ελ
Παλαιά Διαθήκη
1 ΚΑΙ ἐγένετο τὰ ὅρια φυλῆς Ἰούδα κατὰ δήμους αὐτῶν ἀπὸ τῶν ὁρίων τῆς Ἰδουμαίας ἀπὸ τῆς ἐρήμου Σὶν ἕως Κάδης πρὸς λίβα.
Τα όρια της χώρας η οποία εδόθη εις την φυλήν του Ιούδα και διενεμήθη κατά τους δήμους αυτής είναι προς τα νοτιοδυτικά από τα σύνορα της Ιδουμαίας και της ερήμου Σιν μέχρι Καδης.
2 καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ λιβὸς ἕως μέρους θαλάσσης τῆς ἁλυκῆς, ἀπὸ τῆς λοφιᾶς τῆς φερούσης ἐπὶ λίβα
Δηλαδή τα όρια της περιοχής αυτής εκτείνονται νοτιοδυτικώς μέχρι της Νεκράς Θαλάσσης και από την λωρίδα της θαλάσσης κατευθύνονται προς νότον,
3 καὶ διαπορεύεται ἀπέναντι τῆς προσαναβάσεως Ἀκραβὶν καὶ ἐκπεριπορεύεται Σενὰ καὶ ἀναβαίνει ἀπὸ λιβὸς ἐπὶ Κάδης Βαρνὴ καὶ ἐκπορεύεται Ἀσωρὼν καὶ προσαναβαίνει εἰς Σάραδα καὶ ἐκπορεύεται τὴν κατὰ δυσμὰς Κάδης
διέρχονται απέναντι της ανωφερείας Ακραβίν, παρακάμπτουν την Σενά, ανέρχονται από τα νοτιοδυτικά προς Καδης Βαρνή, προχωρούν εις Ασωρών, ανέρχονται εις Σαραδα, και εξέρχονται προς δυσμάς της Καδης.
4 καὶ ἐκπορεύεται ἐπὶ Σελμωνὰν καὶ διεκβάλλει ἕως φάραγγος Αἰγύπτου, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος τῶν ὁρίων ἐπὶ τὴν θάλασσαν· τοῦτό ἐστιν αὐτῶν ὅρια ἀπὸ λιβός.
Διέρχονται κατόπιν εις την Σελμωνάν, εξέρχονται έως την κοιλάδα προς το μέρος της Αιγύπτου και έτσι τα μεσημβρινά όρια της φυλής Ιούδα καταλήγουν εις την Μεσόγειον Θαλασσαν. Αυτά είναι τα όρια από τα νοτιοδυτικά.
5 καὶ τὰ ὅρια ἀπὸ ἀνατολῶν· πᾶσα ἡ θάλασσα ἡ ἁλυκὴ ἕως τοῦ Ἰορδάνου. καὶ τὰ ὅρια αὐτῶν ἀπὸ βορρᾶ καὶ ἀπὸ τῆς λοφιᾶς τῆς θαλάσσης καὶ ἀπὸ τοῦ μέρους τοῦ Ἰορδάνου·
Τα δε νοτιοανατολικά είναι· Ολη η Νεκρά Θαλασσα μέχρι τις εκβολής του Ιορδάνου. Τα βόρεια σύνορα αρχίζουν από την προς βορράν λωρίδα της Νεκράς Θαλάσσης από το μέρος όπου εκβάλλει εις αυτήν ο Ιορδάνης.
6 ἐπιβαίνει τὰ ὅρια ἐπὶ Βαιθαγλὰ καὶ παραπορεύεται ἀπὸ Βορρᾶ ἐπὶ Βαιθάραβα, καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ λίθον Βαιὼν υἱοῦ Ρουβήν,
Ανέρχονται προς Βαιθαγλά, παρακάμπτουν από βορρά την Βαιθάραβα και ανέρχονται τα όρια αυτά μέχρι της τοποθεσίας «Λιθος Βαιών» της φυλής Ρουβήν.
7 καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ τὸ τέταρτον τῆς φάραγγος Ἀχὼρ καὶ καταβαίνει ἐπὶ Γαλγάλ, ἥ ἐστιν ἀπέναντι τῆς προσβάσεως Ἀδδαμίν, ἥ ἐστι κατὰ λίβα τῇ φάραγγι, καὶ διεκβάλλει ἐπὶ τὸ ὕδωρ πηγῆς τοῦ ἡλίου, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος πηγὴ Ρωγήλ,
Ανέρχονται έπειτα στο τέταρτον τμήμα της κοιλάδος Αχώρ, καταβαίνουν προς τα Γαλγαλα, τα οποία είναι απέναντι της ανωφερείας Αδδαμίν, η οποία ευρίσκεται νοτίως της κοιλάδος. Τα όρια εν συνεχεία διέρχονται προ της πηγής “του Ηλίου” και καταλήγουν εις την πηγήν “Ρωγήλ”.
8 καὶ ἀναβαίνει τὰ ὅρια εἰς φάραγγα Ὀνὸμ ἐπὶ νώτου Ἰεβοῦς ἀπὸ λιβὸς (αὕτη ἐστὶν Ἱερουσαλὴμ) καὶ διεκβάλλει τὰ ὅρια ἐπὶ κορυφὴν ὄρους, ἥ ἐστι κατὰ πρόσωπον φάραγγος Ὀνὸμ πρὸς θαλάσσης, ἥ ἐστιν ἐκ μέρους γῆς Ραφαΐν ἐπὶ βορρᾶ,
Επειτα ανέρχονται δια της κοιλάδος Ονόμ επί της μεσημβρινής πλευράς της Ιεβούς (αυτή είναι η Ιερουσαλήμ) φθάνουν εις την κορυφήν του όρους, η οποία κορυφή είναι απέναντι της κοιλάδος Ονόμ προς δυσμάς και εις την ακραίαν περιοχήν της χώρας των Ραφαΐν προς βορράν.
9 καὶ διεκβάλλει τὸ ὅριον ἀπὸ κορυφῆς τοῦ ὄρους ἐπὶ πηγὴν ὕδατος Ναφθὼ καὶ διεκβάλλει εἰς τὸ ὄρος Ἐφρών, καὶ ἄξει τὸ ὅριον εἰς Βαὰλ (αὕτη ἐστὶ πόλις Ἰαρίμ),
Από την κορυφήν του όρους εξέρχονται τα όρια μέχρι των υδάτων της πηγής Ναφθώ, φθάνουν στο όρος Εφρών και προχωρούν μέχρι της πόλεως Βαάλ (αυτή είναι η πόλις Ιαρίμ).
10 καὶ περιελεύσεται ὅριον ἀπὸ Βαὰλ ἐπὶ θάλασσαν καὶ παρελεύσεται εἰς ὄρος Ἀσσὰρ ἐπὶ νώτου, Πόλιν Ἰαρὶν ἀπὸ βορρᾶ (αὕτη ἐστὶ Χασλὼν) καὶ καταβήσεται ἐπὶ Πόλιν ἡλίου καὶ παρελεύσεται ἐπὶ λίβα,
Από την Βαάλ περιελίσσονται προς την Μεσόγειον Θαλασσαν, παρέρχονται προς νότον την πλευράν του όρους Ασσάρ, προς βορράν την πόλιν Ιαρίν (αυτή είναι η Χασλών), κατόπιν κατέρχονται εις την “Ηλίου Πολιν” και προχωρούν προς νότον.
11 καὶ διεκβάλλει τὸ ὅριον κατὰ νώτου Ἀκκαρὼν ἐπὶ βορρᾶν, καὶ διεκβαλεῖ τὰ ὅρια εἰς Σοκχὼθ καὶ παρελεύσεται ὅρια ἐπὶ λίβα καὶ διεκβαλεῖ ἐπὶ Λεβνά, καὶ ἔσται ἡ διέξοδος τῶν ὁρίων ἐπὶ θάλασσαν. καὶ τὰ ὅρια αὐτῶν ἀπὸ θαλάσσης· ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ.
Από εκεί τα όρια κατευθύνονται επί της βορείας πλευράς του όρους Ακκαρών, διέρχονται εις την Σοκχώθ, προχωρούν προς νότον και καταλήγουν εις Λεβνά. Ετσι δε τα βόρεια αυτά σύνορα φθάνουν μέχρι της Μεσογείου Θαλάσσης. Τα δε δυτικά ορίζονται από την μεγάλην θάλασσαν, δηλαδή την Μεσόγειον.
12 ταῦτα τὰ ὅρια υἱῶν Ἰούδα κύκλῳ κατὰ δήμους αὐτῶν.
Αυτά είναι τα όρια που περικλείουν την χώραν της φυλής Ιούδα την διανεμηθείσαν κατά τους δήμους αυτής.
13 καὶ τῷ Χάλεβ υἱῷ Ἰεφονὴ ἔδωκε μερίδα ἐν μέσῳ υἱῶν Ἰούδα διὰ προστάγματος τοῦ Θεοῦ, καὶ ἔδωκεν αὐτῷ Ἰησοῦς τὴν πόλιν Ἀρβὸκ μητρόπολιν Ἐνὰκ (αὕτη ἐστὶ Χεβρών).
Εις τον Χαλεβ, τον υιόν του Ιεφονή, έδωκεν ο Ιησούς του Ναυη, σύμφωνα προς την εντολήν του Θεού, την πόλιν Αρβόκ (δηλαδή την Χεβρών), η οποία ήτο πρωτεύουσα των Ενακίμ (γιγάντων).
14 καὶ ἐξωλόθρευσεν ἐκεῖθεν Χάλεβ υἱὸς Ἰεφονὴ τοὺς τρεῖς υἱοὺς Ἐνάκ, τὸν Σουσὶ καὶ Θολαμὶ καὶ τὸν Ἀχιμᾶ.
Ο Χαλεβ, ο υιός του Ιεφονή, εξωλόθρευσε τους τρεις υιούς του Ενάκ, τον Σουσί, τον Θολαμί και τον Αχιμά.
15 καὶ ἀνέβη ἐκεῖθεν Χάλεβ ἐπὶ τοὺς κατοικοῦντας Δαβίρ· τὸ δὲ ὄνομα Δαβὶρ ἦν τὸ πρότερον Πόλις γραμμάτων.
Από εκεί ο Χαλεβ ανέβη εναντίον των κατοίκων της Δαβίρ. Προηγουμένως το όνομα της Δαβίρ ήτο “Πολις Γραμμάτων”.
16 καὶ εἶπε Χάλεβ· ὃς ἐὰν λάβῃ καὶ ἐκκόψῃ τὴν Πόλιν τῶν γραμμάτων καὶ κυριεύσῃ αὐτῆς, δώσω αὐτῷ τὴν Ἀσχὰν θυγατέρα μου εἰς γυναῖκα·
Είπε δε ο Χαλεβ στους περί αυτόν άνδρας· “Θα δώσω την θυγατέρα μου Ασχάν ως σύζυγον εις εκείνον, ο οποίος θα κυριεύση και θα καταστρέψη την Πολιν των Γραμμάτων”.
17 καὶ ἔλαβεν αὐτὴν Γοθονιὴλ υἱὸς Κενὲζ ἀδελφὸς Χάλεβ ὁ νεώτερος καὶ ἔδωκεν αὐτῷ τὴν Ἀσχὰν θυγατέρα αὐτοῦ γυναῖκα.
Ο Γοθονιήλ, ο υιός του Κενέζ, νεώτερος ανεψιός του Χαλεβ, αυτός κατέλαβε την πόλιν. Ο δε Χαλεβ έδωκε εις αυτόν την θυγατέρα του Ασχάν, ως σύζυγον.
18 καὶ ἐγένετο ἐν τῷ ἐκπορεύεσθαι αὐτὴν καὶ συνεβουλεύσατο αὐτῷ λέγουσα· αἰτήσομαι τὸν πατέρα μου ἀγρόν· καὶ ἐβόησεν ἐκ τοῦ ὄνου. καὶ εἶπεν αὐτῇ Χάλεβ· τί ἐστί σοι;
Οταν δε αυτή, συνοδευομένη από τους συγγενείς αυτής και του συζύγου της, επορεύετο προς τον οίκον του Γοθονιήλ, συνεβουλεύθη τυν σύζυγόν της λέγουσα· “θα ζητήσω από τον πατέρα μου ένα αγρόν”. Καθώς δε εκάθητο επί του όνου, εβόησεν. Ο δε Χαλεβ είπε προς αυτήν “τι σου συμβαίνει;”
19 καὶ εἶπεν αὐτῷ· δός μοι εὐλογίαν, ὅτι εἰς γῆν Ναγὲβ δέδωκάς με· δός μοι τὴν Γολαθμαίν. καὶ ἔδωκεν αὐτῇ Χάλεβ τὴν Γολαθμαὶν τὴν ἄνω καὶ τὴν Γολαθμαὶν τὴν κάτω.
Εκείνη του απήντησε· “δος μου ένα δώρον ως ευλογίαν, διότι με υπάνδρευσες και με στέλνεις τώρα εις την χώραν Ναγέβ. Δος μου την Γολαθμαίν”. Ο Χαλεβ έδωσε προς αυτήν την άνω και την κάτω Γολαθμαίν.
20 αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Ἰούδα.
Αυτή είναι η περιοχή από την γην της Επαγγελίας, την οποίαν εκληρονόμησεν η φυλή του Ιούδα.
21 Ἐγενήθησαν δὲ πόλεις αὐτῶν· πόλις πρώτη φυλῆς υἱῶν Ἰούδα ἐφ' ὁρίων Ἐδὼμ ἐπὶ τῆς ἐρήμου,
Αι εξής δε πόλεις περιείχοντο εις την φυλήν του Ιούδα· Η πρώτη πόλις της φυλής Ιούδα ευρίσκετο εις τα σύνορα της Ιδουμαίας εις την έρημον. Προς δε νότον ήσαν αι κάτωθι πόλεις·
22 καὶ Βαισελεὴλ καὶ Ἀρὰ καὶ Ἀσὼρ καὶ Ἰκὰμ καὶ Ρεγμὰ καὶ Ἀρουὴλ
Η Βαισελεήλ, η Αρά, η Ασώρ, η Ικάμ, η Ρεγμά, η Αρουήλ,
23 καὶ Κάδης καὶ Ἀσοριωναὶν καὶ Μαινὰμ
η Καδης, η Ασοριωναίν, η Μαινάμ,
24 καὶ Βαλμαινὰν καὶ αἱ κῶμαι αὐτῶν
η Βαλμαινάν και αι κωμοπόλεις αυτών,
25 καὶ αἱ πόλεις Ἀσερὼν (αὕτη Ἀσὼρ)
αι πόλεις Ασερών (αυτή είναι η Ασώρ),
26 καὶ Σὴν καὶ Σαλμαὰ καὶ Μωλαδᾶ
η Σην, η Σαλμαά, η Μαλαδά,
27 καὶ Σερὶ καὶ Βαιφαλὰδ
η Σερί, η Βαιφαλάδ,
28 καὶ Χολασεωλὰ καὶ Βηρσαβεὲ καὶ αἱ κῶμαι αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν,
η Χολασεωλά, η Βηρσαβεέ, αι κωμοπόλεις και αι αγροκατοικίαι αυτών,
29 Βαλὰ καὶ Βακὼκ καὶ Ἀσὸμ
η Βαλάα, η Βακώκ, η Ασόμ,
30 καὶ Ἐλβωϋδὰδ καὶ Βαιθὴλ καὶ Ἑρμᾶ
η Ελβωϋδάδ, η Βαιθήλ, η Ερμά,
31 καὶ Σεκελὰκ καὶ Μαχαρὶμ καὶ Σεθεννὰκ
η Σεκελάκ, η Μαχαρίμ, η Σεθεννάκ,
32 καὶ Λαβὼς καὶ Σαλὴ καὶ Ἐρωμώθ, πόλεις εἰκοσιεννέα, καὶ αἱ κῶμαι αὐτῶν.
η Λαβώς, η Σαλή, η Ερωμώθ, εικοσιεννέα εν συνόλω πόλεις και αι κωμοπόλεις αυτών.
33 ἐν τῇ πεδινῇ· Ἀσταὼλ καὶ Ράα καὶ Ἄσσα
Εις την πεδιάδα ήσαν αι κάτωθι πόλεις· Η Ασταώλ, η Ραα, η Ασσα,
34 καὶ Ράμεν καὶ Τανὼ καὶ Ἰλουθὼθ καὶ Μαιανὶ
η Ραμεν, η Τανώ, η Ιλουθώθ, η Μαιανί,
35 καὶ Ἱερμοὺθ καὶ Ὀδολλὰμ καὶ Μεμβρὰ καὶ Σαωχὼ καὶ Ἀζηκὰ
η Ιερμούθ, η Οδολλάμ, η Μεμβρά, η Σαωχώ, η Αζηκά,
36 καὶ Σακαρὶμ καὶ Γάδηρα καὶ αἱ ἐπαύλεις αὐτῆς, πόλεις δεκατέσσαρες καὶ αἱ κῶμαι αὐτῶν·
η Σακαρίμ, η Γαδηρα και αι αγροκατοικίαι αυτών, δεκατέσσαρες εν συνόλω πόλεις και αι κωμοπόλεις αυτών.
37 Σεννὰ καὶ Ἀδασὰν καὶ Μαγαδαλγὰδ
Η Σεννά, η Αδασάν, η Μαγαδολγάδ,
38 καὶ Δαλὰλ καὶ Μασφὰ καὶ Ἰαχαρεὴλ καὶ Λαχὶς
η Δαλάλ, η Μασφά, η Ιαχαρεήλ, η Λαχίς,
39 καὶ Βασηδὼθ καὶ Ἰδεαδαλέα
η Βασηδώθ, η Ιδεαδαλέα,
40 καὶ Χαβρὰ καὶ Μαχὲς καὶ Μααχὼς
η Χαβρά, η Μαχές, η Μααχώς,
41 καὶ Γεδδὼρ καὶ Βαγαδιὴλ καὶ Νωμὰν καὶ Μαχηδάν, πόλεις ἑκκαίδεκα καὶ αἱ κῶμαι αὐτῶν·
η Γεδδώρ, η Βαγαδιήλ, η Νωμάν, η Μαχηδάν, δέκα εξ εν συνόλω πόλεις και αι κωμοπόλεις αυτών.
42 Λεβνὰ καὶ Ἰθὰκ καὶ Ἀνὼχ
Η Λεβνά, η Ιθάκ, η Ανώχ,
43 καὶ Ἰανὰ καὶ Νασὶβ
η Ιανά, η Νασίβ,
44 καὶ Κεϊλὰμ καὶ Ἀκιεζὶ καὶ Κεζὶβ καὶ Βαθησὰρ καὶ Αἰλώμ, πόλεις δέκα καὶ αἱ κῶμαι αὐτῶν·
η Κεϊλάμ, η Ακιεζί, η Κεζίβ, η Βαθησάρ, η Αιλώμ, δέκα εν συνόλω πόλεις και αι κωμοπόλεις αυτών.
45 Ἀκκαρὼν καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῶν·
Η Ακκαρών μετά των κωμοπόλεών της και αι αγροκατοικίαι αυτών.
46 ἀπὸ Ἀκκαρὼν Γεμνὰ καὶ πᾶσαι, ὅσαι εἰσὶ πλησίον Ἀσηδώθ, καὶ αἱ κῶμαι αὐτῶν·
Από της Ακκαρών Γεμνά μέχρις όλων εκείνων των πόλεων που ήσαν πλησίον της Ασηδώθ μετά των κωμοπόλεων αυτών, ήσαν αι κάτωθι πόλεις·
47 Ἀσιεδὼθ καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῆς· Γάζα καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῆς ἕως τοῦ χειμάρρου Αἰγύπτου· καὶ ἡ θάλασσα ἡ μεγάλη διορίζει.
Η Ασιεδώθ, αι κωμοπόλεις και αι αγροκατοικίαι αυτής· η Γαζα, αι κωμοπόλεις και αι αγροκατοικίαι αυτής μέχρι της κοιλάδας της Αιγύπτου. Το τελευταίον προς δυσμάς όριον είναι η μεγάλη θάλασσα, η Μεσόγειος.
48 καὶ ἐν τῇ ὀρεινῇ· Σαμὶρ καὶ Ἰεθὲρ καὶ Σωχὰ
Εις την ορεινήν περιοχήν ήσαν αι κάτωθι πόλεις· Η Σαμίρ, η Ιεθέρ, η Σωχά,
49 καὶ Ρεννὰ καὶ Πόλις γραμμάτων (αὕτη Δαβὶρ)
η Ρεννά, η “Πολις των Γραμμάτων (αυτή είναι η Δαβίρ),
50 καὶ Ἀνὼν καὶ Ἐσκαιμὰν καὶ Αἰσὰμ
η Ανών, η Εσκαιμάν, η Αισάμ,
51 καὶ Γοσὸμ καὶ Χαλοὺ καὶ Χαννά, πόλεις ἕνδεκα καὶ αἱ κῶμαι αὐτῶν·
η Γοσόμ, η Χαλού και η Χαννά, ένδεκα εν συνόλω πόλεις μετά των κωμοπόλεων αυτών.
52 Αἰρὲμ καὶ Ρεμνὰ καὶ Σομὰ
Η Αιρέμ, η Ρεμνά, η Σομά,
53 καὶ Ἰεμαΐν καὶ Βαιθαχοὺ καὶ Φακουὰ
η Ιεμαΐν, η Βαιθαχού, η Φακουά,
54 καὶ Εὐμὰ καὶ πόλις Ἀρβὸκ (αὕτη ἐστὶ Χεβρὼν) καὶ Σωραίθ, πόλεις ἐννέα καὶ αἱ ἐπαύλεις αὐτῶν·
η Ευμά, η πόλις 'Αρβοκ (αυτή είναι η Χεβρών) και η Σωραίθ, εννέα εν συνόλω πόλεις και αι αγροκατοικίαι αυτών.
55 Μαὼρ καὶ Χερμὲλ καὶ Ὀζὶβ καὶ Ἰτὰν
Η Μαώρ, η Χερμέλ, η Οζίβ, η Ιτάν,
56 καὶ Ἰαριὴλ καὶ Ἀρικὰμ καὶ Ζακαναΐμ
η Ιαριήλ, η Αρικάμ, η Ζακαναΐμ,
57 καὶ Γαβαὰ καὶ Θαμναθά, πόλεις ἐννέα καὶ αἱ κῶμαι αὐτῶν·
η Γαβαά και η Θαμναθά, εννέα εν συνόλω πόλεις και αι κωμοπόλεις αυτών.
58 Ἀλουὰ καὶ Βαιθσοὺρ καὶ Γεδδὼν
Η Αλουά, η Βαιθσούρ, η Γεδδών,
59 καὶ Μαγαρὼθ καὶ Βαιθανὰμ καὶ Θεκούμ, πόλεις ἓξ καὶ αἱ κῶμαι αὐτῶν· Θεκὼ καὶ Ἐφραθὰ (αὕτη ἐστὶ Βηθλεὲμ) καὶ Φαγὼρ καὶ Αἰτὰν καὶ Κουλὸν καὶ Τατὰμ καὶ Θωβὴς καὶ Καρὲμ καὶ Γαλὲμ καὶ Θεθὴρ καὶ Μανοχώ, πόλεις ἕνδεκα καὶ αἱ κῶμαι αὐτῶν·
η Μαγαρώθ, η Βαιθανάμ και η Θεκούμ, εξ εν συνόλω πόλεις και αι κωμοπόλεις αυτών. Η Θεκώ, η Εφραθά (αυτή είναι η Βηθλεέμ), η Φαγώρ, η Αιτάν, η Κουλόν, η Τατάμ, η Θωβής, η Καρέμ, η Γαλέμ, η Θεθήρ και η Μανοχώ, ένδεκα εν συνόλω πόλεις και αι κωμοπόλεις αυτών.
60 Καριαθβαὰλ (αὕτη ἡ πόλις Ἰαρὶμ) καὶ Σωθηβᾶ, πόλεις δύο καὶ αἱ ἐπαύλεις αὐτῶν
Η Καριαθβαάλ (αυτή είναι η πόλις Ιαρίμ) και η Σωθηβά, δύο πόλεις και αι αγροκατοικίαι αυτών.
61 καὶ Βαδδαργεὶς καὶ Θαραβαὰμ καὶ Αἰνὼν
Η Βαδδαργείς, η Θαραδαάμ, η Αινών,
62 καὶ Αἰχιοζὰ καὶ Ναφλαζὼν καὶ αἱ πόλεις Σαδὼν καὶ Ἀγκάδης, πόλεις ἑπτὰ καὶ αἱ κῶμαι αὐτῶν.
η Αιχιοζά, η Ναφλαζών και αι πόλεις Σαδών και Αγκάδης, επτά εν συνόλω πόλεις και αι κωμοπόλεις αυτών.
63 καὶ ὁ Ἰεβουσαῖος κατῴκει ἐν Ἱερουσαλήμ, καὶ οὐκ ἠδυνάσθησαν οἱ υἱοὶ Ἰούδα ἀπολέσαι αὐτούς· καὶ κατῴκησαν οἱ Ἰεβουσαῖοι ἐν Ἱερουσαλὴμ ἕως τῆς ἡμέρας ταύτης.
Οι Ιεβουσαίοι κατοικούσαν εις την Ιερουσαλήμ. Οι της φυλής του Ιούδα δεν ηδυνήθησαν να εξολοθρεύσουν αυτούς. Ετσι οι Ιεβουσαίοι κατοικούσαν εις την Ιερουσαλήμ, έως αυτής της ημέρας.
Ερμηνεία Ἰ. Κολιτσάρα