ελ
Παλαιά Διαθήκη
1 ΕΝ τῷ ἐνιαυτῷ τῷ τετάρτῳ Ἰωακεὶμ υἱοῦ Ἰωσία βασιλέως Ἰούδα ἐγενήθη λόγος Κυρίου πρός με λέγων·
Κατά το τέταρτον έτος της βασιλείας του Ιωακείμ, υιού του Ιωσία, βασιλέως του Ιούδα, ωμίλησεν ο Κυριος προς εμέ και είπε·
2 λάβε σεαυτῷ χαρτίον βιβλίου καὶ γράψον ἐπ' αὐτοῦ πάντας τοὺς λόγους, οὓς ἐλάλησα πρὸς σὲ ἐπὶ Ἱερουσαλὴμ καὶ ἐπὶ Ἰούδα καὶ ἐπὶ πάντα τὰ ἔθνη, ἀφ' ἧς ἡμέρας λαλήσαντός μου πρὸς σέ, ἀφ' ἡμερῶν Ἰωσία βασιλέως Ἰούδα καὶ ἕως τῆς ἡμέρας ταύτης·
Παρε ειλητήν περγαμηνήν και γράψε επάνω εις αυτήν όλους τους λόγους, τους οποίους εγώ είπα προς σέ, εναντίον της Ιερουσαλήμ, εναντίον της Ιουδαίας χώρας και εναντίον όλων των εθνών, από την ημέραν κατά την οποίαν ήρχισα να ομιλώ προς σέ, από την εποχήν του Ιωσίου, βασιλέως των Ιουδαίων, και μέχρι της ημέρας αυτής.
3 ἴσως ἀκούσεται ὁ οἶκος Ἰούδα πάντα τὰ κακά, ἃ ἐγὼ λογίζομαι ποιῆσαι αὐτοῖς, ἵνα ἀποστρέψωσιν ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς, καὶ ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν καὶ ταῖς ἁμαρτίαις αὐτῶν.
Ισως ακούσουν, κατανυγούν και συναισθανθούν οι Ιουδαίοι όλας τας τιμωρίας, τας οποίας εγώ σκέπτομαι να εξαποστείλω εναντίον των, και εν μετανοία επιστρέψουν από την κακίαν αυτών, οπότε εγώ θα φανώ ίλεως εις τας αδικίας και τας αμαρτίας των.
4 καὶ ἐκάλεσεν Ἱερεμίας τὸν Βαροὺχ υἱὸν Νηρίου, καὶ ἔγραψεν ἀπὸ στόματος Ἱερεμίου πάντας τοὺς λόγους Κυρίου, οὓς ἐχρημάτισε πρὸς αὐτόν, εἰς χαρτίον βιβλίου.
Εκάλεσεν ο Ιερεμίας τον Βαρούχ, υιόν του Νηρίου, και εκείνος καθ' υπαγόρευσιν του Ιερεμίου έγραψεν όλους τους λόγους του Κυρίου, τους οποίους ο Κυριος είπε προς αυτόν. Τους έγραψεν εις την ειλητήν περγαμηνήν.
5 καὶ ἐνετείλατο Ἱερεμίας τῷ Βαροὺχ λέγων· ἐγὼ φυλάσσομαι, οὐ μὴ δύνωμαι εἰσελθεῖν εἰς οἶκον Κυρίου.
Επειτα ο Ιερεμίας εδωσεν εντολήν και οδηγίαν στον Βαρούχ λέγων· “εγώ ευρίσκομαι από φρούρησιν και δεν ημπορώ να εισέλθω στον ναόν του Κυρίου.
6 καὶ ἀναγνώσῃ ἐν τῷ χαρτίῳ τούτῳ εἰς τὰ ὦτα τοῦ λαοῦ ἐν οἴκῳ Κυρίου ἐν ἡμέρᾳ νηστείας, καὶ ἐν ὠσὶ παντὸς Ἰούδα τῶν ἐρχομένων ἐκ πόλεων αὐτῶν ἀναγνώσῃ αὐτοῖς·
Συ, λοιπόν, θα αναγνώσης την περγαμηνήν αυτήν εις επήκοον όλου του λαού, εν τω ναώ του Κυρίου κατά την ημέραν της νηστείας. Θα αναγνώσης να ακούσουν όλοι οι Ιουδαίοι, οι οποίοι έρχονται από τας πόλεις αυτών στον ναόν του Κυρίου.
7 ἴσως πεσεῖται ἔλεος αὐτῶν κατὰ πρόσωπον Κυρίου, καὶ ἀποστρέψουσιν ἐκ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς, ὅτι μέγας ὁ θυμὸς καὶ ἡ ὀργὴ Κυρίου, ἣν ἐλάλησεν ἐπὶ τὸν λαὸν τοῦτον.
Ισως μετανοήσουν και ζητήσουν παρά του Κυρίου συγχώρησιν και ελεηθούν από αυτόν, εάν ο καθένας επιστρέψη από την οδόν αυτού την πονηράν. Διότι είναι μέγας ο θυμός και η οργή του Κυρίου, την οποίαν εξεδήλωσεν εναντίον του λαού αυτού”.
8 καὶ ἐποίησε Βαροὺχ κατὰ πάντα, ἃ ἐνετείλατο αὐτῷ Ἱερεμίας, τοῦ ἀναγνῶναι ἐν τῷ βιβλίῳ τοὺς λόγους Κυρίου ἐν οἴκῳ Κυρίου.
Ο Βαρούχ έπραξε σύμφωνα με όλα εκείνα, που τον είχε διατάξει ο Ιερεμιας· να αναγνώση, δηλαδή, στον ναόν του Κυρίου τους λόγους, οι οποίοι ήσαν γραμμένοι εις την περγαμηνήν.
9 καὶ ἐγενήθη ἐν τῷ ἔτει τῷ ὀγδόῳ τῷ βασιλεῖ Ἰωακεὶμ ἐν τῷ μηνὶ τῷ ἐνάτῳ, ἐξεκκλησίασαν νηστείαν κατὰ πρόσωπον Κυρίου πᾶς ὁ λαὸς ἐν Ἱερουσαλὴμ καὶ οἶκος Ἰούδα.
Κατά το όγδοον, λοιπόν, εκείνο έτος της βασιλείας του βασιλέως Ιωακείμ, κατά τον ένατον μήνα, όλοι οι κάτοικοι της Ιερουσαλήμ και όλος ο Ιουδαϊκός λαός συνεκεντρώθησαν ενώπιον του ναού του Κυρίου, αφού εκήρυξαν ημέραν γενικής νηστείας.
10 καὶ ἀνεγίνωσκε Βαροὺχ ἐν τῷ βιβλίῳ τοὺς λόγους Ἱερεμίου ἐν οἴκῳ Κυρίου, ἐν οἴκῳ Γαμαρίου, υἱοῦ Σαφὰν τοῦ γραμματέως, ἐν τῇ αὐλῇ τῇ ἐπάνω ἐν προθύροις πύλης τοῦ οἴκου Κυρίου τῆς καινῆς καὶ ἐν ὠσὶ παντὸς τοῦ λαοῦ.
Τοτε ο Βαρούχ ήρχισε να αναγινώσκη από το βιβλίον τους λόγους του Ιερεμίου στον ναόν του Κυρίου, στο διαμέρισμα του Γαμαρίου, υιού του Σαφάν του γραμματέως, εις την επάνω αυλήν του ναού, εις την εισοδον της νέας πύλης του οίκου του Κυρίου. Ανεγινωσκεν αυτά εις επηήκοον όλου του λαού.
11 καὶ ἤκουσε Μιχαίας υἱὸς Γαμαρίου υἱοῦ Σαφὰν ἅπαντας τοὺς λόγους Κυρίου ἐκ τοῦ βιβλίου·
Ο Μιχαίας, ο υιός του Γαμαρίου, υιού του Σαφάν, ήκουσεν όλους αυτούς τους λόγους του Κυρίου από το βιβλίον του Ιερεμίου.
12 καὶ κατέβη εἰς οἰκίαν τοῦ βασιλέως, εἰς τὸν οἶκον τοῦ γραμματέως, καὶ ἰδοὺ ἐκεῖ πάντες οἱ ἄρχοντες ἐκάθηντο, Ἐλισαμὰ ὁ γραμματεὺς καὶ Δαλαίας υἱὸς Σελεμίου καὶ Ἐλνάθαν υἱὸς Ἀκχοβὼρ καὶ Γαμαρίας υἱὸς Σαφὰν καὶ Σεδεκίας υἱὸς Ἀνανίου καὶ πάντες οἱ ἄρχοντες,
Αυτός κατέβηκεν εις τυ ανάκτορον του βασιλέως στο δωμάτιον του γραμματέως και ιδού εκεί παρεκάθηντο όλοι οι άρχοντες· ο Ελισαμά ο γραμματεύς, και ο Δαλαίας υιός του Σελεμίου, ο Ελνάθαν υιός του Ακχοβώρ, ο Γαμαρίας υιός του Σαφάν και Σεδεκίας υιός του Ανανίου και όλοι οι άρχοντες.
13 καὶ ἀνήγγειλεν αὐτοῖς Μιχαίας πάντας τοὺς λόγους, οὓς ἤκουσεν ἀναγινώσκοντος Βαροὺχ εἰς τὰ ὦτα τοῦ λαοῦ.
Ο Μιχαίας ανήγγειλεν εις αυτούς όλους τους λόγους, τους οποίους ήκουσε τον Βαρούχ να αναγινώσκη εις επήκοον του λαού.
14 καὶ ἀπέστειλαν πάντες οἱ ἄρχοντες πρὸς Βαροὺχ υἱὸν Νηρίου τὸν Ἰουδὶν υἱὸν Ναθανίου, υἱοῦ Σελεμίου, υἱοῦ Χουσί, λέγοντες· τὸ χαρτίον, ἐν ᾧ σὺ ἀναγινώσκεις ἐν αὐτῷ ἐν ὠσὶ τοῦ λαοῦ, λάβε αὐτὸ εἰς τὴν χεῖρά σου καὶ ἧκε· καὶ ἔλαβε Βαροὺχ τὸ χαρτίον καὶ κατέβη πρὸς αὐτούς.
Ολοι τότε οι άρχοντες από συμφώνου απέστειλαν προς τον Βαρούχ, υιόν του Νηρίου, τον Ιουδίν, υιόν Ναθανίου, υιού Σελεμίου, πατρός Χουσί, λέγοντες προς αυτόν· “την περγαμηνήν αυτήν από την οποίαν συ διαβάζεις όσα είναι γραμμένα εις επήκοον του λαού, πάρε την εις τα χέρια σου και έλα εδώ”. Ο Βαρούχ επήρε την περγαμηνήν αυτήν και κατέβηκε προς τους άρχοντας.
15 καὶ εἶπαν αὐτῷ· πάλιν ἀνάγνωθι εἰς τὰ ὦτα ἡμῶν· καὶ ἀνέγνω Βαρούχ.
Εκείνοι είπαν προς αυτόν· “ανάγνωσε πάλιν να ακούσωμεν και ημείς αυτά”. Ο Βαρούχ ανεγνωσεν.
16 καὶ ἐγενήθη ὡς ἤκουσαν πάντας τοὺς λόγους, συνεβουλεύσαντο ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ εἶπον· ἀναγγέλλοντες ἀναγγείλωμεν τῷ βασιλεῖ ἅπαντας τοὺς λόγους τούτους.
Οι άρχοντες, όταν ήκουσαν όλους αυτούς τους λόγους, συνεσκέφθησαν μεταξύ των, συνεφώνησαν και είπαν· “πρέπει αμέσως να αναγγείλωμεν στον βασιλέα όλους αυτούς τους λόγους”.
17 καὶ τὸν Βαροὺχ ἠρώτησαν λέγοντες· πόθεν ἔγραψας πάντας τοὺς λόγους τούτους;
Τον δε Βαρούχ ηρώτησαν και του είπαν· “από που Εγραψες συ όλους αυτούς τους λόγους;”
18 καὶ εἶπε Βαρούχ· ἀπὸ στόματος αὐτοῦ ἀνήγγειλέ μοι Ἱερεμίας πάντας τοὺς λόγους τούτους, καὶ ἔγραφον ἐν βιβλίῳ.
Ο Βαρούχ απήντησεν· “ο Ιερεμίας υπηγόρευσε και εγώ από το στόμα του έγραψα όλους αυτούς τους λόγους, που υπάρχουν εις την περγαμηνήν”.
19 καὶ εἶπον τῷ Βαρούχ· βάδισον καὶ κατακρύβηθι σὺ καὶ Ἱερεμίας· ἄνθρωπος μὴ γνώτω ποῦ ὑμεῖς.
Οι άρχοντες είπαν εις τυν Βαρούχ· “πήγαινε και κρύψου, συ και ο Ιερεμίας, και κανείς ας μη μάθη που ευρίσκεσθε”.
20 καὶ εἰσῆλθον πρὸς τὸν βασιλέα εἰς τὴν αὐλήν, καὶ τὸ χαρτίον ἔδωκαν φυλάσσειν ἐν οἴκῳ Ἐλισαμά, καὶ ἀνήγγειλαν τῷ βασιλεῖ πάντας τοὺς λόγους τούτους.
Οι άρχοντες εισήλθαν στον βασιλέα, ο οποίος κατά την ώραν εκείνην ευρίσκετο εις την αυλήν, και έδωκαν την περγαμηνήν, δια να φυλαχθή στον οίκον του Ελισαμά. Ανήγγειλαν όμως στον βασιλέα όλους αυτούς τους λόγους.
21 καὶ ἀπέστειλεν ὁ βασιλεὺς τὸν Ἰουδὶν λαβεῖν τὸ χαρτίον, καὶ ἔλαβεν αὐτὸ ἐξ οἴκου Ἐλισαμά· καὶ ἀνέγνω Ἰουδὶν εἰς τὰ ὦτα τοῦ βασιλέως καὶ εἰς τὰ ὦτα πάντων τῶν ἀρχόντων τῶν ἑστηκότων περὶ τὸν βασιλέα.
Ο βασιλεύς απέστειλε τον Ιουδίν να πάρη την περγαμηνήν, ο οποίος και πράγματι την επήρεν από τον οίκον του Ελισαμά. Ανέγνωσε δε ο Ιουδίν εις επήκοον του βασιλέως και εις επήκοον όλων των αρχόντων, οι οποίοι ίσταντο περί τον βασιλέα, τα γραμμένα εις την περγαμηνήν.
22 καὶ ὁ βασιλεὺς ἐκάθητο ἐν οἴκῳ χειμερινῷ καὶ ἐσχάρα πυρὸς κατὰ πρόσωπον αὐτοῦ.
Ο βασιλεύς εκάθητο στο χειμερινόν διαιμέρισμά του και η εστία του πυρός έκαιεν ενώπιόν του.
23 καὶ ἐγενήθη ἀναγινώσκοντος Ἰουδὶν τρεῖς σελίδας καὶ τέσσαρας, ἀπέτεμεν αὐτὰς τῷ ξυρῷ τοῦ γραμματέως καὶ ἔρριπτεν εἰς τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας, ἕως ἐξέλιπε πᾶς ὁ χάρτης εἰς τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας.
Καθ' ον χρόνον όμώς ο Ιουδίν ανεγίνωσκε τρεις και τέσσαρες σελίδας, ο βασιλεύς με το μαχαιρίδιον του γραμματέως τας απέκοπτε και τας έρριπτεν στο πυρ, που ευρίσκετο εις την εσχάραν, στο πύραυνον. Ετσι δε παρέδωσεν στο πυρ όλην την περγαμηνήν.
24 καὶ οὐκ ἐζήτησαν καὶ οὐ διέρρηξαν τὰ ἱμάτια αὐτῶν ὁ βασιλεὺς καὶ οἱ παῖδες αὐτοῦ οἱ ἀκούοντες πάντας τοὺς λόγους τούτους.
Ο βασιλεύς και οι περί αυτόν αυλικοί δεν συνεκλονίσθησαν, από όσα ήσαν γραμμένα εις την περγαμηνήν, δεν διέρρηξαν εις ένδειξιν λύπης, και μετανοίας τα ενδύματά των, ακούοντες αυτούς τους λόγους,
25 καὶ Ἐλνάθαν καὶ Γοθολίας καὶ Γαμαρίας ὑπέθεντο τῷ βασιλεῖ πρὸς τὸ μὴ κατακαῦσαι τὸ χαρτίον.
αν και ο Ελνάθαν, ο Γοθολίας και ο Γαμαρίας υπέβαλεν στον βασιλέα την πρότασιν να μη παραδώση στο πυρ την περγαμηνήν αυτήν.
26 καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Ἱερεμεὴλ υἱῷ τοῦ βασιλέως καὶ τῷ Σαραίᾳ υἱῷ Ἐσριὴλ συλλαβεῖν τὸν Βαροὺχ καὶ τὸν Ἱερεμίαν· καὶ κατεκρύβησαν.
Εξοργισμένος και αμετανόητος ο βασιλεύς διέταξε τον Ιερεμεήλ, υιόν του βασιλέως, και τον Σαραίαν, υιόν του Εσριήλ, να συλλάβουν τον Βαρούχ και τον Ιερεμίαν, άλλα οι δύο αυτοί εν τω μεταξύ είχαν κρυβή.
27 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἱερεμίαν μετὰ τὸ κατακαῦσαι τὸν βασιλέα τὸ χαρτίον, πάντας τοὺς λόγους, οὓς ἔγραψε Βαροὺχ ἀπὸ στόματος Ἱερεμίου λέγων·
Επειτα, αφού ο βασιλεύς παρέδωσεν στο πυρ την περγαμηνήν, που περιείχεν όλους τους λόγους, τους οποίους έγραψεν ο Βαρούχ καθ' υπαγόρευσιν του Ιερεμίου, έγινε λόγος Κυρίου προς τον Ιερεμίαν και είπε·
28 πάλιν λάβε σὺ χαρτίον ἕτερον καὶ γράψον πάντας τοὺς λόγους τοὺς ὄντας ἐπὶ τοῦ χαρτίου, οὓς κατέκαυσεν ὁ βασιλεὺς Ἰωακείμ.
Παρε πάλιν συ άλλην περγαμηνήν και γράψε όλους τους λόγους, που ήσαν γραμμένοι εις την προηγουμένην περγαμηνήν, την οποίαν παρέδωσεν ο βασιλεύς Ιωακείμ στο πυρ.
29 καὶ ἐρεῖς· οὕτως εἶπε Κύριος· σὺ κατέκαυσας τὸ χαρτίον τοῦτο λέγων· διατί ἔγραψας ἐπ' αὐτῷ λέγων· εἰσπορευόμενος εἰσπορεύσεται βασιλεὺς Βαβυλῶνος καὶ ἐξολοθρεύσει τὴν γῆν ταύτην, καὶ ἐκλείψει ἐπ' αὐτῆς ἄνθρωπος καὶ κτήνη;
Και θα πης· Ετσι είπεν Ο Κυριος· συ κατέκαυσες την περγαμηνήν αυτήν ειπών· διατί έγραψες εις αυτήν τούτο; Οτι δηλαδή εξάπαντος ο βασιλεύς της Βαβυλώνος θα εισελθη εις την πόλιν αυτήν, θα καταστρέψη την χώραν και θα λείψουν από αυτήν άνθρωποι και κτήνη;
30 διὰ τοῦτο οὕτως εἶπε Κύριος ἐπὶ Ἰωακεὶμ βασιλέα Ἰούδα· οὐκ ἔσται αὐτῷ καθήμενος ἐπὶ θρόνου Δαυίδ, καὶ τὸ θνησιμαῖον αὐτοῦ ἔσται ἐρριμμένον ἐν τῷ καύματι τῆς ἡμέρας καὶ ἐν τῷ παγετῷ τῆς νυκτός·
Δια τούτο έτσι είπεν ο Κυριος εναντίον του Ιωακείμ, βασιλέως του βασιλείου Ιούδα· δεν θα υπάρξη πλέον κανείς από την οικογενειάν του, δια να καθίση επί του θρόνου του Δαβίδ, το δε πτώμα αυτού του ιδίου θα ριφθή έξω στο καύμα της ημέρας και στο ψύχος της νυκτός.
31 καὶ ἐπισκέψομαι ἐπ' αὐτὸν καὶ ἐπὶ τὸ γένος αὐτοῦ καὶ ἐπὶ τοὺς παῖδας αὐτοῦ καὶ ἐπάξω ἐπ' αὐτοὺς καὶ ἐπὶ τοὺς κατοικοῦντας Ἱερουσαλὴμ καὶ ἐπὶ τὴν γῆν Ἰούδα πάντα τὰ κακά, ἃ ἐλάλησα πρὸς αὐτούς, καὶ οὐκ ἤκουσαν.
Θα επισκεθππω, εν τη δικαιοσύνη μου, δια να τιμωρήσω αυτόν, το γένος του, τους δούλους του και να επιφέρω εναντίον αυτών και εναντίον των κατοίκων της Ιερουσαλήμ και εναντίον ολοκλήρου της χώρας του βασιλείου Ιούδα όλας τας τιμωρίας, τας οποίας είπα προς αυτούς και τας οποίας αυτοί δεν ήκουσαν ούτε επρόσεξαν.
32 καὶ ἔλαβε Βαροὺχ χαρτίον ἕτερον καὶ ἔγραψεν ἐπ' αὐτῷ ἀπὸ στόματος Ἱερεμίου ἅπαντας τοὺς λόγους τοῦ βιβλίου, οὓς κατέκαυσεν Ἰωακείμ· καὶ ἔτι προσετέθησαν αὐτῷ λόγοι πλείονες ὡς οὗτοι.
Ο Βαρούχ επήρεν άλλην περγαμηνήν και έγραψεν επάνω εις αυτήν καθ' υπαγόρευσιν του Ιερεμίου όλους τους λόγους του βιβλίου, τους οποίους είχε παραδώσει στο πυρ ο Ιωακείμ. Εις αυτήν δε την περγαμηνήν προσετέθησαν και άλλοι λόγοι περισσότεροι από εκείνους, που υπήρχαν εις την πρώτην.
Ερμηνεία Ἰ. Κολιτσάρα