ελ
Παλαιά Διαθήκη
1 ΚΑΙ ἤγγισαν αἱ ἡμέραι Δαυὶδ ἀποθανεῖν αὐτόν, καὶ ἀπεκρίνατο Σαλωμὼν υἱῷ αὐτοῦ λέγων·
Επλησίασαν πλέον αι ημέραι, κατά τας οποίας ο Δαυίδ θα απέθνησκεν. Εκάλεσε τον Σολομώντα και κατά τρόπον επίσημον του είπε·
2 ἐγώ εἰμι πορεύομαι ἐν ὁδῷ πάσης τῆς γῆς· καὶ ἰσχύσεις καὶ ἔσῃ εἰς ἄνδρα.
“εγώ ο Δαυίδ βαδίζω τώρα τον δρόμον προς τον θάνατον, τον οποίον βαδίζουν και όλοι οι άνθρωποι της γης. Συ δε πρέπει να αναδειχθής ισχυρός και ανδρείος.
3 καὶ φυλάξεις φυλακὴν Κυρίου Θεοῦ σου τοῦ πορεύεσθαι ἐν ταῖς ὁδοῖς αὐτοῦ, φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα τὰ γεγραμμένα ἐν τῶ νόμῳ Μωυσέως· ἵνα συνήσῃς ἃ ποιήσεις κατὰ πάντα, ὅσα ἂν ἐντείλωμαί σοι,
Προς τούτο θα προσπαθήσης και θα καταβάλης κάθε φροντίδα να φυλάξης όλα, όσα διέταξε Κυριος ο Θεός σου, να πορεύεσαι στους δρόμους, τους οποίους αυτός σου εχάραξε. Αυτό δε θα το επιτύχης, αν τηρής τας εντολάς του, τα δικαιώματά του και τα κρίματά του, τα οποία είναι γραμμένα στον Νομον του Μωϋσέως. Ετσι όταν ζης και πορεύεσαι, θα ενοήσης όλα όσα εγώ σε διατάσσω να κάμης.
4 ἵνα στήσῃ Κύριος τὸν λόγον αὐτοῦ, ὃν ἐλάλησε λέγων· ἐὰν φυλάξωσιν οἱ υἱοί σου τὴν ὁδὸν αὐτῶν πορεύεσθαι ἐνώπιόν μου ἐν ἀληθείᾳ ἐν ὅλῃ καρδίᾳ αὐτῶν λέγων· οὐκ ἐξολοθρευθήσεταί σοι ἀνὴρ ἐπάνωθεν θρόνου Ἰσραήλ.
Ετσι και ο Κυριος θα εκπληρώση την υπόσχεσίν του, την οποίαν έδωσε λέγων· Εάν τα παιδιά σου προσέξουν την πορείαν της ζωής των και βαδίζουν με όλην αυτών την καρδίαν κατά αλήθειαν ενώπιόν μου, τότε δεν θα εξολοθρευθή διάδοχός σου από τον βασιλικόν θρόνον επί του Ισραηλιτικού λαού.
5 καί γε σὺ ἔγνως ὅσα ἐποίησέ μοι Ἰωὰβ υἱὸς Σαρουΐας, ὅσα ἐποίησε τοῖς δυσὶν ἄρχουσι τῶν δυνάμεων Ἰσραήλ, τῷ Ἀβεννὴρ υἱῷ Νὴρ καὶ τῷ Ἀμεσσαΐ υἱῷ Ἰεθέρ, καὶ ἀπέκτεινεν αὐτοὺς καὶ ἔταξε τὰ αἵματα πολέμου ἐν εἰρήνῃ καὶ ἔδωκεν αἷμα ἀθῷον ἐν τῇ ζώνῃ αὐτοῦ τῇ ἐν τῇ ὀσφύϊ αὐτοῦ καὶ ἐν τῷ ὑποδήματι αὐτοῦ τῷ ἐν τῶ ποδὶ αὐτοῦ·
Γνωρίζεις δε και συ προσωπικώς, όσα κακά έκαμε εναντίον μου ο Ιωάβ, ο υιός της Σαρουΐας. Οσα έκαμε εναντίον των δύο στρατηγών του Ισραηλιτικού λαού, του Αβεννήρ, υιού του Νηρ, και του Αμεσσαΐ υιού του Ιεθέρ. Εφόνευσεν αυτούς κατά τρόπον δολοφονικόν, έχυσεν ανδρεία αίματα εις καιρόν ειρήνης και έτσι το αθώον αίμα των θυμάτων του έτρεξεν εις την ζώνην του, εις την ζώνην της οσφύος του και εις τα υποδήματά του, που εφορούσεν εις τα πόδια του.
6 καὶ ποιήσεις κατὰ τὴν σοφίαν σου καὶ οὐ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν εἰρήνῃ εἰς ᾅδου·
Θα πράξης και θα φερθής απέναντι του σύμφωνα με την σύνεσίν σου και σοφίαν σου και δεν θα αποθάνη αυτός, ο ασπρομάλλης γέρων, με φυσικόν θάνατον.
7 καὶ τοῖς υἱοῖς Βερζελλὶ τοῦ Γαλααδίτου ποιήσεις ἔλεος, καὶ ἔσονται ἐν τοῖς ἐσθίουσι τὴν τράπεζάν σου, ὅτι οὕτως ἤγγισάν μοι ἐν τῷ με ἀποδιδράσκειν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ ἀδελφοῦ σου.
Εις τους υιούς όμως του Βερζελλί, ο οποίος κατάγεται από την Γαλαάδ, θα συμπεριφερθής με πολλήν καλωσύνην, διότι έτσι συμπεριεφέρθησαν και αυτοί απέναντί μου, όταν εδραπέτευσα από την πατρίδα μας φεύγων την καταδίωξιν του αδελφού σου, του Αβεσσαλώμ.
8 καὶ ἰδοὺ μετὰ σοῦ Σεμεΐ υἱὸς Γηρὰ υἱὸς τοῦ Ἰεμενὶ ἐκ Βαουρίμ, καὶ αὐτὸς κατηράσατό με κατάραν ὀδυνηρὰν τῇ ἡμέρᾳ, ᾗ ἐπορευόμην εἰς Παρεμβολάς, καὶ αὐτὸς κατέβη εἰς ἀπαντήν μου εἰς τὸν Ἰορδάνην, καὶ ὤμοσα αὐτῷ ἐν Κυρίῳ λέγων· εἰ θανατώσω σε ἐν ρομφαίᾳ·
Ιδού, μαζή σου ευρίσκεται ο Σεμεΐ, ο υιός του Γηρά, ο Βενιαμίτης από την πόλιν Βαουρίμ. Αυτός αδίκως με κατηράσθη με φρικτήν κατάραν κατά την ημέραν, κατά την οποίαν έφευγα εις τας Παρεμβολάς. Αυτός όμως ο ίδιος κατά την επιστροφήν μου κατέβη εις προϋπάντησίν μου στον Ιορδάνην ποταμόν. Εγώ δε ωρκίσθηκα εις αυτόν ενώπιον του Κυρίου και είπα· Δια την ένοχον προτέραν διαγωγήν δεν θα διατάξω εγώ να σε εκτελέσουν με ρομφαίαν.
9 καὶ οὐ μὴ ἀθῳώσῃς αὐτόν, ὅτι ἀνὴρ σοφὸς εἶ σὺ καὶ γνώσῃ ἃ ποιήσεις αὐτῷ, καὶ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν αἵματι εἰς ᾅδου.
Συ όμως δεν θα τον αφήσης ατιμώρητον. Είσαι σοφός και γνωρίζεις, τι θα πράξης προς αυτόν, ώστε με βίαιον θάνατον να στείλης τον ασπρομάλλην αυτόν στον τάφον”
10 καὶ ἐκοιμήθη Δαυὶδ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυίδ.
Ο Δαυίδ εκοιμήθη και προσετέθη στους προπάτορας αυτού. Ετάφη δε εις την πόλιν Δαυίδ.
11 καὶ αἱ ἡμέραι, ἃς ἐβασίλευσε Δαυὶδ ἐπὶ τὸν Ἰσραὴλ τεσσαράκοντα ἔτη· ἐν Χεβρὼν ἐβασίλευσεν ἑπτὰ ἔτη καὶ ἐν Ἱερουσαλὴμ τριακοντατρία ἔτη.
Τα έτη, κατά τα οποία εβασίλευσεν ο Δαυίδ επί του ισραηλιτικού λαού, ήσαν τεσσαράκοντα. Επτά έτη εβασίλευσεν εις την Χεβρών και τριάκοντα τρία έτη εις την Ιερουσαλήμ.
12 Καὶ Σαλωμὼν ἐκάθισεν ἐπὶ θρόνου Δαυὶδ τοῦ πατρὸς αὐτοῦ υἱὸς ἐτῶν δώδεκα καὶ ἡτοιμάσθη ἡ βασιλεία αὐτοῦ σφόδρα.
Ο Σολομών εκάθισεν στον θρόνον του πατρός του Δαυίδ εις ηλικίαν δώδεκα ετών, η δε βασιλεία του ετακτοποιήθη και εστερεώθη πολύ.
13 καὶ εἰσῆλθεν Ἀδωνίας υἱὸς Ἀγγὶθ πρὸς Βηρσαβεὲ μητέρα Σαλωμὼν καὶ προσεκύνησεν αὐτῇ. ἡ δὲ εἶπεν· εἰρήνη ἡ εἴσοδός σου; καὶ εἶπεν· εἰρήνη·
Ο Αδωνίας, ο υιός της Αγγίθ, παρουσιάσθη προς την Βηρσαβεέ την μητέρα του Σολομώντος και την προσεκύνησεν. Εκείνη τον ηρώτησεν· “έρχεσαι δι' ειρηνικόν σκοπόν;” Εκείνος απήντησεν· “ο σκοπός μου είναι, ειρηνικός.
14 λόγος μοι πρός σε· καὶ εἶπεν αὐτῷ· λάλησον.
Εχω να ανακοινώσω κάτι προς σέ”. Εκείνη δε του είπε· “ομίλησε”.
15 καὶ εἶπεν αὐτῇ· σὺ οἶδας, ὅτι ἐμοὶ ἦν βασιλεία καὶ ἐπ᾿ ἐμὲ ἔθετο πᾶς Ἰσραὴλ τὸ πρόσωπον αὐτοῦ εἰς βασιλέα, καὶ ἐστράφη ἡ βασιλεία καὶ ἐγένετο τῷ ἀδελφῷ μου, ὅτι παρὰ Κυρίου ἐγενήθη αὐτῷ·
Ο Αδωνίας ειπέ προς αυτήν· “συ γνωρίζεις ότι εις εμέ, ως προς πρεσβύτερον υιόν του Δαυίδ, ανήκεν η βασιλεία και προς εμέ εστράφησαν οι Ισραηλίται, οι οποίοι και με ανεκηρυξαν βασιλέα των. Ομως η βασιλεία αυτή περιήλθεν στον αδελφόν μου, διότι ο Κυριος ηθέλησε να περιέλθη εις αυτόν.
16 καὶ νῦν αἴτησιν μίαν ἐγὼ αἰτοῦμαι παρὰ σοῦ, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου. καὶ εἶπεν αὐτῷ Βηρσαβεέ· λάλει.
Τωρα υποβάλλω προς σε μίαν αίτησιν, μίαν παράκλησιν. Μη αρνηθής να την ακούσης”. Η Βηρσαβεέ του είπε· “ομίλησε”.
17 καὶ εἶπεν αὐτῇ· εἰπὸν δὴ πρὸς Σαλωμὼν τὸν βασιλέα, ὅτι οὐκ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀπὸ σοῦ, καὶ δώσει μοι τὴν Ἀβισὰγ τὴν Σωμανῖτιν εἰς γυναῖκα.
Εκείνος πονηρά σκεπτόμενος της είπε· “ειπέ, σε παρακαλώ, στον βασιλέα Σολομώντα συ, διότι θα σε ακούση εκείνος με ευμένειαν και προσοχήν, να μου δώση ως σύζυγον την Αβισάγ την Σωμανίτιδα”.
18 καὶ εἶπε Βηρσαβεέ· καλῶς· ἐγὼ λαλήσω περὶ σοῦ τῷ βασιλεῖ.
Η Βηρσαβεέ απονήρευτος απήντησε· “πολύ καλά. Εγώ θα ομιλήσω στον Σολομώντα δια σέ”.
19 καὶ εἰσῆλθε Βηρσαβεὲ πρὸς τὸν βασιλέα Σαλωμὼν λαλῆσαι αὐτῷ περὶ Ἀδωνίου. καὶ ἐξανέστη ὁ βασιλεὺς εἰς ἀπαντὴν αὐτῇ καὶ κατεφίλησεν αὐτὴν καὶ ἐκάθισεν ἐπὶ τοῦ θρόνου, καὶ ἐτέθη θρόνος τῇ μητρὶ τοῦ βασιλέως καὶ ἐκάθισεν ἐκ δεξιῶν αὐτοῦ.
Η Βηρσαβεέ παρουσιάσθη πράγματι προς τον βασιλέα Σολομώντα, δια να ομιλήση προς αυτόν περί του Αδωνίου. Ο βασιλεύς ηγέρθη, δια να έλθη εις προϋπάντησίν της. Την ήσπάσθη με στοργήν και κατόπιν εκάθησεν στον θρόνον του. Επί δε τη ευκαιρία ετέθη δεξιά άλλος θρόνος δια την μητέρα του βασιλέως, η οποία έτσι και εκάθισεν εκ δεξιών αυτού.
20 καὶ εἶπεν αὐτῷ· αἴτησιν μίαν μικρὰν ἐγὼ αἰτοῦμαι παρὰ σοῦ, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου. καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς· αἴτησαι, μῆτερ ἐμή, καὶ οὐκ ἀποστρέψω σε.
Η Βηρσαβεέ είπεν εις αυτόν· “ζητώ εγώ από σε μίαν μικράν χάριν. Μη αρνηθής να μου την εκπληρώσης”. Ο βασιλεύς της είπε· “μητέρα μου, ζήτησέ μου ο,τι θέλεις και εγώ δεν θα σου το αρνηθώ”.
21 καὶ εἶπε· δοθήτω δὴ Ἀβισὰγ ἡ Σωμανῖτις τῷ Ἀδωνίᾳ τῷ ἀδελφῷ σου εἰς γυναῖκα.
Η Βηρσαβεέ είπε· “σε παρακαλώ να δοθή η Αβισάγ η Σωμανίτις ως σύζυγος στον αδελφόν σου τον Αδωνίαν”.
22 καὶ ἀπεκρίθη ὁ βασιλεὺς Σαλωμὼν καὶ εἶπε τῇ μητρὶ αὐτοῦ· καὶ ἱνατί σὺ ᾔτησαι τὴν Ἀβισὰγ τῷ Ἀδωνίᾳ; καὶ αἴτησαι αὐτῷ τὴν βασιλείαν, ὅτι οὗτος ἀδελφός μου ὁ μέγας ὑπὲρ ἐμέ, καὶ αὐτῷ Ἀβιάθαρ ὁ ἱερεὺς καὶ αὐτῷ Ἰωὰβ υἱὸς Σαρουΐας ἀρχιστράτηγος ἑταῖρος.
Ο βασιλεύς Σολομών, ο οποίος κατενόησε την πονηρίαν του Αδωνίου, απήντησε και είπεν εις την μητέρα του· “διατί συ εζήτησες την Αβισάγ σύζυγον δια τον Αδωνίαν; Είναι σαν να εζήτησες δι' αυτόν την βασιλείαν, αφού θέλεις να του δοθή ως σύζυγος εκείνη, η οποία εχρημάτισε λευκή σύζυγος του βασιλέως Δαυίδ. Γνωρίζεις δε ότι αυτός από απόψεως ηλικίας είναι μεγαλύτερος από εμέ και προς αυτόν έχει προσκολληθή ο Αβιάθαρ ο αρχιερεύς, ο δε αρχιστράτηγος Ιωάβ, ο υιός της Σαρουΐας, είναι φίλος και σύμβουλός του”.
23 καὶ ὤμοσεν ὁ βασιλεὺς Σαλωμὼν κατὰ τοῦ Κυρίου λέγων· τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, ὅτι κατὰ τῆς ψυχῆς αὐτοῦ ἐλάλησεν Ἀδωνίας τὸν λόγον τοῦτον·
Τοτε ο βασιλεύς Σολομών ωρκίσθη στον Θεόν και είπεν· “ας με τιμωρήση ο Θεός με οιανδήποτε τιμωρίαν θέλει, αν δεν τιμωρήσω τον Αδωνίαν, διότι κατά τρόπον πονηρόν ωμίλησεν εναντίον αυτής ταύτης της ζωής του με το να υποβάλη την δολίαν αυτήν αίτησιν.
24 καὶ νῦν ζῇ Κύριος, ὃς ἡτοίμασέ με καὶ ἔθετό με ἐπὶ τὸν θρόνον Δαυὶδ τοῦ πατρός μου, καὶ αὐτὸς ἐποίησέ μοι οἶκον, καθὼς ἐλάλησε Κύριος, ὅτι σήμερον θανατωθήσεται Ἀδωνίας.
Και λοιπόν, ορκίζομαι στον ζώντα Κυριον, ο οποίος με προητοίμασε και με έβαλεν στον θρόνον του Δαυίδ του πατρός μου, που μου έδωσε τον βασιλικόν αυτόν οίκον, όπως ο Κυριος μίλησε, ορκίζομαι ότι σήμερον θα θανατωθή ο Αδωνίας”.
25 καὶ ἐξαπέστειλεν ὁ βασιλεὺς Σαλωμὼν ἐν χειρὶ Βαναίου υἱοῦ Ἰωδαὲ καὶ ἀνεῖλεν αὐτόν, καὶ ἀπέθανεν Ἀδωνίας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
Ο βασιλεύς Σολομών έστειλε τον Βαναίαν, υιόν του Ιωδαέ, δια να εκτελέση τον Αδωνίαν. Πράγματι κατά την ημέραν εκείνην εθανατώθη ο Αδωνίας.
26 Καὶ τῷ Ἀβιάθαρ τῷ ἱερεῖ εἶπεν ὁ βασιλεύς· ἀπότρεχε σὺ εἰς Ἀναθὼθ εἰς ἀγρόν σου, ὅτι ἀνὴρ θανάτου εἶ σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ, καὶ οὐ θανατώσω σε, ὅτι ᾖρας τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐνώπιον τοῦ πατρός μου, καὶ ὅτι ἐκακουχήθης ἐν πᾶσιν, οἷς ἐκακουχήθη ὁ πατήρ μου.
Ο βασιλεύς Σολομών είπε προς τον αρχιερέα Αβιάθαρ· “συ πήγαινε εις την Αναθώθ και μένε εκεί στον αγρόν σου, διότι είσαι άξιος θανάτου κατά την ημέραν αυτήν. Ομως δεν θα σε φονεύσω, διότι μετέφερες την Κιβωτόν της Διαθήκης του Κυρίου, καθ' ον χρόνον εζούσεν ακόμη ο πατήρ μου, και διότι υπέστης και συ όλας τας ταλαιπωρίας, τας οποίας υπέστη και ο πατήρ μου”.
27 καὶ ἐξέβαλε Σαλωμὼν τὸν Ἀβιάθαρ τοῦ μὴ εἶναι ἱερέα τοῦ Κυρίου, πληρωθῆναι τὸ ρῆμα Κυρίου, ὃ ἐλάλησεν ἐπὶ τὸν οἶκον Ἡλὶ ἐν Σηλώμ.
Ο Σολομών εξεδίωξε τον Αβιάθαρ, ώστε να μη είναι πλέον αυτός αρχιερεύς του Κυρίου, και έτσι εξεπληρώθη ο λόγος του Κυρίου, τον οποίον είπε δια την οικογένειαν του Ηλί εις Σηλώμ.
28 καὶ ἡ ἀκοὴ ἦλθεν ἕως Ἰωὰβ υἱοῦ Σαρουΐας (ὅτι Ἰωὰβ ἦν κεκλικὼς ὀπίσω Ἀδωνίου, καὶ ὀπίσω Σαλωμὼν οὐκ ἔκλινε), καὶ ἔφυγεν Ἰωὰβ εἰς τὸ σκήνωμα τοῦ Κυρίου καὶ κατέσχε τῶν κεράτων τοῦ θυσιαστηρίου.
Ο Ιωάβ, ο υιός της Σαρουΐας, ο οποίος ήτο με το μέρος του Αδωνίου και όχι με το μέρος του Σολομώντος, επληροφορήθη την εκδίωξιν και τον περιορισμόν του Αβιάθαρ και εφοβήθη. Κατέφυγε, λοιπόν, εις την Σκηνήν του Μαρτυρίου και εκρατήθη από τας εξοχάς του θυσιαστηρίου των ολοκαυτωμάτων.
29 καὶ ἀπηγγέλη τῷ Σαλωμὼν λέγοντες ὅτι πέφυγεν Ἰωὰβ εἰς τὴν σκηνὴν τοῦ Κυρίου καὶ ἰδοὺ κατέχει τῶν κεράτων τοῦ θυσιαστηρίου. καὶ ἀπέστειλε Σαλωμὼν ὁ βασιλεὺς πρὸς Ἰωὰβ λέγων· τί γέγονέ σοι, ὅτι πέφυγας εἰς τὸ θυσιαστήριον; καὶ εἶπεν Ἰωάβ· ὅτι ἐφοβήθην ἀπὸ προσώπου σου, καὶ ἔφυγον πρὸς Κύριον. καὶ ἀπέστειλε Σαλωμὼν τὸν Βαναίου υἱὸν Ἰωδαὲ λέγων· πορεύου καὶ ἄνελε αὐτὸν καὶ θάψον αὐτόν.
Ανήγγειλαν στον Σολομώντα το γεγονός και είπαν, ότι ο Ιωάβ έχει καταφύγει εις την Σκηνήν του Κυρίου και ιδού κρατεί εκεί τα κέρατα του θυσιαστηρίου των ολοκαυτωμάτων. Ο βασιλεύς Σολομών έστειλεν άνθρωπον προς τον Ιωάβ και του είπε· “τι σου συνέβη; Διατί κατέφυγες στο θυσιαστήριον των ολοκαυτωμάτων;” Ο Ιωάβ απήντησεν· “εφοβήθην από σε και κατέφυγον προς τον Κυριον”. Ο Σολομών έστειλε τότε τον Βαναίαν, τον υιόν του Ιωδαέ, και του είπε· “πήγαινε και θανάτωσε τον Ιωάβ και θάψε τον”.
30 καὶ ἦλθε Βαναίας υἱὸς Ἰωδαὲ πρὸς Ἰωὰβ εἰς τὴν σκηνὴν τοῦ Κυρίου καὶ εἶπεν αὐτῷ· τάδε λέγει ὁ βασιλεύς· ἔξελθε. καὶ εἶπεν Ἰωάβ· οὐκ ἐκπορεύομαι, ὅτι ὧδε ἀποθανοῦμαι. καὶ ἐπέστρεψε Βαναίας υἱὸς Ἰωδαὲ καὶ εἶπε τῷ βασιλεῖ λέγων· τάδε λελάληκεν Ἰωὰβ καὶ τάδε ἀποκέκριταί μοι.
Ο Βαναίας, ο υιός του Ιωδαέ, μετέβη προς τον Ιωάβ εις την Σκηνήν του Κυρίου και του είπε· “αυτά λέγει ο βασιλεύς· Εβγα από αυτού”. Ο Ιωάβ απήντησε· “δεν θα εξέλθω διότι προτιμώ να αποθάνω εδώ”. Ο Βαναίας, ο υιός του Ιωδαέ, επέστρεψεν στον βασιλέα και του είπεν· “αυτά μου είπεν ο Ιωάβ. Αυτήν την απάντησιν μου έδωκεν εις την διαταγήν σου”.
31 καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· πορεύου καὶ ποίησον αὐτῷ καθὼς εἴρηκε, καὶ ἄνελε αὐτὸν καὶ θάψεις αὐτὸν καὶ ἐξαρεῖς σήμερον τὸ αἷμα, ὃ δωρεὰν ἐξέχεεν ἀπ᾿ ἐμοῦ καὶ ἀπὸ τοῦ οἴκου τοῦ πατρός μου·
Ο βασιλεύς είπεν εις αυτόν· “πήγαινε και κάμε του, όπως σου είπε· θανάτωσέ τον και θάψε τον. Ετσι δε θα αποπλύνης σήμερα από εμέ και από τον οίκον του πατρός μου το αθώον αίμα το οποίον αναιτίως έχυσεν εκείνος.
32 καὶ ἐπέστεψε Κύριος τὸ αἷμα τῆς ἀδικίας αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, ὡς ἀπήντησε τοῖς δυσὶν ἀνθρώποις τοῖς δικαίοις καὶ ἀγαθοῖς ὑπὲρ αὐτὸν καὶ ἀπέκτεινεν αὐτοὺς ἐν ρομφαίᾳ, καὶ ὁ πατήρ μου Δαυὶδ οὐκ ἔγνω τὸ αἷμα αὐτῶν, τὸν Ἀβεννὴρ υἱὸν Νὴρ ἀρχιστράτηγον Ἰσραὴλ καὶ τὸν Ἀμεσσὰ υἱὸν Ἰεθὲρ ἀρχιστράτηγον Ἰούδα·
Ετσι ο Κυριος έρριψεν επάνω στο κεφάλι αυτού το αδικοχυμένον από αυτόν αίμα δύο ανθρώπων, οι οποίοι ήσαν αγαθώτεροι και δικαιότεροι από αυτόν και τους οποίους εκείνος εφόνευσε με την ρομφαίαν του. Ο πατήρ μου Δαυίδ δεν είχε γνώσιν εκ των προτέρων ούτε ενέκρινεν εκ των υστέρων τους φόνους εκείνους. Οι δε φονευθέντες υπό του Ιωάβ ήσαν ο Αβεννήρ ο υιός του Νηρ αρχιστράτηγος του Ισραηλιτικού λαού και ο Αμεσσά ο υιός του Ιεθέρ, αρχιστράτηγος της φυλής Ιούδα.
33 καὶ ἐπεστράφη τὰ αἵματα αὐτῶν εἰς κεφαλὴν αὐτοῦ καὶ εἰς κεφαλὴν τοῦ σπέρματος αὐτοῦ εἰς τὸν αἰῶνα, καὶ τῷ Δαυὶδ καὶ τῷ σπέρματι αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ καὶ τῷ θρόνῳ αὐτοῦ γένοιτο εἰρήνη ἕως αἰῶνος παρὰ Κυρίου.
Ετσι δε έπεσαν τα αθώα αίματα εκείνων εις την κεφαλήν αυτού και εις τας κεφαλάς των απογόνων του στον αιώνα. Εις τον Δαυίδ όμως και στους απογόνους του, μάλιστα στον οίκον του και στον θρόνον του, είθε να βασιλεύη αιωνίως η ειρήνη παρά του Θευ”.
34 καὶ ἀνέβη Βαναίας υἱὸς Ἰωδαὲ καὶ ἀπήντησε αὐτῷ καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἔθαψεν αὐτὸν ἐν τῷ οἴκῳ αὐτοῦ ἐν τῇ ἐρήμῳ.
Ο Βαναίας ο υιός του Ιωδαέ μετέδη πράγματι στο θυσιαστήριον των ολοκαυτωμάτων, ευρήκεν εκεί τον 'Ιωαβ, τον εθανάτωσε και τον έθαψεν στο υπόγειον του οίκου του, που ευρίσκεται εις την έρημον.
35 καὶ ἔδωκεν ὁ βασιλεὺς τὸν Βαναίου υἱὸν Ἰωδαὲ ἀντ᾿ αὐτοῦ ἐπὶ τὴν στρατηγίαν· καὶ ἡ βασιλεία κατωρθοῦτο ἐν Ἱερουσαλήμ· καὶ Σαδὼκ τὸν ἱερέα ἔδωκεν αὐτὸν ὁ βασιλεὺς εἰς ἱερέα πρῶτον ἀντὶ Ἀβιάθαρ.
Ο βασιλεύς εγκατέστησε τότε τον Βαναίαν, τον υιόν του Ιωδαέ, αντί του Ιωάβ, ως αρχιστράτηγον. Η δε βασιλεία του Σολομώντος εστερεούτο και ενισχύετο εις την Ιερουσαλήμ. Τον Σαδώκ τον αρχιερέα εγκατέστησεν ο βασιλεύς ως αρχιερέα, αντί του Αβιάθαρ.
35 1 Καὶ ἔδωκε Κύριος φρόνησιν τῷ Σαλωμὼν καὶ σοφίαν πολλὴν σφόδρα καὶ πλάτος καρδίας, ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν.
Ο Κυριος έδωκεν στον Σολομώντα σύνεσιν και σοφίαν πάρα πολύ μεγάλην και ευρύτητα διανοίας, όπως η άμμος η παρά το χείλος της θαλάσσης.
35 2 καὶ ἐπληθύνθη ἡ φρόνησις Σαλωμὼν σφόδρα ὑπὲρ τὴν φρόνησιν πάντων υἱῶν ἀρχαίων καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου.
Η σοφία του Σολομώντος ηυξήθη και επληθύνθη πάρα πολύ, περισσότερον από την σύνεσιν και την σοφίαν όλων των αρχαίων σοφών και όλων των σοφών της Αιγύπτου.
35 3 καὶ ἔλαβε τὴν θυγατέρα Φαραὼ καὶ εἰσήγαγεν αὐτὴν εἰς πόλιν Δαυὶδ ἕως συντελέσαι αὐτὸν οἰκοδομῆσαι τὸν οἶκον αὐτοῦ. καὶ τὸν οἶκον Κυρίου ἐν πρώτοις καὶ τὸ τεῖχος Ἱερουσαλὴμ κυκλόθεν· ἐν ἑπτὰ ἔτεσιν ἐποίησε καὶ συνετέλεσε.
Ο Σολομών επήρε ως σύζυγον την θυγατέρα του Φαραώ, την οποίαν και εγκατέστησεν εις την πόλιν του Δαυίδ στο όρος Σιών, μέχρις ότου αποτελειώση την ανοικοδόμησιν του βασιλικού ανακτόρου. Πρώτον έκτισε τον ναόν του Κυρίου και κατόπιν συνέχισε το κτίσιμον του τείχους της Ιερουσαλήμ. Αυτά ήρχισε και ετελείωσεν εις διάστημα επτά ετών.
35 4 καὶ ἦν τῷ Σαλωμὼν ἑβδομήκοντα χιλιάδας αἴροντες ἄρσιν καὶ ὀγδοήκοντα χιλιάδας λατόμων ἐν τῷ ὄρει.
Εις την υπηρεσίαν του Σολομώντος δια τα έργα αυτά ήσαν εβδομήκοντα χιλιάδες αχθοφόροι και ογδοήκοντα χιλιάδες λατόμοι στο όρος.
35 5 καὶ ἐποίησε Σαλωμὼν τὴν θάλασσαν καὶ τὰ ὑποστηρίγματα καὶ τοὺς λουτῆρας τοὺς μεγάλους καὶ τοὺς στύλους καὶ τὴν κρήνην τῆς αὐλῆς καὶ τὴν θάλασσαν τὴν χαλκῆν.
Ο Σολομών κατεσκεύασε τότε και τα ιερά σκεύη, δηλαδή την θάλασσαν, τα υποστηρίγματα, τους μεγάλους λουτήρας, τους στύλους, την κρήνην της αυλής, την θάλασσαν την χαλκήν.
35 6 καὶ ᾠκοδόμησε τὴν ἄκραν καὶ τὰς ἐπάλξεις αὐτῆς καὶ διέκοψε τὴν πόλιν Δαυίδ· οὕτως θυγάτηρ Φαραὼ ἀνέβαινεν ἐκ τῆς πόλεως Δαυὶδ εἰς τὸν οἶκον αὐτῆς, ὃν ᾠκοδόμησεν αὐτῇ· τότε ᾠκοδόμησε τὴν ἄκραν.
Ανοικοδόμησεν επίσης την ακρόπολιν και τας επάλξεις της και διέκοψεν έτσι την επικοινωνίαν της πόλεως Δαυίδ με την έξω περιοχήν. Ετσι δε η θυγάτηρ του Φαραώ ανέβαινεν από την πόλιν Δαυίδ στον οίκον της, τον οποίον δι' αυτήν είχε κτίσει ο Σολομών. Τοτε ανοικοδόμησε και την ακρόπολιν.
35 7 καὶ Σαλωμὼν ἀνέφερε τρεῖς ἐν τῷ ἐνιαυτῷ ὁλοκαυτώσεις καὶ εἰρηνικὰς ἐπὶ τὸ θυσιαστήριον, ὃ ᾠκοδόμησε τῷ Κυρίῳ, καὶ ἐθυμία ἐνώπιον Κυρίου, καὶ συνετέλεσε τὸν οἶκον.
Ο Σολομών προσέφερε κάθε έτος τρεις θυσίας ολοκαυτωμάτων και ειρηνικών θυσιών στο θυσιαστήριον, το οποίον ανοικοδόμησε προς τιμήν του Κυρίου. Προσέφερεν ακόμη και θυμίαμα προς τον Κυριον. Ετσι απετελείωσε τον ναόν προς δόξαν και τιμήν του Κυρίου.
35 8 καὶ οὗτοι οἱ ἄρχοντες οἱ καθεσταμένοι ἐπὶ τὰ ἔργα τοῦ Σαλωμών· τρεῖς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται τοῦ λαοῦ τῶν ποιούντων τὰ ἔργα.
Οι άνθρωποι, οι οποίοι είχον διορισθή ως επόπται εις τα έργα του Σολομώντος, ήσαν τρεις χιλιάδες εξακόσιοι επιστάται επί των ανθρώπων, οι οποίοι ειργάζοντο εις αυτά τα έργα.
35 9 καὶ ᾠκοδόμησε τὴν Ἀσσοὺρ καὶ τὴν Μαγδὼ καὶ τὴν Γαζὲρ καὶ τὴν Βαιθωρὼν τὴν ἐπάνω καὶ τὰ Βααλάθ·
Ο Σολομών ανοικοδόμησε την Ασσούρ, την Μαγδώ, την Γαζέρ, την επάνω Βαιθωρών και τα Βααλάθ.
35 10 πλὴν μετὰ τὸ οἰκοδομῆσαι αὐτὸν τὸν οἶκον τοῦ Κυρίου καὶ τὸ τεῖχος Ἱερουσαλὴμ κύκλῳ, μετὰ ταῦτα ᾠκοδόμησε τὰς πόλεις ταύτας.
Τας πόλεις όμως αυτάς οικοδόμησε, αφού πρώτον ανοικοδόμησε τον οίκον του Κυρίου και το τείχος το περί την Ιερουσαλήμ.
35 11 καὶ ἐν τῷ ἔτι Δαυὶδ ζῆν ἐνετείλατο τῷ Σαλωμὼν λέγων· ἰδοὺ μετὰ σοῦ Σεμεΐ υἱὸς Γηρὰ υἱὸς τοῦ σπέρματος τοῦ Ἰεμενὶ ἐκ Χεβρών·
Οταν ακόμη εζούσεν ο Δαυίδ, είχε δώσει εντολήν στον Σολομώντα λέγων· “ιδού, μαζή σου ευρίσκεται ο Σεμεΐ, ο υιός του Γηρά, από την φυλήν Βενιαμίν εκ της πόλεως Χεβρών.
35 12 οὗτος κατηράσατό με κατάραν ὀδυνηρὰν ἐν ᾗ ἡμέρᾳ ἐπορευόμην εἰς Παρεμβολάς,
Αυτός εξέφερε φοβεράς κατάρας εναντίον μου κατά την ημέραν, κατά την οποίαν έφευγα εις τας Παρεμβολάς.
35 13 καὶ αὐτὸς κατέβαινεν εἰς ἀπαντὴν μοι ἐπὶ τὸν Ἰορδάνην καὶ ὤμοσα αὐτῷ κατὰ τοῦ Κυρίου λέγων· εἰ θανατωθήσεται ἐν ρομφαίᾳ·
Κατά την επιστροφήν μου όμως ήλθεν εις προϋπάντησίν μου και με συνήντησεν στον Ιορδάνην. Εκεί εγώ του ωρκίσθην ενώπιον του Κυρίου, ότι δεν θα εκτελεσθή δια ρομφαίας.
35 14 καὶ νῦν μὴ ἀθωώσῃς αὐτόν, ὅτι ἀνὴρ φρόνιμος σὺ καὶ γνώσῃ ἃ ποιήσεις αὐτῷ, καὶ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν αἵματι εἰς ᾅδου.
Συ όμως να μη τον απαλλάξης από την ενοχήν του. Είσαι σοφός και συνετός και γνωρίζεις, τι πρέπει να πράξης εις αυτόν, ώστε να κρημνίσης τα γηρατεία του στον άδην εκτελών αυτόν δια το αμάρτημά του”.
36 Καὶ ἐκάλεσεν ὁ βασιλεὺς τὸν Σεμεΐ καὶ εἶπεν αὐτῷ· οἰκοδόμησον σεαυτῷ οἶκον ἐν Ἱερουσαλὴμ καὶ κάθου ἐκεῖ καὶ οὐκ ἐξελεύσῃ ἐκεῖθεν οὐδαμοῦ·
Ο βασιλεύς Σολομών εκάλεσε τον Σεμεΐ και του είπε· “κτίσε δια τον εαυτόν σου οίκον εντός της Ιερουσαλήμ. Να εγκατασταθής εις την οικίαν αυτήν και δεν θα εξέλθης από εκεί προς οιονδήποτε μέρος.
37 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ τῆς ἐξόδου σου καὶ διαβήσῃ τὸν χειμάρρουν Κέδρων, γινώσκων γνώσῃ ὅτι θανάτῳ ἀποθανῇ, τὸ αἷμά σου ἔσται ἐπὶ τὴν κεφαλήν σου. καὶ ὥρκισεν αὐτὸν ὁ βασιλεὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
Διότι κατά την ημέραν, κατά την οποίαν θα εξέλθης από την Ιερουσαλήμ και θα περάσης τον χείμαρρον των Κέδρων, μάθε καλά, ότι θα καταδικασθής εις θάνατον. Και συ θα είσαι υπεύθυνος δια την τιμωρίαν σου αυτήν”. Τον ώρκισε δε ο βασιλεύς κατά την ημέραν εκείνην, να σεβασθή την εντολήν του.
38 καὶ εἶπε Σεμεΐ πρὸς τὸν βασιλέα· ἀγαθὸν τὸ ρῆμα, ὃ ἐλάλησας, κύριέ μου βασιλεῦ· οὕτω ποιήσει ὁ δοῦλός σου. καὶ ἐκάθισε Σεμεΐ ἐν Ἱερουσαλὴμ τρία ἔτη.
Ο Σεμεΐ απήντησε προς τον βασιλέα· “είναι πράγματι καλός ο λόγος αυτός, τον οποίον μου είπες, κύριέ μου βασιλεύ. Οπως διέταξες, έτσι θα κάμη ο δούλος σου”. Και ο Σεμεΐ έμεινε πράγματι εις την Ιερουσαλήμ τρία έτη, χωρίς να εξέλθη από αυτήν.
39 καὶ ἐγενήθη μετὰ τὰ τρία ἔτη καὶ ἀπέδρασαν δύο δοῦλοι τοῦ Σεμεΐ πρὸς Ἀγχοὺς υἱὸν Μααχὰ βασιλέα Γέθ, καὶ ἀπηγγέλη τῷ Σεμεΐ λέγοντες· ἰδοὺ οἱ δοῦλοί σου ἐν Γέθ.
Επειτα όμως από τα τρία αυτά έτη δύο δούλοι του Σεμεί εδραπέτευσαν προς τον Αγχούς, τον υιόν Μααχά τον βασιλέα της Γέθ. Ανήγγειλαν δε στον Σεμεί μερικοί και του είπαν· “ιδού οι δούλοι σου ευρίσκονται εις την Γέθ”.
40 καὶ ἀνέστη Σεμεΐ καὶ ἐπέσαξε τὴν ὄνον αὐτοῦ καὶ ἐπορεύθη εἰς Γὲθ πρὸς Ἀγχοὺς τοῦ ἐκζητῆσαι τοὺ δούλους αὐτοῦ, καὶ ἐπορεύθη Σεμεΐ καὶ ἤγαγε τοὺς δούλους αὐτοῦ ἐκ Γέθ.
Ο Σεμεί εσηκώθη, εσαμάρωσε την όνον του και μετέβη εις Γεθ προς τον βασιλέα Αγχούς, δια να ζητήση τους δούλους του. Ο Σεμεί μετέβη πράγματι και επανέφερε τους δούλους του από την Γέθ.
41 καὶ ἀπηγγέλη τῷ Σαλωμὼν λέγοντες ὅτι ἐπορεύθη Σεμεΐ ἐξ Ἱερουσαλὴμ εἰς Γέθ, καὶ ἀπέστρεψε τοὺς δούλους αὐτοῦ,
Ανήγγειλαν όμως στον Σολομώντα μερικοί το γεγονός αυτό και του είπαν· “ο Σεμεΐ μετέβη από την Ιερουσαλήμ εις Γεθ και επανέφερε τους δούλους του”.
42 καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ ἐκάλεσε τὸν Σεμεΐ καὶ εἶπε πρὸς αὐτόν· οὐχὶ ὥρκισά σε κατὰ τοῦ Κυρίου καὶ ἐπεμαρτυράμην σοι λέγων· ἐν ᾗ ἂν ἡμέρᾳ ἐξέλθῃς ἐξ Ἱερουσαλὴμ καὶ πορευθῇς εἰς δεξιὰ ἢ ἀριστερά, γινώσκων γνώσῃ ὅτι θανάτῳ ἀποθανῇ;
Ο Σολομών έστειλεν άνθρωπον και εκάλεσε τον Σεμεΐ και του είπε “δεν σε έβαλα και ωρκίσθης στο όνομα του Κυρίου και δεν σου ετόνισα λέγων· Οτι κατά την ημέραν, κατά την οποίαν θα εξέλθης από την Ιερουσαλήμ και θα μεταβής αριστερά η δεξιά, να γνωρίζης καλά ότι θα εκτελεσθής;
43 καὶ τί ὅτι οὐκ ἐφύλαξας τὸν ὅρκον Κυρίου καὶ τὴν ἐντολήν, ἣν ἐνετειλάμην κατὰ σοῦ;
Διατί δεν εφύλαξες την εντολήν μου, την οποίαν με όρκον ενώπιον του Κυρίου σου είχα δώσει;”
44 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σεμεΐ· σὺ οἶδας πᾶσαν τὴν κακίαν σου, ἣν οἶδεν ἡ καρδία σου, ἃ ἐποίησας Δαυὶδ τῷ πατρί μου, καὶ ἀνταπέδωκε Κύριος τὴν κακίαν σου εἰς κεφαλήν σου·
Ο βασιλεύς προσέθεσε τότε προς τον Σεμεΐ· “συ γνωρίζεις όλην την κακίαν σου και ενθυμείσαι βεβαίως, τι έκαμες στον Δαυίδ τον πατέρα μου. Και να ότι σήμερον ο Κυριος θα ρίψη την κακίαν σου αυτήν εις την κεφαλήν σου.
45 καὶ ὁ βασιλεὺς Σαλωμὼν εὐλογημένος, καὶ ὁ θρόνος Δαυὶδ ἔσται ἕτοιμος ἐνώπιον Κυρίου εἰς τὸν αἰῶνα.
Εγώ δε ο βασιλεύς Σολομών, πράττων τούτο, θα είμαι ευλογημένος ενώπιον του Θεού και ο βασιλικός μου θρόνος στερεωμένος από τον Κυριον στους αιώνας των αιώνων”.
46 καὶ ἐνετείλατο ὁ βασιλεὺς Σαλωμὼν τῷ Βαναίᾳ υἱῷ Ἰωδαέ, καὶ ἐξῆλθε καὶ ἀνεῖλεν αὐτὸν καὶ ἀπέθανε.
Ο βασιλεύς Σολομών διέταξε σχετικώς τον Βαναίαν, τον υιόν του Ιωδαέ, ο οποίος εξήλθε και εξετέλεσε τον Σεμεΐ.
46 1 Καὶ ἦν ὁ βασιλεὺς Σαλωμὼν φρόνιμος σφόδρα, καὶ σοφός, καὶ Ἰούδα καὶ Ἰσραὴλ πολλοὶ σφόδρα, ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος, ἐσθίοντες καὶ πίνοντες καὶ χαίροντες.
Ο βασιλεύς Σολομών ήτο πάρα πολύ συνετός και σοφός. Πολυάριθμοι δε ήσαν οι Ισραηλίται και οι Ιουδαίοι, που ευρίσκοντο υπό την εξουσίαν του. Αυτοί ήσαν τόσοι, όση είναι η άμμος η πλησίον της θαλάσσης. Αυτοί ήσαν τρώγοντες και πίνοντες και ευφραινόμενοι.
46 2 καὶ Σαλωμὼν ἦν ἄρχων ἐν πάσαις ταῖς βασιλείαις, καὶ ἦσαν προσφέροντες δῶρα καὶ ἐδούλευον τῷ Σαλωμὼν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ.
Ο Σολομών ήτο άρχων όλων των βασιλείων, των οποίων οι κάτοικοι και προσέφεραν δώρα και ήσαν υποτελείς εις αυτόν όλας τας ημέρας της ζωής του.
46 3 καὶ Σαλωμὼν ἤρξατο ἀνοίγειν τὰ δυναστεύματα τοῦ Λιβάνου,
Ο Σολομών ήρχισε τότε να εκμεταλλεύεται τα δάση, τα λατομεία και τα μεταλλεία του όρους Λιβάνου.
46 4 καὶ αὐτὸς ᾠκοδόμησε τὴν Θερμαὶ ἐν τῇ ἐρήμω.
Ετσι δε ανοικοδόμησε την Θερμαί εις την έρημον.
46 5 καὶ τοῦτο τὸ ἄριστον τῷ Σαλωμών· τριάκοντα κόροι σεμιδάλεως καὶ ἑξήκοντα κόροι ἀλεύρου κεκοπανισμένου, δέκα μόσχοι ἐκλεκτοὶ καὶ εἴκοσι βόες νομάδες καὶ ἑκατὸν πρόβατα, ἐκτὸς ἐλάφων καὶ δορκάδων καὶ ὀρνίθων ἐκλεκτῶν νομάδων·
Το δε μεσημβρινόν φαγητόν της αυλής και ακολουθίας του Σολομώντος ήτο τριάκοντα κόροι σημιγδάλι, εξήκοντα κόροι αλεύρι χονδροκοπανισμένο, δέκα εκλεκτά μοσχάρια, είκοσι βόδια καλοθρεμμένα και εκατόν πρόβατα, εκτός από τα ελάφια, τα ζαρκάδια και τα άλλα εκλεκτά και ευτραφή ορνίθια.
46 6 ὅτι ἦν ἄρχων ἐν παντὶ πέραν τοῦ ποταμοῦ ἀπὸ Ραφὶ ἕως Γάζης, ἐν πᾶσι τοῖς βασιλεῦσι πέραν τοῦ ποταμοῦ·
Ητο βασιλεύς εις όλην την χώραν, η οποία επεκτείνεται πέραν του Ευφράτου ποταμού, από Ραφί μέχρι Γαζης· ήτο βασιλεύς εις όλας τας βασιλείας τας πέραν του ποταμού.
46 7 καὶ ἦν αὐτῷ εἰρήνη ἐκ πάντων τῶν μερῶν αὐτοῦ κυκλόθεν, καὶ κατῴκει Ἰούδα καὶ Ἰσραὴλ πεποιθότες ἕκαστος ὑπὸ τὴν ἄμπελον αὐτοῦ καὶ ὑπὸ τὴν συκῆν αὐτοῦ, ἐσθίοντες καὶ πίνοντες καὶ ἑορτάζοντες ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ πάσας τὰς ἡμέρας Σαλωμών.
Επί των ημερών του επικρατούσε από όλα τα γύρω μέρη ειρήνη εις όλην την χώραν και όλοι οι Ισραηλίται κατοικούσαν ήσυχοι και ασφαλείς, καθένας στο αμπέλι του και κάτω από τις συκιές του, τρώγοντες, πίνοντες και εορταζοντες από την Δαν μέχρι της Βηρσαβεέ όλας τας ημέρας, κατά τας οποίας έζησε και εβασίλευσεν ο Σολομών,
46 8 καὶ οὗτοι οἱ ἄρχοντες τοῦ Σαλωμών· Ἀζαρίου υἱὸς Σαδὼκ τοῦ ἱερέως καὶ Ὀρνίου υἱὸς Νάθαν ἄρχων τῶν ἐφεστηκότων καὶ Ἐδρὰμ ἐπὶ τὸν οἶκον αὐτοῦ καὶ Σουβὰ γραμματεὺς καὶ Βασὰ υἱὸς Ἀχιθαλὰμ ἀναμιμνήσκων καὶ Ἀβὶ υἱὸς Ἰωὰβ ἀρχιστράτηγος καὶ Ἀχιρὲ υἱὸς Ἐδραΐ ἐπὶ τὰς ἄρσεις καὶ Βαναίας υἱὸς Ἰωδαὲ ἐπὶ τῆς αὐλαρχίας καὶ ἐπὶ τοῦ πλινθίου καὶ Ζαχοὺρ υἱὸς Νάθαν ὁ σύμβουλος.
Αυτοί δε είναι οι άρχοντες του περιβάλλοντος του Σολομώντος· Αζαρίας ο υιός του αρχιερέως Σαδώκ, ο Ορνίας υιός του Ναθαν άρχων των επί μέρους αρχόντων, Εδράμ αρχηγός του βασιλικού οίκου, Σουβά ο γενικός γραμματεύς του κράτους, Βασά ο υιός του Αχιθαλάμ ο υπομνηματογράφος, Αβί ο υιός του Ιωάβ αρχιστράτηγος, Αχιρέ ο υιός του Εδραΐ δια τας μεταφοράς, ο Βαναίας ο υιός του Ιωδαέ αυλάρχης και επόπτης επί της πλινθοποιΐας και Ζαχούρ ο υιός του Ναθαν ήτο σύμβουλός του.
46 9 καὶ ἦσαν τῷ Σαλωμὼν τεσσαράκοντα χιλιάδες τοκάδες ἵπποι εἰς ἅρματα καὶ δώδεκα χιλιάδες ἵππων.
Είχε δε ο Σολομών δια τα πολεμικά του άρματα σαράντα χιλιάδας φορβάδας και δώδεκα χιλιάδας ίππους.
46 10 καὶ ἦν ἄρχων ἐν πᾶσι τοῖς βασιλεῦσιν ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων Αἰγύπτου.
Εβασίλευε δε ο Σολομών εις τα βασίλεια από τον ποταμόν Ευφράτην προς ανατολάς μέχρι των αλλοφύλων προς δυσμάς και μέχρι των συνόρων της Αιγύπτου προς νότον.
46 11 καὶ Σαλωμὼν υἱὸς Δαυὶδ ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ καὶ Ἰούδα ἐν Ἱερουσαλήμ.
Ο Σολομών, ο υιός του Δαυίδ, εβασίλευσεν επί όλων των Ισραηλιτών έχων πρωτεύουσαν του βασιλείου του την Ιερουσαλήμ.
Ερμηνεία Ἰ. Κολιτσάρα