είπον δε προς αυτόν· “ιδού, μαζή με ημάς τους προφήτας τους δούλους σου υπάρχουν πεντήκοντα δυνατοί νέοι. Σε παρακαλούμεν, ας μεταβούν να αναζητήσουν τον κύριόν σου τον Ηλίαν, μήπως, τυχόν και άνεμος επήρεν αυτόν και τον έρριψεν στον Ιορδάνην η εις κανένα όρος η εις κανένα από τους λόφους”. Ο Ελισαίος τους είπεν· “όχι να μη τους αποστείλετε”.
17 καὶ παρεβιάσαντο αὐτὸν ἕως οὗ ᾐσχύνετο. καὶ εἶπεν· ἀποστείλατε. καὶ ἀπέστειλαν πεντήκοντα ἄνδρας, καὶ ἐζήτησαν τρεῖς ἡμέρας καὶ οὐχ εὗρον αὐτόν.
Αυτοί όμως επέμεναν, ώστε ο Ελισαίος, από εντροπήν πλέον, υπεχώρησε και είπε· “στείλατέ τους”. Οι Προφήται έστειλαν τους πεντήκοντα νέους και ανεζήτουν τον Ηλίαν επί τρεις ημέρας, αλλά δεν τον ευρήκαν.
18 καὶ ἀνέστρεψαν πρὸς αὐτόν, καὶ αὐτὸς ἐκάθητο ἐν Ἱεριχώ, καὶ εἶπεν Ἑλισαιέ· οὐκ εἶπον πρὸς ὑμᾶς, μὴ πορευθῆτε;
Επέστρεψαν άπρακτοι προς τον Ελισαίον, ο οποίος εκάθητο εις την Ιεριχώ, και τους είπε· “δεν σας είπα να μη πάτε εις αναζήτησιν του Ηλιού;”
19 καὶ εἶπον οἱ ἄνδρες τῆς πόλεως πρὸς Ἑλισαιέ· ἰδοὺ ἡ κατοίκησις τῆς πόλεως ἀγαθή, καθὼς ὁ κύριος βλέπει, καὶ τὰ ὕδατα πονηρὰ καὶ ἡ γῆ ἀτεκνουμένη.
Οι άνδρες της Ιεριχούς είπαν προς τον Ελισαίον· “ιδού, η τοποθεσία και η περιοχή της πόλεως είναι ωραία, όπως και συ, ο κύριος, βλέπεις, αλλά τα νερά είναι επιβλαβή και η γη δεν βλαστάνει και δεν καρποφορεί”.
20 καὶ εἶπεν Ἑλισαιέ· λάβετέ μοι ὑδρίσκην καινὴν καὶ θέτε ἐκεῖ ἅλα· καὶ ἔλαβον καὶ ἤνεγκαν πρὸς αὐτόν.
Ο Ελισαίος είπε προς αυτούς· “φέρετέ μου μίαν καινούργιαν υδρίαν και βάλετε μέσα εις αυτήν αλάτι”. Επήραν και την έφεραν προς αυτόν, όπως τους είπε.
21 καὶ ἐξῆλθεν Ἑλισαιὲ εἰς τὴν διέξοδον τῶν ὑδάτων καὶ ἔρριψεν ἐκεῖ ἅλα καὶ εἶπε· τάδε λέγει Κύριος· ἴαμαι τὰ ὕδατα, οὐκ ἔσται ἔτι ἐκεῖθεν θάνατος καὶ ἀτεκνουμένη.
Ο Ελισαίος εβγήκε προς την πηγήν των υδάτων, έρριψεν εκεί το αλάτι και είπεν· “αυτά λέγει ο Κυριος· Εγώ εξυγιαίνω τα ύδατα και δεν θα προέρχεται πλέον από αυτά θάνατος και ακαρπία εις την γην”.
22 καὶ ἰάθησαν τὰ ὕδατα ἕως τῆς ἡμέρας ταύτης κατὰ τὸ ρῆμα Ἑλισαιέ, ὃ ἐλάλησε.
Πράγματι τα ύδατα εξυγιάνθησαν από της ώρας εκείνης και μένουν ζωογόνα και χρήσιμα μέχρι της ημέρας αυτής σύμφωνα με την εντολήν, την οποίαν ο Ελισαίος είπεν.
23 καὶ ἀνέβη ἐκεῖθεν εἰς Βαιθήλ· καὶ ἀναβαίνοντος αὐτοῦ ἐν τῇ ὁδῷ καὶ παιδάρια μικρὰ ἐξῆλθον ἐκ τῆς πόλεως καὶ κατέπαιζον αὐτοῦ καὶ εἶπον αὐτῷ· ἀνάβαινε, φαλακρέ, ἀνάβαινε.
Ο Ελισαίος ανεχώρησεν από την Ιεριχώ προς την Βαιθήλ. Ενώ δε ανέβαινεν αυτός τον δρόμον του, εβγήκαν μικρά παιδιά από την πόλιν και τον ενέπαιζαν λέγοντα· “ανάβαινε, φαλακρέ, ανάβαινε”.
24 καὶ ἐξένευσεν ὀπίσω αὐτῶν καὶ εἶδεν αὐτά, καὶ κατηράσατο αὐτοῖς ἐν ὀνόματι Κυρίου· καὶ ἰδοὺ ἐξῆλθον δύο ἄρκοι ἐκ τοῦ δρυμοῦ καὶ ἀνέρρηξαν ἀπ᾿ αὐτῶν τεσσαράκοντα καὶ δύο παῖδας.
Εγύρισεν οπίσω προς αυτά ο Ελισαίος, τα είδε και τα κατηράσθη εν ονόματι του Κυρίου· και ιδού εβγήκαν δύο άρκτοι από το δάσος και κατεσπάραξαν τεσσαράκοντα δύο παιδιά από αυτά.
25 καὶ ἐπορεύθη ἐκεῖθεν εἰς τὸ ὄρος τὸ Καρμήλιον κἀκεῖθεν ἐπέστρεψεν εἰς Σαμάρειαν.
Ο Ελισαίος μετέβη από εκεί στο όρος Καρμηλον και από εκεί επανήλθεν εις την Σαμάρειαν.
Ερμηνεία Ἰ. Κολιτσάρα