ελ
Παλαιά Διαθήκη
1 ΚΑΙ ἀμπελὼν εἷς ἦν τῷ Ναβουθαὶ τῷ Ἰεζραηλίτῃ παρὰ τῇ ἅλῳ Ἀχαὰβ βασιλέως Σαμαρείας.
Ο Ναβουθαί, ο οποίος κατήγετο από την πόλιν Ιεζράελ, είχεν ένα αμπελώνα, που ευρίσκετο κοντά στο αλώνι του Αχαάβ, βασιλέως της Σαμαρείας.
2 καὶ ἐλάλησεν Ἀχαὰβ πρὸς Ναβουθαὶ λέγων· δός μοι τὸν ἀμπελῶνά σου καὶ ἔσται μοι εἰς κῆπον λαχάνων, ὅτι ἐγγίζων οὗτος τῷ οἴκῳ μου, καὶ δώσω σοι ἀμπελῶνα ἄλλον ἀγαθὸν ὑπὲρ αὐτόν· εἰ δὲ ἀρέσκει ἐνώπιόν σου, δώσω σοι ἀργύριον ἄλλαγμα ἀμπελῶνός σου τούτου, καὶ ἔσται μοι εἰς κῆπον λαχάνων.
Ο Αχαάβ ωμίλησε και είπε προς τον Ναβουθαί· “δος μου τον αμπελώνα σου, δια να μεταβάλω αυτόν εις λαχανόκηπόν μου, επειδή αυτός ευρίσκεται πολύ κοντά στο βασιλικόν μου ανάκτορον. Θα σου δώσω δε άλλον αμπελώνα, καλύτερον από αυτόν. Εάν δέ σου αρέση, θα σου δώσω αργύριον εις αντάλλαγμα αυτού του αμπελώνος σου. Και έτσι θα γίνη ο λαχανόκηπός μου.
3 καὶ εἶπε Ναβουθαὶ πρὸς Ἀχαάβ· μὴ γένοιτό μοι παρὰ Θεοῦ μου δοῦναι κληρονομίαν πατέρων μου σοί.
Ο Ναβουθαί απήντησε προς τον Αχαάβ· “να μη επιτρέψη ποτέ ο Θεός, να σου δώσω την προγονικήν μου κληρονομίαν”.
4 καὶ ἐγένετο τὸ πνεῦμα Ἀχαὰβ τεταραγμένον, καὶ ἐκοιμήθη ἐπὶ τῆς κλίνης αὐτοῦ καὶ συνεκάλυψε τὸ πρόσωπον αὐτοῦ καὶ οὐκ ἔφαγεν ἄρτον.
Ο Αχαάβ εστενοχωρήθη πολύ με την απάντησιν αυτήν. Επεσε νηστικός στο κρεββάτι του και εσκέπασε το πρόσωπόν του.
5 καὶ εἰσῆλθεν Ἰεζάβελ ἡ γυνὴ αὐτοῦ πρὸς αὐτὸν καὶ ἐλάλησε πρὸς αὐτόν· τί τὸ πνεῦμά σου τεταραγμένον καὶ οὐκ εἶ σὺ ἐσθίων ἄρτον;
Η Ιεζάβελ, η σύζυγός του, εισήλθεν στο δωμάτιόν του και τον ηρώτησε· “διατί είσαι τόσον στενοχωρημένος και δεν έφαγες φαγητόν;
6 καὶ εἶπε πρὸς αὐτήν, ὅτι ἐλάλησα πρὸς Ναβουθαὶ τὸν Ἰεζραηλίτην λέγων· δός μοι τὸν ἀμπελῶνά σου ἀργυρίου· εἰ δὲ βούλῃ, δώσω σοι ἀμπελῶνα ἄλλον ἀντ᾿ αὐτοῦ· καὶ εἶπεν· οὐ δώσω σοι κληρονομίαν πατέρων μου.
Ο Αχαάβ απήντησε προς αυτήν· “στενοχωρούμαι διότι ωμίλησα προς τον Ναβουθαί τον Ιεζραηλίτην και του είπα· Δος μου τον αμπελώνα σου αντί χρημάτων. Εάν όμως θέλης, θα σου δώσω άλλον αμπελώνα αντί αυτού. Εκείνος δε μου είπε· δεν θα σου δώσω την προγονικήν μου κληρονομίαν”.
7 καὶ εἶπε πρὸς αὐτὸν Ἰεζάβελ ἡ γυνὴ αὐτοῦ· σὺ νῦν οὕτω ποιεῖς βασιλέα ἐπὶ Ἰσραήλ; ἀνάστηθι καὶ φάγε ἄρτον καὶ σαυτοῦ γενοῦ, ἐγὼ δὲ δώσω σοι τὸν ἀμπελῶνα Ναβουθαὶ τοῦ Ἰεζραηλίτου.
Η σύζυγός του, η Ιεζάβελ, του είπε· “συ ως βασιλεύς έτσι ασκείς την βασιλικήν σου εξουσίαν; Σηκω, φάγε το φαγητόν σου, έλα στον εαυτόν σου, εγώ δε θα σου δώσω τον αμπελώνα του Ναβουθαί του Ιεζραηλίτου”.
8 καὶ ἔγραψε βιβλίον ἐπὶ τῷ ὀνόματι Ἀχαὰβ καὶ ἐσφραγίσατο τῇ σφραγίδι αὐτοῦ καὶ ἀπέστειλε τὸ βιβλίον πρὸς τοὺς πρεσβυτέρους καὶ τοὺς ἐλευθέρους τοὺς κατοικοῦντας μετὰ Ναβουθαί.
Η Ιεζάβελ συνέταξεν ένα εγγράφον εξ ονόματος του Αχαάβ, το εσφράγισε με την σφραγίδα αυτού και το έστειλε προς τους πρεσβυτέρους και τους άρχοντας, οι οποίοι κατοικούσαν εις την ιδίαν πόλιν με τον Ναβουθαί.
9 καὶ ἐγέγραπτο ἐν τοῖς βιβλίοις λέγων· νηστεύσατε νηστείαν καὶ καθίσατε τὸν Ναβουθαὶ ἐν ἀρχῇ τοῦ λαοῦ·
Εις το έγγραφον αυτό εγράφετο· “Κηρύξατε νηστείαν και καθίσατε τον Ναβουθαί ως κατηγορούμενον ενώπιον του λαού.
10 καὶ ἐγκαθίσατε δύο ἄνδρας υἱοὺς παρανόμων ἐξεναντίας αὐτοῦ, καὶ καταμαρτυρησάτωσαν αὐτοῦ λέγοντες· ηὐλόγησε Θεὸν καὶ βασιλέα· καὶ ἐξαγαγέτωσαν αὐτὸν καὶ λιθοβολησάτωσαν αὐτόν, καὶ ἀποθανέτω.
Κατόπιν παρουσιάσατε δύο παρανόμους άνδρας ενώπιόν του, δύο ψευδομάρτυρας, οι οποίοι ας καταθέσουν μαρτυρίαν ,ψευδή εναντίον του λέγοντες· Αυτός εβλασφήμησε τον Θεόν και τον βασιλέα. Ετσι θα καταδικασθή εις θάνατον. Κατόπιν ας οδηγηθή έξω από την πόλιν, ας τον λιθοβολήσουν εκεί και ας αποθάνη”.
11 καὶ ἐποίησαν οἱ ἄνδρες τῆς πόλεως αὐτοῦ οἱ πρεσβύτεροι καὶ οἱ ἐλεύθεροι οἱ κατοικοῆντες ἐν τῇ πόλει αὐτοῦ, καθὼς ἀπέστειλε πρὸς αὐτοὺς Ἰεζάβελ καὶ καθὰ ἐγέγραπτο ἐν τοῖς βιβλίοις, οἷς ἀπέστειλε πρὸς αὐτούς.
Οι άνδρες της πόλεως του Ναβουθαί, οι πρεσβύτεροι και οι άρχοντες οι οποίοι κατοικούσαν εις την πόλιν του, ενήργησαν, όπως παρήγγειλε προς αυτούς η Ιεζάβελ και όπως ήτο γραμμένον στο έγγραφον, το οποίον είχεν αποστείλει προς αυτούς.
12 καὶ ἐκάλεσαν νηστείαν καὶ ἐκάθισαν τὸν Ναβουθαὶ ἐν ἀρχῇ τοῦ λαοῦ,
Αυτοί εκάλεσαν εις νηστείαν τον λαόν και εκάθισαν τον Μαβουθαί ως κατηγορούμενον ενώπιον του λαού.
13 καὶ εἰσῆλθον δύο ἄνδρες υἱοὶ παρανόμων καὶ ἐκάθισαν ἐξεναντίας αὐτοῦ καὶ κατεμαρτύρησαν αὐτοῦ λέγοντες· ηὐλόγηκας Θεὸν καὶ βασιλέα· καὶ ἐξήγαγον αὐτὸν ἔξω τῆς πόλεως καὶ ἐλιθοβόλησαν αὐτὸν ἐν λίθοις, καὶ ἀπέθανε.
Εισήλθον εις την αίθουσαν του δικαστηρίου δύο άνδρες παράνομοι, έλαβον θέσιν απέναντι του Ναουθαί και κατέθεσαν ψευδή κατηγορίαν εναντίον αυτού λέγοντες· “συ εβλασφήμησες τον Θεόν και τον βασιλέα”. Εξ αιτίας της καταθέσεως αυτής ο Ναβουθαί κατεδικάσθη εις θάνατον. Τον έβγαλαν έξω από την πόλιν, τον ελιθοβόλησαν και εκεί απέθανεν.
14 καὶ ἀπέστειλαν πρὸς Ἰεζάβελ λέγοντες· λελιθοβόληται Ναβουθαὶ καὶ τέθνηκε.
Οι άνθρωποι της πόλεως εκείνης έστειλαν αγγελιαφόρους προς την Ιεζάβελ και την επληροφόρησαν. “Ελιθοβολήθη ο Ναβουθαί και απέθανε”.
15 καὶ ἐγένετο ὡς ἤκουσεν Ἰεζάβελ, καὶ εἶπε πρὸς Ἀχαάβ· ἀνάστα, κληρονόμει τὸν ἀμπελῶνα Ναβουθαὶ τοῦ Ἰεζραηλίτου, ὃς οὐκ ἔδωκέ σοι ἀργυρίου, ὅτι οὐκ ἔστι Ναβουθαὶ ζῶν, ὅτι τέθνηκε.
Οταν η Ιεζάβελ επληροφορήθη το γεγονός, είπε προς τον Αχαάβ· “σήκω και πήγαινε να κληρονομήσης τον αμπελώνα του Ναβουθαί, του Ιεζρατηλίτου, τον οποίον εκείνος δεν ήθελε να σου τον πωλήση αντί αργυρίου. Διότι δεν ζη πλέον ο Ναβουθαί, αλλ' έχει αποθάνει”.
16 καὶ ἐγένετο ὡς ἤκουσεν Ἀχαὰβ ὅτι τέθνηκε Ναβουθαὶ ὁ Ἰεζραηλίτης, καὶ διέρρηξε τὰ ἱμάτια αὐτοῦ καὶ περιεβάλετο σάκκον· καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἀνέστη καὶ κατέβη Ἀχαὰβ εἰς τὸν ἀμπελῶνα Ναβουθαὶ τοῦ Ἰεζραηλίτου κληρονομῆσαι αὐτόν.
Ο Αχαάβ, όταν ήκουσε τον τρόπον της καταδίκης και του θανάτου του Ναβουθαί, έσχισεν εις ένδειξιν διαμαρτυρίας και πένθους τα ενδύματά του και περιεβλήθη σάκκινον ένδυμα. Κατόπιν όμως κατέβη στον αμπελώνα του Ναβουθαί του Ιεζραηλίτου, δια να τον κληρονομήση.
17 Καὶ εἶπεν Κύριος πρὸς Ἠλιοὺ τὸν Θεσβίτην λέγων·
Είπε τότε ο Θεός προς τον Ηλία, τον Θεσβίτην·
18 ἀνάστηθι καὶ κατάβηθι εἰς ἀπαντὴν Ἀχαὰβ βασιλέως Ἰσραὴλ τοῦ ἐν Σαμαρείᾳ, ὅτι οὗτος ἐν ἀμπελῶνι Ναβουθαί, ὅτι καταβέβηκεν ἐκεῖ κληρονομῆσαι αὐτόν.
“σήκω και πήγαινε να συναντήσης τον Αχαάβ, τον βασιλέα του Ισραηλιτικού λαού, που μένει εις την Σαμάρειαν, διότι αυτός κατέβηκε στον αμπελώνα του Ναδουθαί, δια να τον κληρονομήση.
19 καὶ λαλήσεις πρὸς αὐτὸν λέγων· τάδε λέγει Κύριος· ὡς σὺ ἐφόνευσας καὶ ἐκληρονόμησας, διὰ τοῦτο τάδε λέγει Κύριος· ἐν παντὶ τόπῳ, ᾧ ἔλειξαν αἱ ὕες καὶ οἱ κύνες τὸ αἷμα Ναβουθαί, ἐκεῖ λείξουσιν οἱ κύνες τὸ αἷμα σου, καὶ αἱ πόρναι λούσονται ἐν τῷ αἵματί σου.
Θα πης δε προς αυτόν τα εξής· Αυτά λέγει ο Κυριος. Επειδή συ εφόνευσες τον Ναβουθαί και κατέλαβες τον αμπελώνα του, δια τούτο ο Κυριος λέγει· Εις τους τόπους, στους οποίους οι χοίροι και τα σκυλιά έγλειψαν το αίμα του Ναβουθαί, εκεί τα σκυλιά θα γλείψουν και το ιδικόν σου αίμα, αι δε πόρναι θα λουσθούν στο αίμα σου”.
20 καὶ εἶπεν Ἀχαὰβ πρὸς Ἠλιού· εἰ εὕρηκάς με, ὁ ἐχθρός μου; καὶ εἶπεν· εὕρηκα, διότι μάτην πέπρασαι ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου παροργίσαι αὐτόν.
Ο Αχαάβ είπε προς τον Ηλίαν· “αλήθεια, συ ο εχθρός μου με ευρήκες πάλιν;” Ο Ηλίας απήντησε· “σε ευρήκα, διότι έχεις πωληθή και έγινες δούλος στο πονηρόν, ώστε να εξοργίσης τον Κυριον, ο οποίος και λέγει·
21 ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ κακὰ καὶ ἐκκαύσω ὀπίσω σου καὶ ἐξολοθρεύσω τοῦ Ἀχαὰβ οὐροῦντα πρὸς τοῖχον καὶ συνεχόμενον καὶ ἐγκαταλελειμμένον ἐν Ἰσραήλ·
Ιδού εγώ θα επιφέρω εναντίον σου συμφοράς, θα ανάψω όπισθέν σου φωτιές και θα εξολοθρεύσω από την οικογένειαν του Αχαάβ κάθε αρσενικόν άνθρωπον, ακόμη δε δούλον και ελεύθερον μεταξύ του Ισραηλιτικού λαού.
22 καὶ δώσω τὸν οἶκόν σου ὡς τὸν οἶκον Ἱεροβοὰμ υἱοῦ Ναβὰτ καὶ ὡς τὸν οἶκον Βαασὰ υἱοῦ Ἀχιὰ περὶ τῶν παροργισμάτων, ὧν παρώργισας καὶ ἐξήμαρτες τὸν Ἰσραήλ.
Θα παραδώσω εις όλεθρον την οικογένειάν σου, όπως παρέδωκα την οικογένειαν Ιεροβοάμ του υιού Ναβάτ, όπως παρέδωσα εις καταστροφήν την οικογένειαν του Βαασά, υιού του Αχιά. Τούτο δέ, διότι συ με τας εξοργιστικάς αμαρτίας σου έγινες αιτία να οργισθή εναντίον σου ο Θεός και να παρασυρθή εις αμαρτίας ο ισραηλιτικός λαός”.
23 καὶ τῇ Ἰεζάβελ ἐλάλησε Κύριος λέγων· οἱ κύνες καταφάγονται αὐτὴν ἐν τῷ προτειχίσματι Ἰεζράελ.
Και δια την Ιεζάβελ ωμίλησεν ο Κυριος και είπε· “τα σκυλιά θα καταφάγουν και αυτήν στο τείχος το εμπρός της πόλεως Ιεζράελ.
24 τὸν τεθνηκότα τοῦ Ἀχαὰβ ἐν τῇ πόλει φάγονται οἱ κύνες καὶ τὸν τεθνηκότα αὐτοῦ ἐν τῷ πεδίῳ φάγονται τὰ πετεινὰ τοῦ οὐρανοῦ.
Τους νεκρούς της οικογενείας του Αχαάβ εις την πόλιν θα καταφάγουν οι κύνες. Και τους νεκρούς της οικογενείας του εις την πεδιάδα θα καταφάγουν τα όρνεα του ουρανού”.
25 πλὴν ματαίως Ἀχαάβ, ὃς ἐπράθη ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου, ὡς μετέθηκεν αὐτὸν Ἰεζάβελ ἡ γυνὴ αὐτοῦ·
Εις μάτην όμως ελέχθησαν αι απειλαί αυταί του Κυρίου. Ο Αχαάβ είχε πωληθή στο να πράττη το πονηρόν αναισχύντως ενώπιον του Κυρίου, όπως τον παρακινούσεν η σύζυγός του η Ιεζάβελ.
26 καὶ ἐβδελύχθη σφόδρα πορεύεσθαι ὀπίσω τῶν βδελυγμάτων κατὰ πάντα, ἃ ἐποίησεν ὁ Ἀμορραῖος, ὃν ἐξωλόθρευσε Κύριος ἀπὸ προσώπου υἱῶν Ἰσραήλ.
Εγινε συχαμερός και μισητός πάρα πολύ ενώπιον του Κυρίου, διότι εδέχθη και ηκολούθησε την λατρείαν των ειδωλικών θεών, όπως οι Αμορραίοι, τους οποίους ο Κυριος είχε καταστρέψει ενώπιον του Ισραηλιτικού λαού.
27 καὶ ὑπὲρ τοῦ λόγου, ὡς κατενύγη Ἀχαὰβ ἀπὸ προσώπου τοῦ Κυρίου καὶ ἐπορεύετο κλαίων καὶ διέρρηξε τὸν χιτῶνα αὐτοῦ καὶ ἐζώσατο σάκκον ἐπὶ τὸ σῶμα αὐτοῦ καὶ ἐνήστευσε καὶ περιεβάλετο σάκκον ἐν τῇ ἡμέρᾳ, ᾗ ἐπάταξε Ναβουθαὶ τὸν Ἰεζραηλίτην, καὶ ἐπορεύθη,
Επειδή όμως ο Αχαάβ ακούσας τον λόγον του Ηλία συνετρίβη ενώπιον του Κυρίου, εβάδιζε δε κλαίων και διέρρηξε τον χιτώνα αυτού και εζώσθη σάκκινον ένδυμα, επειδή δε κατά την ημέραν, κατά την οποίαν εφονεύθη ο Ναβουθαί, ενήστευσε και περιεβλήθη σάκκινον ένδυμα και με αυτό επορεύετο,
28 καὶ ἐγένετο ρῆμα Κυρίου ἐν χειρὶ δούλου αὐτοῦ Ἠλιοὺ περὶ Ἀχαάβ, καὶ εἶπε Κύριος·
έγινε πάλιν λόγος Κυρίου δια του Ηλιού, του δούλου του, προς τον Αχαάβ. Είπε δηλαδή ο Κυριος προς τον Ηλίαν·
29 ἑώρακας ὡς κατενύγη Ἀχαὰβ ἀπὸ προσώπου μου; οὐκ ἐπάξω τὴν κακίαν ἐν ταῖς ἡμέραις αὐτοῦ, ἀλλ᾿ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ αὐτοῦ ἐπάξω τὴν κακίαν.
“είδες πως συνετρίβη ο Αχαάβ ενώπιόν μου; Δια τούτο δεν θα αποστείλω την τιμωρίαν κατά τας ημέρας, κατά τας οποίας αυτός ζη. Αλλά θα στείλω αυτήν την τιμωρίαν εις τας ημέρας του υιού του”.
Ερμηνεία Ἰ. Κολιτσάρα