ελ
Παλαιά Διαθήκη
1 ΚΑΙ ἰδοὺ ἄνθρωπος τοῦ Θεοῦ ἐξ Ἰούδα παρεγένετο ἐν λόγῳ Κυρίου εἰς Βαιθήλ, καὶ Ἱεροβοὰμ εἱστήκει ἐπὶ τὸ θυσιαστήριον ἐπιθῦσαι.
Ιδού όμως, ότι κατά την ώραν εκείνην ένας άνθρωπος του Θεού, που κατήγετο από την Ιουδαίαν, ήλθε κατόπιν διαταγής του Θεού εις την πόλιν Βαιθήλ. Ο Ιεροβοάμ εστεκετο όρθιος εκεί επί του θυσιαστηρίου, έτοιμος να προσφέρη θυσίαν.
2 καὶ ἐπεκάλεσε πρὸς τὸ θυσιαστήριον ἐν λόγῳ Κυρίου καὶ εἶπε· θυσιαστήριον θυσιαστήριον, τάδε λέγει Κύριος· ἰδοὺ υἱὸς τίκτεται τῷ οἴκῳ Δαυίδ, Ἰωσίας ὄνομα αὐτῷ, καὶ θύσει ἐπὶ σὲ τοὺς ἱερεῖς τῶν ὑψηλῶν τοὺς ἐπιθύοντας ἐπὶ σὲ καὶ ὀστᾶ ἀνθρώπων καύσει ἐπὶ σέ.
Ο άνθρωπος του Θεού, κατ' εντολήν του Κυρίου, προσεφώνησε το θυσιαστήριον και είπε “θυσιαστήριον, θυσιαστήριον, αυτά λέγει ο Κυριος· Ιδού, θα γεννηθή κάποιος από τους απογόνους του Δαυίδ, του οποίου το όνομα θα είναι Ιωσίας. Αυτός θα σφάξη επάνω εις σε τους ιερείς των υψηλών τόπων, εκείνους που θυσιάζουν εις σέ, και θα καύση οστά ανθρώπων επάνω σου.
3 καὶ δώσει ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τέρας λέγων· τοῦτο τὸ ρῆμα ὃ ἐλάλησε Κύριος λέγων· ἰδοὺ τὸ θυσιαστήριον ρήγνυται, καὶ ἐκχυθήσεται ἡ πιότης ἡ ἐπ᾿ αὐτῷ.
Και εις πίστωσιν του μελλοντικού γεγονότος της ημέρας εκείνης θα δώση τώρα αμέσως ένα θαυματουργικόν σημείον. Ιδού, το θυσιαστήριον διαρρήγνυται και θα χυθή η λιπαρά τέφρα των θυσιασθέντων ζώων, που ευρίσκεται εις αυτό”.
4 καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς Ἱεροβοὰμ τῶν λόγων τοῦ ἀνθρώπου τοῦ Θεοῦ τοῦ ἐπικαλεσαμένου ἐπὶ τὸ θυσιαστήριον τὸ ἐν Βαιθήλ, καὶ ἐξέτεινεν ὁ βασιλεὺς τὴν χεῖρα αὐτοῦ ἀπὸ τοῦ θυσιαστηρίου λέγων· συλλάβετε αὐτόν· καὶ ἰδοὺ ἐξηράνθη ἡ χεὶρ αὐτοῦ, ἣν ἐξέτεινεν ἐπ᾿ αὐτόν, καὶ οὐκ ἐδυνήθη ἐπιστρέψαι αὐτὴν πρὸς αὐτόν,
Οταν ο βασιλεύς Ιεροβοάμ ήκουσε τα λόγια αυτά του ανθρώπου του Θεού, ο οποίος έτσι ωμίλησε κατά του θυσιαστηρίου εις Βαιθήλ, άπλωσε το χέρι του από το θυσιαστήριον λέγων· “συλλάβετε αυτόν”. Και ιδού, το χέρι του, το οποίον άπλωσε εναντίον του ανθρώπου του Θεού, έμεινε ξηρόν και δεν ημπορούσε να το επαναφέρη εις την θέσιν του.
5 καὶ τὸ θυσιαστήριον ἐρράγη, καὶ ἐξεχύθη ἡ πιότης ἀπὸ τοῦ θυσιαστηρίου κατὰ τὸ τέρας, ὃ ἔδωκεν ὁ ἄνθρωπος τοῦ Θεοῦ ἐν λόγῳ Κυρίου.
Το δε θυσιαστήριον διερράγη πράγματι την ώραν εκείνην και εχύθη η λιπαρά στάκτη από το θυσιαστήριον σύμφωνα με το σημείον, το οποίον έδωκεν ο άνθρωπος του Θεού κατόπιν εντολής του Κυρίο
6 καὶ εἶπεν ὁ βασιλεὺς Ἱεροβοὰμ τῷ ἀνθρώπῳ τοῦ Θεοῦ· δεήθητι τοῦ προσώπου Κυρίου τοῦ Θεοῦ σου, καὶ ἐπιστρεψάτω ἡ χείρ μου πρὸς ἐμέ. καὶ ἐδεήθη ὁ ἄνθρωπος τοῦ Θεοῦ τοῦ προσώπου Κυρίου, καὶ ἐπέστρεψε τὴν χεῖρα τοῦ βασιλέως πρὸς αὐτόν, καὶ ἐγένετο καθὼς τὸ πρότερον.
Ο βασιλεύς Ιεροβοάμ είπε τότε στον άνθρωπον του Θεού· “παρακάλεσε τον Κυριον τον Θεόν σου, να αποκατασταθή υγιής η χείρ μου και να επανέλθη εις την θέσιν της”. Ο άνθρωπος του Θεού παρεκάλεσε τον Κυριον και η ξηρανθείσα χειρ απέκτησε την υγείαν της, όπως και πριν, και επανήλθεν εις την θέσιν της.
7 καὶ ἐλάλησεν ὁ βασιλεὺς πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ· εἴσελθε μετ᾿ ἐμοῦ εἰς οἶκον καὶ ἀρίστησον, καὶ δώσω σοι δόμα.
Ο βασιλεύς παρεκάλεσε τον άνθρωπον του Θεού και του είπε· “έλα στο σπίτι μου, δείπνησε και θα σου δώσω και κάποιο δώρον”.
8 καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ Θεοῦ πρὸς τὸν βασιλέα· ἐὰν δῷς μοι τὸ ἥμισυ τοῦ οἴκου σου, οὐκ εἰσελεύσομαι μετὰ σοῦ οὐδὲ μὴ φάγω ἄρτον οὐδὲ μὴ πίω ὕδωρ ἐν τῷ τόπῳ τούτῳ·
Ο άνθρωπος όμως του Θεού είπε προς τον βασιλέα· “και εάν ακόμη μου δώσης το ήμισυ από το ανάκτορόν σου, δεν πρόκειται να έλθω μαζή σου να φάγω φαγητόν, ούτε και να πίω ύδωρ από τον τόπον αυτόν.
9 ὅτι οὕτως ἐνετείλατό μοι Κύριος ἐν λόγῳ λέγων· μὴ φάγῃς ἄρτον καὶ μὴ πίῃς ὕδωρ καὶ μὴ ἐπιστρέψῃς ἐν τῇ ὁδῶ, ᾗ ἐπορεύθης ἐν αὐτῇ.
Διότι έτσι ρητώς ο Κυριος με διέταξε και μου είπε· Να μη φάγης άρτον και να μη πίης ύδωρ και επανερχόμενος εις την πατρίδα σου να μη επανέλθης από τον ίδιον δρόμον”.
10 καὶ ἀπῆλθεν ἐν ὁδῷ ἄλλῃ καὶ οὐκ ἀνέστρεψεν ἐν τῇ ὁδῷ, ᾗ ἦλθεν ἐν αὐτῇ εἰς Βαιθήλ.
Ο άνθρωπος του Θεού έφυγε πράγματι δι' άλλης οδού και δεν επέστρεψεν από τον ίδιον δρόμον, τον οποίον είχεν ακολουθήσει ερχόμενος εις Βαιθήλ.
11 Καὶ προφήτης εἷς πρεσβύτης κατῴκει ἐν Βαιθήλ, καὶ ἔρχονται οἱ υἱοὶ αὐτοῦ καὶ διηγήσαντο αὐτῷ πάντα τὰ ἔργα, ἃ ἐποίησεν ὁ ἄνθρωπος τοῦ Θεοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν Βαιθήλ, καὶ τοὺς λόγους, οὓς ἐλάλησε τῷ βασιλεῖ· καὶ ἐπέστρεψαν τὸ πρόσωπον τοῦ πατρὸς αὐτῶν.
Εκεί εις την Βαιθήλ κατοικούσεν ένας γέρων προφήτης. Ηλθον, λοιπόν, προς αυτόν τα παιδιά του και του διηγήθησαν όλα τα έργα, τα οποία είχε κάμει ο άνθρωπος του Θεού εις την Βαιθήλ κατά την ημέραν εκείνην, όπως επίσης και τους λόγους, τους οποίους είπεν στον βασιλέα. Εκίνησαν δε το ενδιαφέρον του πατρός των δια τον άνθρωπον αυτόν του Θεού.
12 καὶ ἐλάλησε πρὸς αὐτοὺς ὁ πατὴρ αὐτῶν λέγων· ποίᾳ ὁδῷ πεπόρευται; καὶ δεικνύουσιν αὐτῷ οἱ υἱοὶ αὐτοῦ τὴν ὁδόν, ἐν ᾗ ἀνῆλθεν ὁ ἄνθρωπος τοῦ Θεοῦ ὁ ἐλθὼν ἐξ Ἰούδα.
Ο πατήρ των τους ηρώτησε λέγων· “από ποίαν οδόν επορεύθη ο άνθρωπος του Θεού;” Τα παιδιά του του έδειξαν την οδόν, από την οποίαν είχεν αναχωρήσει ο άνθρωπος του Θεού, που είχεν έλθει από την φυλήν Ιούδα.
13 καὶ εἶπε τοῖς υἱοῖς αὐτοῦ· ἐπισάξατέ μοι τὸν ὄνον· καὶ ἐπέσαξαν αὐτῷ τὸν ὄνον, καὶ ἐπέβη ἐπ᾿ αὐτόν.
Είπεν εις τα παιδιά του· “σαμαρώσατέ μου τον όνον”. Και εσαμάρωσαν δι' αυτόν τον όνον, επί του οποίου και εκάθησε.
14 καὶ ἐπορεύθη κατόπισθεν τοῦ ἀνθρώπου τοῦ Θεοῦ καὶ εὗρεν αὐτὸν καθήμενον ὑπὸ δρῦν καὶ εἶπεν αὐτῷ· εἰ σὺ εἶ ὁ ἄνθρωπος τοῦ Θεοῦ ὁ ἐληλυθὼς ἐξ Ἰούδα; καὶ εἶπεν αὐτῷ· ἐγώ.
Επορεύθη δε οπίσω από τον άνθρωπον του Θεού και τον συνήντησε να κάθεται κάτω από την δρυν και του είπεν· “αλήθεια, συ είσαι ο άνθρωπος του Θεού, που ήλθες από την φυλήν Ιούδα;” Εκείνος του είπεν· “εγώ είμαι”.
15 καὶ εἶπεν αὐτῷ· δεῦρο μετ᾿ ἐμοῦ καὶ φάγε ἄρτον.
Λέγει προς αυτόν· “έλα μαζή μου να φάγης άρτον”.
16 καὶ εἶπεν· οὐ μὴ δύνωμαι τοῦ ἐπιστρέψαι μετὰ σοῦ οὐδὲ μὴ φάγομαι ἄρτον οὐδὲ πίομαι ὕδωρ ἐν τῷ τόπῳ τούτῳ·
Ο άνθρωπος του Θεού της φυλής Ιούδα είπε· “δεν δύναμαι να επιστρέψω μαζή σου και ούτε να φάγω άρτον, ούτε να πίω νερό στον τόπον τούτον·
17 ὅτι οὕτως ἐντέταλταί μοι ἐν λόγῳ Κύριος λέγων· μὴ φάγῃς ἄρτον ἐκεῖ καὶ μὴ πίῃς ὕδωρ καὶ μὴ ἐπιστρέψῃς ἐκεῖ ἐν τῇ ὁδῷ, ᾗ ἐπορεύθης ἐν αὐτῇ.
διότι έτσι με διέταξεν ο Κυριος· Ούτε ψωμί θα φάγης εκεί, ούτε νερό θα πίης, ούτε θα επιστρέψης εις την πατρίδα σου από τον ίδιον δρόμον, δια του οποίου ήλθες εις την Βαιθήλ”.
18 καὶ εἶπε πρὸς αὐτόν· κἀγὼ προφήτης εἰμὶ καθὼς σύ, καὶ ἄγγελος λελάληκε πρός με ἐν ρήματι Κυρίου λέγων· ἐπίστρεψον αὐτὸν πρὸς σεαυτὸν εἰς τὸν οἶκόν σου, καὶ φαγέτω ἄρτον, καὶ πιέτω ὕδωρ· καὶ ἐψεύσατο αὐτῷ.
Ο προφήτης της Βαιθήλ του είπε· “και εγώ είμαι προφήτης, όπως συ. Ενας δε άγγελος μου ωμίλησε εν ονόματι του Κυρίου και μου είπε· Επανάφερε αυτόν στον οίκον σου προς σέ, δια να φάγη φαγητόν και να πίη ύδωρ”. Αυτά δε έλεγε ψευδόμενος προς αυτόν.
19 καὶ ἐπέστρεψεν αὐτὸν καὶ ἔφαγεν ἄρτον καὶ ἔπιεν ὕδωρ ἐν τῷ οἴκῳ αὐτοῦ.
Ο προφήτης της Βαιθήλ επανέφερε τον προφήτην εκ της φυλής Ιούδα και έφαγεν άρτον και έπιεν ύδωρ στον οίκον αυτού.
20 καὶ ἐγένετο αὐτῶν καθημένων ἐπὶ τῆς τραπέζης, καὶ ἐγένετο λόγος Κυρίου πρὸς τὸν προφήτην τὸν ἐπιστρέψαντα αὐτὸν
Καθ' ον χρόνον εκάθηντο στο τραπέζι του φαγητού, έγινεν αποκάλυψις Κυρίου προς τον προφήτην της Βαιθήλ, ο οποίος είχεν επαναφέρει εκείνον στον οίκον του,
21 καὶ εἶπε πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ τὸν ἥκοντα ἐξ Ἰούδα λέγων· τάδε λέγει Κύριος· ἀνθ᾿ ὧν παρεπίκρανας τὸ ρῆμα Κυρίου καὶ οὐκ ἐφύλαξας τὴν ἐντολήν, ἣν ἐνετείλατό σοι Κύριος ὁ Θεός σου,
και είπε προς τον άνθρωπον του Θεού, ο οποίος είχεν έλθει από την φυλήν του Ιούδα· “αυτά λέγει ο Κυριος· Επειδή επίκρανες τον Θεόν και δεν ετήρησες την εντολήν, την οποίαν σου έδωσε Κυριος ο Θεός σου,
22 καὶ ἐπέστρεψας καὶ ἔφαγες ἄρτον καὶ ἔπιες ὕδωρ ἐν τῷ τόπῳ τούτῳ, ᾧ ἐλάλησε πρός σε λέγων· οὐ μὴ φάγῃς ἄρτον καὶ μὴ πίῃς ὕδωρ, οὐ μὴ εἰσέλθῃ τὸ σῶμά σου εἰς τὸν τάφον τῶν πατέρων σου.
και έτσι επέστρεψες εδώ και έφαγες άρτον και έπιες ύδωρ στον τόπον αυτόν, δια τον οποίον σου έδωσε ρητήν εντολήν ο Κυριος λέγων· Δεν θα φάγης άρτον και δεν θα πίης νερό, δια τούτο το σώμα σου δεν θα ταφή στον τάφον των προγόνων σου”.
23 καὶ ἐγένετο μετὰ τὸ φαγεῖν αὐτὸν ἄρτον καὶ πιεῖν ὕδωρ, καὶ ἐπέσαξεν αὐτῷ τὸν ὄνον, καὶ ἐπέστρεψε.
Ο από την Ιουδαίαν προφήτης, αφού έφαγεν άρτον και έπιεν ύδωρ, εσαμάρωσε τον όνον του και επανήρχετο εις την Ιουδαίαν.
24 καὶ ἀπῆλθε, καὶ εὗρεν αὐτὸν λέγων ἐν τῇ ὁδῷ καὶ ἐθανάτωσεν αὐτόν, καὶ ἦν τὸ σῶμα αὐτοῦ ἐρριμμένον ἐν τῇ ὁδῷ, καὶ ὁ ὄνος εἱστήκει παρ᾿ αὐτό, καὶ ὁ λέων εἱστήκει παρὰ τὸ σῶμα.
Οταν όμως απεμακρύνθη, συνήντησεν αυτόν καθ' οδόν ένας λέων, ο οποίος και τον εθανάτωσε. Το σώμα του προφήτου έμεινεν ερριμένον εις την οδόν. Ο όνος δε ίστατο όρθιος πλησίον του και ο λέων επίσης ίστατο όρθιος πλησίον του νεκρού σώματος.
25 καὶ ἰδοὺ ἄνδρες παραπορευόμενοι καὶ εἶδον τὸ θνησιμαῖον ἐρριμμένον ἐν τῇ ὁδῷ καὶ ὁ λέων εἱστήκει ἐχόμενα τοῦ θνησιμαίου· καὶ εἰσῆλθον καὶ ἐλάλησαν ἐν τῇ πόλει, οὗ ὁ προφήτης ὁ πρεσβύτης κατῴκει ἐν αὐτῇ.
Ιδού δε ότι κατά την ώραν εκείνην δύο άνδρες, διερχόμενοι από εκεί, είδαν το πτώμα του προφήτου κείμενον εις την οδόν και τον λέοντα, ο οποίος ίστατο όρθιος πλησίον του πτώματος. Αυτοί εισήλθον εις την πόλιν, όπου ευρίσκετο ο γέρων προφήτης, και ανήγγειλαν εις την πόλιν τα συμβάντα.
26 καὶ ἤκουσεν ὁ ἐπιστρέψας αὐτὸν ἐκ τῆς ὁδοῦ καὶ εἶπεν· ὁ ἄνθρωπος τοῦ Θεοῦ οὗτός ἐστίν, ὃς παρεπίκρανε τὸ ρῆμα Κυρίου.
Ο εκ Βαιθήλ προφήτης, που είχεν επαναφέρει από τον δρόμον τον προφήτην της Ιουδαίας, είπεν· “αυτός είναι ο άνθρωπος του Θεού, ο οποίος παρέβη την εντολήν του Κυρίου, και έτσι παρεπίκρανε τον Θεόν”.
28 καὶ ἐπορεύθη καὶ εὗρε τὸ σῶμα αὐτοῦ ἐρριμμένον ἐν τῇ ὁδῷ, καὶ ὁ ὄνος καὶ ὁ λέων εἱστήκεισαν παρὰ τὸ σῶμα, καὶ οὐκ ἔφαγεν ὁ λέων τὸ σῶμα τοῦ ἀνθρώπου τοῦ Θεοῦ καὶ οὐ συνέτριψε τὸν ὄνον.
Ο γέρων αυτός προφήτης μετέβη και ευρήκε το πτώμα κείμενον στον δρόμον, ο όνος δε και ο λέων ήσαν όρθιοι πλησίον του σώματος. Ο λέων δεν κατέφαγε το σώμα του ανθρώπου του Θεού, ούτε και τον όνον συνέτριψεν.
29 καὶ ᾖρεν ὁ προφήτης τὸ σῶμα τοῦ ἀνθρώπου τοῦ Θεοῦ καὶ ἐπέθηκεν αὐτὸ ἐπὶ τὸν ὄνον, καὶ ἐπέστρεψεν αὐτὸν εἰς τὴν πόλιν ὁ προφήτης τοῦ θάψαι αὐτὸν
Ο προφήτης αυτός επήρε το νεκρόν σώμα του ανθρώπου του Θεού, το έθεσεν επάνω στον όνον και το έφερεν εις την πόλιν, δια να το θάψη στον τάφον του.
30 ἐν τῷ τάφῳ ἑαυτοῦ, καὶ ἐκόψαντο αὐτόν· οὐαὶ ἀδελφέ.
Εκεί εθρήνησαν αυτόν οι άνθρωποι λέγοντες· “αλλοίμονον, αδελφέ”.
31 καὶ ἐγένετο μετὰ τὸ κόψασθαι αὐτὸν καὶ εἶπε τοῖς υἱοῖς αὐτοῦ λέγων· ἐὰν ἀποθάνω, θάψατέ με ἐν τῷ τάφῳ τούτῳ οὗ ὁ ἄνθρωπος τοῦ Θεοῦ τέθαπται ἐν αὐτῷ· παρὰ τὰ ὀστᾶ αὐτοῦ θέτε με, ἵνα σωθῶσι τὰ ὀστᾶ μου μετὰ τῶν ὀστῶν αὐτοῦ·
Επειτα δε από τον θρήνον αυτόν είπεν ο γέρων προφήτης εις τα παιδιά του· “όταν αποθάνω, να με θάψετε στον τάφον αυτόν, όπου έχει ταφή ο άνθρωπος του Θεού. Θέσατέ με κοντά εις τα οστά αυτού, δια να σωθούν και τα ιδικά μου οστά με τα οστά εκείνου.
32 ὅτι γινόμενον ἔσται τὸ ρῆμα, ὃ ἐλάλησεν ἐν λόγῳ Κυρίου ἐπὶ τὸ θυσιαστήριον ἐν Βαιθὴλ καὶ ἐπὶ τοὺς οἴκους τοὺς ὑψηλοὺς τοὺς ἐν Σαμαρείᾳ.
Διότι οπωσδήποτε θα πραγματοποιηθη ο λόγος, τον οποίον ωμίλησεν αυτός κατ' εντολήν του Κυρίου δια το θυσιαστήριον τούτο της Βαιθήλ και δια τους ναούς, οι οποίοι έχουν οικοδομηθή στους υψηλούς τόπους της Σαμαρείας”.
33 καὶ μετὰ τὸ ρῆμα τοῦτο οὐκ ἐπέστρεψεν Ἱεροβοὰμ ἀπὸ τῆς κακίας αὐτοῦ, καὶ ἐπέστρεψε καὶ ἐποίησεν ἐκ μέρους τοῦ λαοῦ ἱερεῖς ὑψηλῶν· ὁ βουλόμενος ἐπλήρου τὴν χεῖρα αὐτοῦ, καὶ ἐγίνετο ἱερεὺς εἰς τὰ ὑψηλά.
Εν τούτοις ο Ιεροβοάμ παρά τον λόγον αυτόν του προφήτου δεν εσυνετίσθη και δεν μετενόησε δια την ασέβειάν του, αλλά συνέχισε την παρανομίαν του και εγκατέστησεν στους υψηλούς τόπους της ειδωλολατρείας ιερείς εκ του λαού, οι οποίοι δεν κατήγοντο από την φυλήν του Λευι. Ο οιοσδήποτε δε εγίνετο τότε ιερεύς στους ειδωλολατρικούς αυτούς ευκτηρίους οίκους.
34 καὶ ἐγένετο τὸ ρῆμα τοῦτο εἰς ἁμαρτίαν τῷ οἴκῳ Ἱεροβοὰμ καὶ εἰς ὄλεθρον καὶ εἰς ἀφανισμὸν ἀπὸ προσώπου τῆς γῆς.
Η ασεβής αυτή πράξις κατελογίσθη ως βαρεία αμαρτία στον οίκον του Ιεροβοάμ και έγινεν αιτία ολέθρου και αφανισμού αυτού από το πρόσωπον της γης.
Ερμηνεία Ἰ. Κολιτσάρα