ελ
Παλαιά Διαθήκη
1 ΚΑΙ οὗτοι οἱ βασιλεῖς τῆς γῆς, οὓς ἀνεῖλον οἱ υἱοὶ Ἰσραὴλ καὶ κατεκληρονόμησαν τὴν γῆν αὐτῶν πέραν τοῦ Ἰορδάνου ἀφ' ἡλίου ἀνατολῶν ἀπὸ φάραγγος Ἀρνῶν ἕως τοῦ ὄρους Ἀερμὼν καὶ πᾶσαν τὴν γῆν Ἄραβα ἀπ' ἀνατολῶν·
Οι βασιλείς των χωρών τους οποίους εφόνευσαν οι Ισροηλίται και εκληρονόμησαν τας χώρας των πέραν του Ιορδάνου προς ανατολάς, από την κοιλάδα Αρνών έως το όρος Αερμών και το βαθύπεδον Αραβα το ανατολικώς του Ιορδάνου είναι οι εξής·
2 Σηὼν τὸν βασιλέα τῶν Ἀμορραίων, ὃς κατῴκει ἐν Ἐσεβὼν κυριεύων ἀπὸ Ἀροήρ, ἣ ἐστιν ἐν τῇ φάραγγι, κατὰ μέρος τῆς φάραγγος, καὶ τὸ ἥμισυ τῆς Γαλαὰδ ἕως Ἰαβόκ, ὅρια υἱῶν Ἀμμών,
Ο Σηών, ο βασιλεύς των Αμορραίων, ο οποίος κατοικούσεν εις την πόλιν Εσεβών. Αυτός εκυριαρχούσε από την Αροήρ, η οποία ευρίσκετο εις την κοιλάδα, παραπλεύρως της κοιλάδος μέχρι και του ημίσεος Γαλαάδ έως στον χείμαρρον Ιαβόκ και τα σύνορα των Αμμωνιτών·
3 καὶ Ἄραβα ἕως τῆς θαλάσσης Χενερὲθ κατ' ἀνατολὰς καὶ ἕως τῆς θαλάσσης Ἄραβα, θάλασσαν τῶν ἁλῶν ἀπὸ ἀνατολῶν, ὁδὸν τὴν κατὰ Ἀσειμώθ, ἀπὸ Θαιμὰν τὴν ὑπὸ Ἀσηδὼθ Φασγά·
από Αραβα το βαθύπεδον του Ιορδάνου, προς βορράν μέχρι της λίμνης Γεννησαρέτ και προς ανατολάς μέχρι της λίμνης που κείται στο βαθύπεδον αυτό, μέχρι δηλαδή της Νεκράς Θαλάσσης που περνά ο δρόμος προς την Ασειμώθ, δηλαδή από Θαιμάν προς την Ασηδώθ, η οποία ευρίσκετο στο όρος Φασγά.
4 καὶ Ὢγ βασιλεὺς Βασὰν ὑπελείφθη ἐκ τῶν γιγάντων ὁ κατοικῶν ἐν Ἀσταρὼθ καὶ ἐν Ἐδραΐν,
Ο Ωγ, ο βασιλεύς της Βασάν, ο μόνος από την γενεάν των γιγάντων, ο οποίος κατοικούσε εις τας πόλεις Ασταρώθ και Εδραΐν.
5 ἄρχων ἀπὸ ὄρους Ἀερμὼν καὶ ἀπὸ Σελχοὶ καὶ πᾶσαν τὴν γῆν Βασὰν ἕως ὁρίων Γεσουρὶ καὶ τὴν Μαχὶ καὶ τὸ ἡμισυ Γαλαὰδ ὁρίων Σηὼν βασιλέως Ἐσεβών.
Η κυριαρχία αυτού εξετείνετο από το όρος Αερμών από Σελχούς εις όλην την χώραν Βασάν μέχρι των συνόρων Γεσουρί και Μαχί, και στο ήμισυ της χώρας Γαλαάδ, η οποία ευρίσκετο εις τα σύνορα του Σηών, του βασιλέως της Εσεβών.
6 Μωυσῆς ὁ παῖς Κυρίου καὶ υἱοὶ Ἰσραὴλ ἐπάταξαν αὐτούς, καὶ ἔδωκεν αὐτὴν Μωυσῆς ἐν κληρονομίᾳ Ρουβὴν καὶ Γὰδ καὶ τῷ ἡμίσει φυλῆς Μανασσῇ.
Ο Μωϋσής ο δούλος του Κυρίου εκτύπησε και κατενίκησεν αυτούς, κατέλαβε την χώραν των, την οποίαν ο Μωϋσής έδωκεν ως κληρονομίαν εις τας δύο φυλάς Ρουβήν και Γαδ και στο το ήμισυ της φυλής Μανασσή.
7 Καὶ οὗτοι οἱ βασιλεῖς τῶν Ἀμορραίων, οὓς ἀνεῖλεν Ἰησοῦς καὶ υἱοὶ Ἰσραὴλ ἐν τῷ πέραν τοῦ Ἰορδάνου παρὰ θάλασσαν Βααλγὰδ ἐν τῷ πεδίῳ τοῦ Λιβάνου καὶ ἕως ὄρους τοῦ Χελχὰ ἀναβαινόντων εἰς Σηείρ, καὶ ἔδωκεν αὐτὴν Ἰησοῦς ταῖς φυλαῖς Ἰσραὴλ κληρονομεῖν κατὰ κλῆρον αὐτῶν,
Αυτοί δε ήσαν οι βασιλείς των Αμορραίων, που τους εφόνευσαν οι Ισραηλίται εις την δυτικώς του Ιορδάνου περιοχήν, από της Βααλγάδ εις την πεδιάδα του Λιβάνου, έως το όρος Χελχά, το οποίον ανυψώνεται εις Σηείρ και τας οποίας περιοχάς εμοίρασε δια κλήρου ο 'Ιησους του Ναυή εις τας φυλάς του Ισραήλ.
8 ἐν τῷ ὄρει καὶ ἐν τῷ πεδίῳ καὶ ἐν Ἄραβα καὶ ἐν Ἀσηδὼθ καὶ ἐν τῇ ἐρήμῳ καὶ Ναγέβ, τὸν Χετταῖον καὶ τὸν Ἀμορραῖον καὶ τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον καὶ τὸν Εὐαῖον καὶ τὸν Ἰεβουσαῖον·
Εκυρίευσεν επίσης ο Ιησούς του Ναυή την ορεινήν περιοχήν, όπως και την πεδινήν έως στο βαθύπεδον του Ιορδάνου και εις την Ασηδώθ, έως εις την έρημον και την Ναγέβ. Κατέλαβον δε τους Χετταίους, τους Αμορραίους, τους Χαναναίους, τους Φερεζαίους, τους Ευαίους και τους Ιεβουσαίους. Αυτοί δε είναι οι νικηθέντες και συλληφθέντες βασιλείς·
9 τὸν βασιλέα Ἱεριχὼ καὶ τὸν βασιλέα τῆς Γαί, ἥ ἐστι πλησίον Βαιθήλ,
Ο βασιλεύς της Ιεριχούς και ο βασιλεύς της Γαι, η οποία ευρίσκεται πλησίον της Βαιθήλ,
10 βασιλέα Ἱερουσαλήμ, βασιλέα Χεβρών,
ο βασιλεύς της Ιερουσαλήμ και ο βασιλεύς της Χεβρών,
11 βασιλέα Ἱεριμούθ, βασιλέα Λαχίς,
ο βασιλεύς της Ιεριμούθ και ο βασιλεύς της Λαχίς,
12 βασιλέα Αἰλάμ, βασιλέα Γαζέρ,
ο βασιλεύς του Αιλάμ και ο βασιλεύς της Γαζέρ,
13 βασιλέα Δαβίρ, βασιλέα Γαδέρ,
ο βασιλεύς της Δαβίρ και ο βασιλεύς της Γαδέρ,
14 βασιλέα Ἑρμάθ, βασιλέα Ἀράθ,
ο βασιλεύς Ερμάθ και ο βασιλεύς Αράθ,
15 βασιλέα Λεβνά, βασιλέα Ὀδολλάμ,
ο βασιλεύς της Λεβνά και ο βασιλεύς της Οδολλάμ,
16 βασιλέα Ἠλάθ,
ο βασιλεύς Ηλάθ,
17 βασιλέα Ταφούγ, βασιλέα Ὀφέρ,
ο βασιλεύς Ταφούγ και ο βασιλεύς Οφέρ,
22 βασιλέα Ἀφὲκ τῆς Σαρών, βασιλέα Ἀσώρ, βασιλέα Συμοών, βασιλέα Μαρών, βασιλέα Ἀζίφ, βασιλέα Κάδης, βασιλέα Τανάχ, βασιλέα Μαγεδών, βασιλέα Ἰεκονὰμ τοῦ Χερμέλ,
ο βασιλεύς της Αφέκ, της πεδιάδος Σαρών, ο βασιλεύς Ασώρ, ο βασιλεύς Συμοών, ο βασιλεύς Μαρών, ο βασιλεύς Αζίφ, ο βασιλεύς Καδης, ο βασιλεύς Τανάχ, ο βασιλεύς Μαγεδών, ο βασιλεύς Ιεκονάμ του όρους Καρμηλος
23 βασιλέα Δὼρ τοῦ Ναφεδδώρ, βασιλέα Γωΐμ τῆς Γαλιλαίας,
ο βασιλεύς Δωρ του Ναφεδδώρ, ο βασιλεύς Γωΐμ της Γαλιλαίας
24 βασιλέα Θαρσά· πάντες οὗτοι βασιλεῖς εἴκοσιν ἐννέα.
και ο βασιλεύς Θαρσά. Είκοσι εννέα ήσαν εν συνόλω αυτοί οι βασιλείς.
Ερμηνεία Ἰ. Κολιτσάρα