ελ
Παλαιά Διαθήκη
1 ΟΥΤΩΣ εἶπε Κύριος· ποίησον σεαυτῷ δεσμοὺς καὶ κλοιοὺς καὶ περίθου περὶ τὸν τράχηλόν σου·
Ετσι ωμίλησεν ο Κυριος προς τον Ιερεμίαν· “Καμε δια τον εαυτόν σου δεσμά και κλοιούς και βάλε τα γύρω από τον λαιμόν σου.
3 καὶ ἀποστελεῖς αὐτοὺς πρὸς βασιλέα Ἰδουμαίας καὶ πρὸς βασιλέα Μωὰβ καὶ πρὸς βασιλέα υἱῶν Ἀμμὼν καὶ πρὸς τὸν βασιλέα Τύρου καὶ πρὸς βασιλέα Σιδῶνος ἐν χερσὶν ἀγγέλων αὐτῶν τῶν ἐρχομένων εἰς ἀπάντησιν αὐτῶν εἰς Ἱερουσαλὴμ πρὸς Σεδεκίαν βασιλέα Ἰούδα.
Επειτα θα αποστείλης αυτούς προς τον βασιλέα της Ιδουμαίας, προς τον βασιλέα των Μωαβιτών, προς τον βασιλέα των Αμμωνιτων, προς τον βασιλέα Τυρου και προς τον βασιλέα της Σιδώνος, δια μέσου των απεσταλμένων αυτών, οι οποίοι έρχονται εις την Ιερουσαλήμ προς συνάντησιν του Σεδεκίου βασιλέως των Ιουδαίων.
4 καὶ συντάξεις αὐτοῖς πρὸς τοὺς κυρίους αὐτῶν εἰπεῖν· οὕτως εἶπε Κύριος ὁ Θεὸς Ἰσραήλ· οὕτως ἐρεῖτε πρὸς τοὺς κυρίους ὑμῶν·
Θα δώσης εντολήν εις αυτούς να είπουν προς τους κυρίους των· “κατ' αυτόν τον τρόπον ωμίλησεν ο Κυριος, ο Θεός του Ισραηλιτικού λαού· αυτά θα πήτε προς τους κυρίους σας.
5 ὅτι ἐγὼ ἐποίησα τὴν γῆν ἐν τῇ ἰσχύϊ μου τῇ μεγάλῃ καὶ ἐν τῷ ἐπιχείρῳ μου τῷ ὑψηλῷ καὶ δώσω αὐτὴν ᾧ ἐὰν δόξῃ ἐν ὀφθαλμοῖς μου.
Εγώ εδημιούργησα την γην με την άπειρόν μου δύναμιν και με την παντοδύναμον δεξιάν μου και δίδω αυτήν εις εκείνον, ο οποίος θα φανή αρεστός στα μάτια μου.
6 ἔδωκα τὴν γῆν τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος δουλεύειν αὐτῷ καὶ τὰ θηρία τοῦ ἀγροῦ ἐργάζεσθαι αὐτῷ.
Παρέδωκα, λοιπόν, την χώραν στον Ναβουχοδονόσορα, βασιλέα των Βαβυλωνίων, δια να υπηρετούν αυτόν οι άνθρωποι· και τα θηρία ακόμη του αγρού να εργάζωνται προς χάριν αυτού.
8 καὶ τὸ ἔθνος καὶ ἡ βασιλεία, ὅσοι ἐὰν μὴ ἐμβάλωσι τὸν τράχηλον αὐτῶν ὑπὸ τὸν ζυγὸν βασιλέως Βαβυλῶνος, ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ ἐπισκέψομαι αὐτούς, εἶπε Κύριος, ἕως ἐκλίπωσιν ἐν χειρὶ αὐτοῦ.
Καθε δε έθνος και κάθε βασιλείαν, όσαι δεν θα υποβάλουν τον τράχηλόν των κάτω από τον ζυγόν του βασιλέως της Βαβυλώνος, εγώ θα τους επισκεφθώ, δια να τους τιμωρήσω με την μάχαιραν και με τον λιμόν, είπεν ο Κυριος, μέχρις ότου εξαφανισθούν δια της χειρός του Ναδουχοδονόσορος.
9 καὶ ὑμεῖς μὴ ἀκούετε τῶν ψευδοπροφητῶν ὑμῶν καὶ τῶν μαντευομένων ὑμῖν καὶ τῶν ἐνυπνιαζομένων ὑμῖν καὶ τῶν οἰωνισμάτων ὑμῶν καὶ τῶν φαρμακῶν ὑμῶν τῶν λεγόντων· οὐ μὴ ἐργάσησθε τῷ βασιλεῖ Βαβυλῶνος,
Και σεις μη ακούετε τους ψευδοπροφήτας σας και εκείνους, οι οποίοι σας λέγουν ψευδομαντείας, και αυτούς που βλέπουν και εξηγούν όνειρα. Μη πιστεύετε στους οιωνούς σας και στους μάγους σας, αυτούς οι οποίοι σας λέγουν· Δεν θα εργασθήτε ως δούλοι στον βασιλέα της Βαβυλώνας.
10 ὅτι ψευδῆ αὐτοὶ προφητεύουσιν ὑμῖν πρὸς τὸ μακρῦναι ὑμᾶς ἀπὸ τῆς γῆς ὑμῶν.
Διότι όλοι αυτοί προφητεύουν ψευδή πράγματα, δια να γίνουν αφορμή να απομακρυνθήτε αιχμάλωτοι και εξόριστοι από την χώραν σας.
11 καὶ τὸ ἔθνος, ὃ ἐὰν εἰσαγάγῃ τὸν τράχηλον αὐτοῦ ὑπὸ τὸν ζυγὸν βασιλέως Βαβυλῶνος καὶ ἐργάσηται αὐτῷ, καὶ καταλείψω αὐτὸν ἐπὶ τῆς γῆς αὐτοῦ, καὶ ἐργᾶται αὐτῷ καὶ ἐνοικήσει ἐν αὐτῇ. ~
Το έθνος όμως το οποίον θα υποταχθή υπό τον ζυγόν του βασιλέως ης Βαδυλώνος και θα εργασθή προς χάριν αυτού, αυτό το έθνος εγώ θα το αφήσω ήσυχον εις την χώραν του και θα εργάζεται εις την περιοχήν του και θα κατοικήση ήσυχον εις αυτήν”.
12 Καὶ πρὸς Σεδεκίαν βασιλέα Ἰούδα ἐλάλησα κατὰ πάντας τοὺς λόγους τούτους λέγων· εἰσαγάγετε τὸν τράχηλον ὑμῶν
Και προς τον Σεδεκίαν, βασιλέα του ιουδαϊκού βασιλείου, ωμίλησα όλους τους λόγους αυτούς, λέγει ο προφήτης Ιερεμίας και είπα· Θέσατε τον τράχηλον σας υπό τον ζυγόν των Βαβυλωνίων
14 καὶ ἐργάσασθε τῷ βασιλεῖ Βαβυλῶνος, ὅτι ἄδικα αὐτοὶ προφητεύουσιν ὑμῖν·
και εργασθήτε δια τον βσιλέα της Βαβυλώνος, διότι ψευδείς προφητείας λέγουν εις σας οι ψευδοπροφήται.
15 ὅτι οὐκ ἀπέστειλα αὐτούς, φησὶ Κύριος, καὶ προφητεύουσι τῷ ὀνόματί μου ἐπ' ἀδίκῳ πρὸς τὸ ἀπολέσαι ὑμᾶς, καὶ ἀπολεῖσθε ὑμεῖς καὶ οἱ προφῆται ὑμῶν οἱ προφητεύοντες ὑμῖν ἐπ' ἀδίκῳ ψευδῆ.
Δεν απέστειλα εγώ αυτούς, λέγει ο Κυριος· ψευδώς προφητεύουν εξ Ονόματός μου, δια να σας οδηγήσουν έτσι εις την καταστροφήν. Και σεις, εάν δώσετε εμπιστοσύνην εις αυτούς, θα καταστραφήτε, όπως επίσης και οι ψευδοπροφήται σας, οι οποίοι προφητεύουν εις σας αδικίας και ψεύδη.
16 ὑμῖν καὶ παντὶ τῷ λαῷ τούτῳ καὶ τοῖς ἱερεῦσιν ἐλάλησα λέγων· οὕτως εἶπε Κύριος· μὴ ἀκούετε τῶν λόγων τῶν προφητῶν τῶν προφητευόντων ὑμῖν λεγόντων· ἰδοὺ σκεύη οἴκου Κυρίου ἐπιστρέψει ἐκ Βαβυλῶνος, ὅτι ἄδικα αὐτοὶ προφητεύουσιν ὑμῖν,
Προς σας και εις όλον τον λαόν και στους ιερείς ελάλησα και είπα· Οὕτως ωμίλησεν ο Κυριος· μη ακούετε τα λόγια των ψευδοπροφητών, οι οποίοι προφητεύουν εις σας και λέγουν· “ιδού, τα ιερά σκεύη του ναού του Κυρίου, θα επαναστραφούν από την Βαβυλώνα. Μη δίδετε καμμίαν εις αυτούς εμπιστοσυνην, διότι ψευδώς και αδίκως αυτοί προφητεύουν εις σας,
17 οὐκ ἀπέστειλα αὐτούς.
δεν τους απέστειλα εγώ.
18 εἰ προφῆταί εἰσι καὶ εἰ ἔστι λόγος Κυρίου ἐν αὐτοῖς, ἀπαντησάτωσάν μοι·
Εάν πράγματι είναι αληθινοί προφήται, εάν λόγοι και προφητείαι εκ μέρους του Κυρίου υπάρχουν εις αυτούς, ας παρουσιασθούν ενώπιόν μου και ας απαντήσουν εις τας κατηγορίας μου.
19 ὅτι οὕτως εἶπε Κύριος· καὶ τῶν ἐπιλοίπων σκευῶν,
Ετσι άκομα είπεν ο Κυριος· Και τα απομείναντα ιερά σκεύη,
20 ὧν οὐκ ἔλαβε βασιλεὺς Βαβυλῶνος, ὅτε ἀπῴκισε τὸν Ἰεχονίαν ἐξ Ἱερουσαλήμ,
τα οποία ο βασιλεύς της Βαδυλώνος δεν παρέλαβε μαζή του, όταν ωδηγούσεν από την Ιερουσαλήμ εις αιχμαλωσίαν και εξορίαν, τον Ιεχονίαν,
22 εἰς Βαβυλῶνα εἰσελεύσεται, λέγει Κύριος.
θα ελθουν και αυτά εις την Βαβυλώνα, λέγει ο Κυριος.
Ερμηνεία Ἰ. Κολιτσάρα