ελ
Παλαιά Διαθήκη
1 ΚΑΙ ἦν ὁ βασιλεὺς Σαλωμὼν βασιλεύων ἐπὶ Ἰσραήλ.
Ο βασιλεύς Σολομών εβασίλευσεν εις όλον τον ισραηλιτικόν λαόν.
2 καὶ οὗτοι ἄρχοντες οἳ ἦσαν αὐτῷ. Ἀζαρίας υἱὸς Σαδὼκ
Οι άρχοντες δέ, οι οποίοι εβοηθούσαν αυτόν, ήσαν οι εξής· Αζαριας ο υιός του Σαδώκ.
3 καὶ Ἐλιαρὲφ καὶ Ἀχιὰ υἱὸς Σαβὰ γραμματεῖς. καὶ Ἰωσαφὰτ υἱὸς Ἀχιλὶδ ἀναμιμνήσκων
Ο Ελιαρέφ και ο Αχιά, ο υιός του Σαβά, οι γραμματείς του βασιλέως. Ο Ιωσαφάτ ο υιός του Αχιλίδ, ο φυλάττων τα αρχεία του βασιλείου.
4 καὶ Βαναίας υἱὸς Ἰωδαὲ ἐπὶ τῆς δυνάμεως καὶ Σαδὼκ καὶ Ἀβιάθαρ ἱερεῖς
Ο Βαναίας υιός του Ιωδαέ, ο αρχηγός των στρατιωτικών δυνάμεων, ο Σαδώκ και ο Αβιάθαρ, οι αρχιερείς.
5 καὶ Ὀρνία υἱὸς Νάθαν ἐπὶ τῶν καθεσταμένων καὶ Ζαβούθ υἱὸς Νάθαν ἑταῖρος τοῦ βασιλέως
Ο Ορνίας ο υιός του Ναθαν, ο οποίος ήτο αρχηγός των κατά περιοχάς αρχόντων, ο Ζαβούθ ο υιός του Ναθαν, ο έμπιστος φίλος του βασιλέως,
6 καὶ Ἀχιὴλ ἦν οἰκονόμος καὶ Ἐλιὰβ υἱὸς Σὰφ ἐπὶ τῆς πατριᾶς καὶ Ἀδωνιρὰμ υἱὸς Ἐφρὰ ἐπὶ τῶν φόρων.
ο Αχιήλ, ο οποίος ήτο οικονόμος του παλατίου, ο Ελιάβ ο υιός του Σαφ, ο οποίος ήτο επί του οίκου του βασιλέως, ο Αδωνιράμ ο υιός του Εφρά, ο οποίος ήτο επί των μεταφορών.
7 καὶ τῷ Σαλωμὼν δώδεκα καθεσταμένοι ἐπὶ πάντα Ἰσραὴλ χορηγεῖν τῷ βασιλεῖ καὶ τῷ οἴκῳ αὐτοῦ· μῆνα ἐν τῷ ἐνιαυτῷ ἐγίνετο ἐπὶ τὸν ἕνα χορηγεῖν.
Ο Σολομών είχε δώδεκα άρχοντας εις ισαρίθμους περιοχάς επί όλου του Ισραηλιτικού λαού, δια να προμηθεύουν εις αυτόν και τον οίκον του όσα εχρειάζοντο προς συντήρησίν του. Ενα μήνα κάθε έτος είχεν αναλάβει έκαστος από αυτούς να χορηγή στον βασιλέα τα προς διατροφήν.
8 καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Βενὼρ ἐν ὄρει Ἐφραίμ, εἷς·
Αυτά δε ήσαν τα ονόματα των κατά περιοχάς αρχόντων αυτών· Ο Βενώρ εις την ορεινήν περιοχήν Εφραίμ,
9 υἱὸς Δακὰρ ἐν Μαχεμὰς καὶ ἐν Σαλαβὶν καὶ Βαιθσαμὺς καὶ Αἰλὼν ἕως Βηθανάν, εἷς·
ο υιός Δακάρ εις την περιοχήν Μεχαμάς, εις Σαλαβίν, εις Βαιθσαμύς και εις Αιλών έως Βηθανάν·
10 υἱὸς Ἐσδὶ ἐν Ἀραβώθ, αὐτοῦ Σωχὼ καὶ πᾶσα ἡ γῆ Ὀφέρ·
ο υιός του Εσδί εις Αραβώθ. Εις αυτόν υπήγετο η Σωχώ και όλη η χώρα Οφέρ.
11 Χαναδὰβ καὶ Ἀναφαθέ, ἀνὴρ Ταβλήθ, θυγάτηρ Σαλωμὼν ἦν αὐτῷ εἰς γυναῖκα, εἷς·
Εις Χαναδάβ και Αναφαθέ ο ανήρ της Ταβλήθ, μιας θυγατρός του Σολομώντος, την οποίαν αυτός είχε λάδει ως σύζυγον.
12 Βαανὰ υἱὸς Ἀχιλὶδ Θαανὰχ καὶ Μαγεδδὼ καὶ πᾶς ὁ οἶκος Σὰν ὁ παρὰ Σεσαθὰν ὑποκάτω τοῦ Ἐσραὲ καὶ ἐκ Βηθσὰν ἕως Σαβελμαουλᾶ, ἕως Μαεβὲρ Λουκάμ, εἷς·
Ο Βαανά ο υιός του Αχιλίδ, έχων δικαιοδοσίαν εις Θαανάχ και Μαγεδδώ και επί όλου του οίκου του Σαν, του ευρισκομένου πλησίον της Σεσαθάν κάτω του Εσραέ και από την Βηθσάν μέχρι Σαβελμαουλά, μέχρι του Μαεβέρ Λουκάμ.
13 υἱὸς Γαβὲρ ἐν Ρεμὰθ Γαλαάδ, τούτῳ σχοίνισμα Ἐρεγαβά, ἣ ἐν τῇ Βασάν, ἑξήκοντα πόλεις μεγάλαι τειχήρεις καὶ μοχλοὶ χαλκοῖ, εἷς·
Ο υιός Γαβέρ έχων δικαιοδοσίαν εις Ρεμάθ Γαλαάδ. Εις αυτόν υπήγετο η περιοχή Ερεγαβά, η οποία περιελαμβάνετο εις την Βασάν. Εκεί υπήρχον εξήκοντα μεγάλαι πόλεις ωχυρωμέναι με τείχη, εις τας πύλας των οποίων υπήρχαν μοχλοί χάλκινοι.
14 Ἀχιναδὰβ υἱὸς Σαδδὼ Μααναΐμ, εἷς·
Ο Αχιναδάβ, ο υιός του Σαδδώ, εις Μααναΐμ,
15 Ἀχιμαὰς ἐν Νεφθαλίμ, καὶ οὗτος ἔλαβε τὴν Βασεμμὰθ θυγατέρα Σαλωμὼν εἰς γυναῖκα, εἷς·
ο Αχιμαάς εις Νεφθαλίμ. Αυτός έλαβεν ως σύζυγόν του την Βασεμμάθ, θυγατέρα του Σολομώντος.
16 Βαανᾶ υἱὸς Χουσὶ ἐν Ἀσὴρ καὶ ἐν Βααλώθ, εἷς·
Ο Βαανά ο υιός Χουσί εις την Ασήρ και την Βααλώθ,
17 Σαμαὰ υἱὸς Ἠλὰ ἐν τῷ Βενιαμίν·
Ο Σαμαά υιός του Ηλά εις την περιοχήν Βενιαμίν,
18 Γαβὲρ υἱὸς Ἀδαΐ ἐν τῇ γῇ Γάδ, καὶ Σηὼν βασιλέως τοῦ Ἐσεβὼν καὶ Ὢγ βασιλέως τοῦ Βασάν· καὶ νασὶφ εἷς ἐν γῇ Ἰούδα·
Ο Γαβέρ υιός του Αδαῒ εις την χώραν Γαδ και την χώραν του Σηών του βασιλέως της πόλεως Εσεβών και του Ωγ του βασιλέως της χώρας Βασάν. Ο Νασίφ ήτο εις την Ιουδαίαν.
19 Ἰωσαφὰτ υἱὸς Φουασοὺδ ἐν Ἰσσάχαρ.
Δωδέκατος δε ήτο ο Ιωσαφάτ ο υιός του Φουασούδ, εις την περιοχήν Ισσάχαρ.
20 Καὶ Ἰούδα καὶ Ἰσραὴλ πολλοὶ ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος ἔσθοντες καὶ πίνοντες καὶ εὐφραινόμενοι.]
Οι Ιουδαίοι και οι Ισραηλίται ήσαν πολλοί, ωσάν την άμμον της θαλάσσης κατά το πλήθος. Αυτοί έτρωγαν και έπιναν και ηυφραίνοντο.
Ερμηνεία Ἰ. Κολιτσάρα