ελ
Παλαιά Διαθήκη
1 ΚΑΙ ἐγένετο τὰ ὅρια υἱῶν Ἰωσὴφ ἀπὸ τοῦ Ἰορδάνου τοῦ κατὰ Ἱεριχὼ ἀπὸ ἀνατολῶν καὶ ἀναβήσεται ἀπὸ Ἱεριχὼ εἰς τὴν ὀρεινήν, τὴν ἔρημον, εἰς Βαιθὴλ Λουζά,
Τα όρια της περιοχής της φυλής Ιωσήφ ήρχιζον από ανατολάς από το μέρος εκείνο του Ιορδάνου που είναι πλησίον της Ιεριχούς. Από εκεί ανέβαιναν δια της Ιεριχούς εις την ορεινήν περιοχήν, εις την έρημον και εις Βαιθήλ Λουζά.
2 καὶ ἐξελεύσεται εἰς Βαιθὴλ καὶ παρελεύσεται ἐπὶ τὰ ὅρια τοῦ Ἀχαταρωθὶ
Από την Βαιθήλ εξεκινούσαν, διήρχοντο τα σύνορα του Αχαταρωθί,
3 καὶ διελεύσεται ἐπὶ τὴν θάλασσαν ἐπὶ τὰ ὅρια Ἀπταλὶμ ἕως τῶν ὁρίων Βαιθωρὼν τὴν κάτω, καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ τὴν θάλασσαν.
κατήρχοντο προς δυσμάς προς την Μεσόγειον Θαλασσαν εις τα σύνορα Απταλίμ έως εις τα σύνορα της κάτω Βαιθωρών και κατέληγον εις την Μεσόγειον Θαλασσαν.
4 καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Ἰωσὴφ Ἐφραὶμ καὶ Μανασσῆ·
Αι δύο φυλαί Εφραίμ και Μανασσή, των υιών του Ιωσήφ εκληρονόμησαν ως εξής·
5 καὶ ἐγενήθη ὅρια υἱῶν Ἐφραὶμ κατὰ δήμους αὐτῶν· καὶ ἐγενήθη τὰ ὅρια τῆς κληρονομίας αὐτῶν ἀπ' ἀνατολῶν Ἀταρὼθ καὶ Ἐρὼκ ἕως Βαιθωρὼν τὴν ἄνω καὶ Γαζαρά,
τα όρια της φυλής Εφραίμ κατά τους δήμους αυτής, τα όρια δηλαδή της κληρονομηθείσης περιοχής ήσαν από ανατολών η Αταρώθ και η Ερώκ έως την άνω Βαιθωρών και Γαζαρά·
6 καὶ διελεύσεται τὰ ὅρια ἐπὶ τὴν θάλασσαν εἰς Ἰκασμὼν ἀπὸ βορρᾶ Θερμά, περιελεύσεται ἐπ' ἀνατολὰς εἰς Θηνασὰ καὶ Σελλησὰ καὶ παρελεύσεται ἀπ' ἀνατολῶν εἰς Ἰανωκὰ
διήρχοντο προς δυσμάς προς την Μεσόγειον Θαλασσαν, προς Ικασμών βορείως της Θερμά. Επειτα εστρέφοντο εις τα ανατολικά προς Θηνασά και Σελλησά και κατόπιν διηυθύνοντο πάλιν προς ανατολάς εις Ιανωκά,
7 καὶ εἰς Μαχώ, καὶ Ἀταρὼθ καὶ αἱ κῶμαι αὐτῶν καὶ ἐλεύσεται ἐπὶ Ἱεριχὼ καὶ διεκβαλεῖ ἐπὶ τὸν Ἰορδάνην.
εις Μαχώ και Αταρώθ εις τας κώμας των οποίων τα όρια συναντούν την Ιεριχώ και καταλήγουν στον Ιορδάνην ποταμόν.
8 καὶ ἀπὸ Τάφου πορεύσεται τὰ ὅρια ἐπὶ θάλασσαν ἐπὶ Χελκανά, καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ θάλασσαν· αὕτη ἡ κληρονομία φυλῆς Ἐφραὶμ κατὰ δήμους αὐτῶν.
Εκ της Ταφου έπειτα προχωρούν εις δυσμάς εις Χελκανά και καταλήγουν εις την Μεσόγειον Θαλασσαν. Αυτά είναι τα όρια της κληρονομηθείσης περιοχής από την φυλήν Εφραίμ κατά τους δήμους αυτής.
9 καὶ αἱ πόλεις αἱ ἀφορισθεῖσαι τοῖς υἱοῖς Ἐφραὶμ ἀνὰ μέσον τῆς κληρονομίας υἱῶν Μανασσῆ, πᾶσαι αἱ πόλεις καὶ αἱ κῶμαι αὐτῶν.
Η φυλή του Εφραίμ είχε κληρονομήσει και ιδιαιτέρας πόλεις από τας πόλεις της κληρονομίας της φυλής Μανασσή. Είχε πόλεις και τας κώμας αι οποίαι ήσαν προσηρτημέναι εις αυτάς.
10 καὶ οὐκ ἀπώλεσεν Ἐφραὶμ τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γαζέρ, καὶ κατῴκει ὁ Χαναναῖος ἐν τῷ Ἐφραὶμ ἕως τῆς ἡμέρας ταύτης, ἕως ἀνέβη Φαραὼ βασιλεὺς Αἰγύπτου καὶ ἔλαβεν αὐτὴν καὶ ἐνέπρησεν αὐτὴν ἐν πυρί, καὶ τοὺς Χαναναίους καὶ τοὺς Φερεζαίους καὶ τοὺς κατοικοῦντας ἐν Γαζὲρ ἐξεκέντησαν, καὶ ἔδωκεν αὐτὴν Φαραὼ ἐν φερνῇ τῇ θυγατρὶ αὐτοῦ.
Η φυλή του Εφραίμ δεν εξωλόθρευσε τους Χαναναίους οι οποίοι κατοικούσαν εις Γαζέρ και έτσι οι Χαναναίοι κατοικούσαν μέσα εις την περιοχήν της φυλής Εφραίμ μέχρι της ημέρας εκείνης, κατά την οποίαν ο Φαραώ, ο βασιλεύς της Αιγύπτου, επήλθεν εναντίον της φυλής Εφραίμ, κατέλαβεν και κατέκαυσεν αυτήν, τους δε Χαναναίους και τους Φερεζαίους που κατοικούσαν εις την Γαζέρ εφόνευσε. Την πόλιν Γαζέρ έδωκεν ο Φαραώ εις την θυγατέρα του ως προίκα.
Ερμηνεία Ἰ. Κολιτσάρα