ελ
Παλαιά Διαθήκη
1 ΚΑΙ ἐγένετο ἐν τῷ τετάρτῳ ἔτει Σεδεκία βασιλέως Ἰούδα ἐν μηνὶ τῷ πέμπτῳ εἶπέ μοι Ἀνανίας υἱὸς Ἀζὼρ ὁ ψευδοπροφήτης ἀπὸ Γαβαὼν ἐν οἴκῳ Κυρίου κατ' ὀφθαλμοὺς τῶν ἱερέων καὶ παντὸς τοῦ λαοῦ λέγων·
Συνέβη κατά το τέταρτον έτος της βασιλείας Σεδεκίου, βασιλέως του ιουδαϊκού βασιλείου, και κατά τον πέμπτον μήνα, ο Ανανίας, ο υιός του Αζώρ, ο ψευδοπροφήτης ο καταγόμενος από την Γαβαών, μου είπεν εις την αυλήν του ναού του Κυριοι ενώπιον των ιερέων και όλου του λαού λέγων·
2 οὕτως εἶπε Κύριος· συνέτριψα τὸν ζυγὸν τοῦ βασιλέως Βαβυλῶνος·
“Ούτως είτεν ο Κυριος· συνέτριψα εγώ τον ζυγόν του βασιλέως της Βαβυλώνος.
3 ἔτι δύο ἔτη ἡμερῶν καὶ ἐγὼ ἀποστρέψω εἰς τὸν τόπον τοῦτον τὰ σκεύη οἴκου Κυρίου
Δυο ακόμη έτη και εγώ θα επαναφέρω στον τόπον τούτον τα ιερά σκεύη του ναού του Κυρίου.
4 καὶ Ἰεχονίαν καὶ τὴν ἀποικίαν Ἰούδα, ὅτι συντρίψω τὸν ζυγὸν βασιλέως Βαβυλῶνος.
Θα επαναφέρω επίσης τον Ιεχονίαν και τους αιχμαλωτισθέντας και εξορισθέντας εκεί Ιουδαίους, διότι εγώ θα συντριψω τον ζυγόν του βασιλέως της Βαβυλώνος”.
5 καὶ εἶπεν Ἱερεμίας πρὸς Ἀνανίαν κατ' ὀφθαλμοὺς παντὸς τοῦ λαοῦ καὶ κατ' ὀφθαλμοὺς τῶν ἱερέων τῶν ἑστηκότων ἐν οἴκῳ Κυρίου.
Ο Ιερεμίας απαντών προς τον Ανανίαν, ενώπιον όλου του λαού και ενώπιον των ιερέων, οι οποίοι ευρίσκοντο όρθιοι στον ναόν του Κυρίου, είπε·
6 καὶ εἶπεν Ἱερεμίας· ἀληθῶς, οὕτως ποιήσαι Κύριος, στήσαι τὸν λόγον σου, ὃν σὺ προφητεύεις, τοῦ ἐπιστρέψαι τὰ σκεύη οἴκου Κυρίου καὶ πᾶσαν τὴν ἀποικίαν ἐκ Βαβυλῶνος εἰς τὸν τόπον τοῦτον.
πράγματι, εύχομα, και εγώ έτσι να πράξη ο Κυριος και να αποδείξη ορθόν τον λόγον σου, τον οποίον συ προφητεύεις· να επαναφερη, δηλαδή, τα ιερά σκεύη του ναού του Κυρίου και όλους τους αιχμαλωτισθέντας και εξορισθεντας από τον τόπον τούτο εις την Βαβυλώνα Ιουδαίους.
7 πλὴν ἀκούσατε τὸν λόγον Κυρίου, ὃν ἐγὼ λέγω εἰς τὰ ὦτα ὑμῶν καὶ εἰς τὰ ὦτα παντὸς τοῦ λαοῦ·
Αλλά ακούσατε τον αληθινόν τούτον λόγον του Κυρίου, τον οποίο εγώ λέγω εις τα αυτιά σας και εις τα αυτιά όλου του λαού, ώστε να γίνη από όλους ακουστός.
8 οἱ προφῆται οἱ γεγονότες πρότεροί μου καὶ πρότεροι ὑμῶν ἀπὸ τοῦ αἰῶνος καὶ ἐπροφήτευσαν ἐπὶ γῆς πολλῆς καὶ ἐπὶ βασιλείας μεγάλας εἰς πόλεμον·
Οι προφήται οι οποίοι υπήρξαν προ εμού, και οι προφήται οι οποίοι υπήρξαν προ όλων ημών από αρχαιοτάτων χρόνων, ττροεφήτευσαν εις πολυάριθμους χώρας και εις μεγάλα βασίλεια πολέμους.
9 ὁ προφήτης ὁ προφητεύσας εἰς εἰρήνην, ἐλθόντος τοῦ λόγου γνώσονται τὸν προφήτην, ὃν ἀπέστειλεν αὐτοῖς Κύριος ἐν πίστει.
Ο προφήτης όμως αυτός, ο Ανανίας, ο οποίος προφητεύει αποκατάστασιν ειρήνης, θα σποδειχθή αληθινός, εάν πρπγματοποιηθή ο λόγος του· τότε οι άνθρωποι θα μάθουν αυτόν, αν πράγματι και αληθεία τον απέστειλε προς αυτούς ο Θεός”.
10 καὶ ἔλαβεν Ἀνανίας ἐν ὀφθαλμοῖς παντὸς τοῦ λαοῦ τοὺς κλοιοὺς ἀπὸ τοῦ τραχήλου Ἱερεμίου καὶ συνέτριψεν αὐτούς·
Ο Ανανίας ενώπιον όλου του λαού επήρε τους κλοιούς από τον τράχηλον του Ιερεμίου και τους συνέτριψε.
11 καὶ εἶπεν Ἀνανίας κατ' ὀφθαλμοὺς παντὸς τοῦ λαοῦ λέγων· οὕτως εἶπε Κύριος· οὕτως συντρίψω τὸν ζυγὸν βασιλέως Βαβυλῶνος ἀπὸ τραχήλων πάντων τῶν ἐθνῶν. καὶ ᾤχετο Ἱερεμίας εἰς τὴν ὁδὸν αὐτοῦ. ~
Και είπεν ο Ανανίας ενώπιον όλου του λαού τα εξής· “έτσι ωμίλησεν ο Κυριος· κατ' αυτόν τον τρόπον θα συντρίψω τον ζυγόν του βασιλέως της Βαβυλώνος από τον τράχηλον όλων των εθνών”. Ο Ιερεμίας έφυγε και επορεύθη στον δρόμον του.
12 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἱερεμίαν μετὰ τὸ συντρίψαι Ἀνανίαν τοὺς κλοιοὺς ἀπὸ τοῦ τραχήλου αὐτοῦ λέγων·
Μετά την υπό του Ανανίου συντριβήν των κλοιών από τον τράχηλον του Ιερεμίου, ωμίλησε πάλιν ο Κυριος προς τον Ιερεμίαν και είπε·
13 βάδιζε καὶ εἶπον πρὸς Ἀνανίαν λέγων· οὕτως εἶπε Κύριος· κλοιοὺς ξυλίνους συνέτριψας, καὶ ποιήσω ἀντ' αὐτῶν κλοιοὺς σιδηροῦς,
Πηγαινε και είπε στον Ανανίαν τα εξής· έτσι μίλησε ο Κυριος. Συ συνέτριψες κλοιούς ξυλίνους, εγώ θα κατασκευάσω αντί αυτών κλοιούς σιδερένιους.
14 ὅτι οὕτως εἶπε Κύριος· ζυγὸν σιδηροῦν ἔθηκα ἐπὶ τὸν τράχηλον πάντων τῶν ἐθνῶν ἐργάζεσθαι τῷ βασιλεῖ Βαβυλῶνος.
Ετσι ακόμη ωμίλησεν ο Κυριος· Ζυγόν σιδερένιον έθεσα στον τράχηλον όλων των εθνών, δια να εργάζωνται ως δούλοι προς χάριν του βασιλέως της Βαβυλώνος.
15 καὶ εἶπεν Ἱερεμίας τῷ Ἀνανίᾳ· οὐκ ἀπέσταλκέ σε Κύριος, καὶ πεποιθέναι ἐποίησας τὸν λαὸν τοῦτον ἐπ' ἀδίκῳ.
Ο Ιερεμίας είπε τότε στον Ανανίαν· “δεν σε έχει αποστείλει ο Κυριος, και συ έκαμες τον λαόν τούτον να δώση πίστιν εις ψευδείς προφητείας.
16 διὰ τοῦτο οὕτως εἶπε Κύριος· ἰδοὺ ἐγὼ ἐξαποστέλλω σε ἀπὸ προσώπου τῆς γῆς, τούτῳ τῷ ἐνιαυτῷ ἀποθανῇ.
Δια τούτο έτσι ακόμη είπεν ο Κυριος· Ιδού, εγώ θα σε εξαφανίσω από το πρόσωπον της γης· κατά τούτο το έτος θα αποθάνης”.
17 καὶ ἀπέθανεν ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ.
Και πράγματι απέθανε κατά τον έβδομον μήνα.
Ερμηνεία Ἰ. Κολιτσάρα