ελ
Παλαιά Διαθήκη
1 ΑΠΑΡΑΣ δὲ Ἰσραήλ, αὐτὸς καὶ πάντα τὰ αὐτοῦ, ἦλθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου καὶ ἔθυσε θυσίαν τῷ Θεῷ τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ.
Εξεκίνησε, λοιπόν, ο Ιακώβ, αυτός, με όλα τα υπάρχοντά του και όλοι οι άλλοι μαζή του και ήλθεν στο “Φρέαρ του όρκου”, εις την Βηρσαβεέ και εκεί προσέφερε θυσίαν στον Θεόν του πατρός του Ισαάκ.
2 εἶπε δὲ ὁ Θεὸς τῷ Ἰσραὴλ ἐν ὁράματι τῆς νυκτός, εἰπών· Ἰακώβ, Ἰακώβ, ὁ δὲ εἶπε· τί ἐστιν;
Ο δε Θεός είπεν στον Ιακώβ δι' οράματος κατά την νύκτα· “Ιακώβ Ιακώβ” ! Εκείνος είπε· “τι είναι;”
3 ὁ δὲ λέγει αὐτῷ· ἐγώ εἰμι ὁ Θεὸς τῶν πατέρων σου· μὴ φοβοῦ καταβῆναι εἰς Αἴγυπτον· εἰς γὰρ ἔθνος μέγα ποιήσω σε ἐκεῖ,
Ο ιδέ Θεός λέγει προς αυτόν· “εγώ είμαι ο Θεός των πατέρων σου. Μη φοβηθής να καταβής εις την Αίγυπτον, διότι εκεί θα σε αναδείξω μεγάλο έθνος.
4 καὶ ἐγὼ καταβήσομαι μετὰ σοῦ εἰς Αἴγυπτον, καὶ ἐγὼ ἀναβιβάσω σε εἰς τέλος, καὶ Ἰωσὴφ ἐπιβαλεῖ τὰς χεῖρας αὐτοῦ ἐπὶ τοὺς ὀφθαλμούς σου.
Θα μεταβώ και εγώ μαζή σου εις την Αίγυπτον και εγώ πάλιν θα σε επαναφέρω εις την γην Χαναάν, όταν λάβη τέλος ο καθωρισμένος χρόνος της παραμονής σου εις την Αίγυπτον. Ο δε υιός σου Ιωσήφ με τα ίδια του τα χέρια θα σου κλείση τα μάτια.
5 ἀνέστη δὲ Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἀνέλαβον οἱ υἱοὶ Ἰσραὴλ τὸν πατέρα αὐτῶν καὶ τὴν ἀποσκευὴν καὶ τὰς γυναῖκας αὐτῶν ἐπὶ τὰς ἁμάξας ἃς ἀπέστειλεν Ἰωσὴφ ἆραι αὐτόν,
Εσηκώθη ο Ιακώβ, δια να αναχωρήση από το “Φρέαρ του όρκου”. Οι υιοί του Ιακώβ έβαλαν τον πατέρα των, τα παιδιά των και τας γυναίκας των εις τας αμάξας, τας οποίας είχεν αποστείλει ο Ιωσήφ, δια να τον μταφέρουν εις την Αίγυπτον.
6 καὶ ἀναλαβόντες τὰ ὑπάρχοντα αὐτῶν καὶ πᾶσαν τὴν κτῆσιν, ἣν ἐκτήσαντο ἐν γῇ Χαναάν, εἰσῆλθον εἰς Αἴγυπτον, Ἰακὼβ καὶ πᾶν τὸ σπέρμα αὐτοῦ μετ᾿ αὐτοῦ,
Ελαβον λοιπόν, τα κοπάδια των και όλην την κινητήν περιουσίαν, που είχαν αποκτήσει εις την Χαναάν, και εισήλθον εις την Αίγυπτον. Εισήλθεν ο Ιακώβ και μαζή με αυτόν όλοι οι απόγονοί του,
7 υἱοὶ καὶ υἱοὶ τῶν υἱῶν αὐτοῦ μετ᾿ αὐτοῦ, θυγατέρες καὶ θυγατέρες τῶν θυγατέρων αὐτοῦ· καὶ πᾶν τὸ σπέρμα αὐτοῦ ἤγαγεν εἰς Αἴγυπτον.
οι υιοί του, τα παιδιά των υιών του μαζή του, αι θυγατέρες του και αι θυγατέρες των θυγατέρων του. Ολους τους απογόνους του παρέλαβε μαζή του ο Ιακώβ και τους ωδήγησεν εις την Αίγυπτον.
8 Ταῦτα δὲ τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ τῶν εἰσελθόντων εἰς Αἴγυπτον ἅμα Ἰακὼβ τῷ πατρὶ αὐτῶν. Ἰακὼβ καὶ υἱοὶ αὐτοῦ· πρωτότοκος Ἰακὼβ Ρουβήν.
Αυτά δε είναι τα ονόματα των παιδιών του Ισραήλ, που εισήλθον εις την Αίγυπτον μαζή με τον πατέρα των· Ο Ιακώβ και οι υιοί του. Πρωτότοκος του Ιακώβ ήτο ο Ρουβήν.
9 υἱοὶ δὲ Ρουβήν· Ἐνὼχ καὶ Φαλλούς, Ἀσρὼν καὶ Χαρμί.
Υιοί δε του Ρουβήν ήσαν, ο Ενώχ και ο Φαλλούς, ο Ασρών και ο Χαρμί.
10 υἱοὶ δὲ Συμεών· Ἰεμουὴλ καὶ Ἰαμεὶν καὶ Ἀὼδ καὶ Ἰαχεὶν καὶ Σαὰρ καὶ Σαοὺλ υἱὸς τῆς Χανανίτιδος.
Υιοί του Συμεών ήσαν ο Ιεμουήλ, ο Ιαμείν, ο Αώδ, ο Ιαχείν, ο Σααρ και ο Σαούλ, ο υιός της Χανανίτιδος.
11 υἱοὶ δὲ Λευΐ· Γηρσών, Καὰθ καὶ Μεραρί.
Υιοί του Λευϊ ήσαν ο Γηρσών, ο Καάθ και ο Μεραρί.
12 υἱοὶ δὲ Ἰούδα· Ἢρ καὶ Αὐνὰν καὶ Σηλὼμ καὶ Φαρὲς καὶ Ζαρά· ἀπέθανε δὲ Ἢρ καὶ Αὐνὰν ἐν γῇ Χαναάν· ἐγένοντο δὲ υἱοὶ Φαρές· Ἐσρὼν καὶ Ἰεμουήλ.
Υιοί του Ιούδα ήσαν ο Ηρ, ο Αυνάν, ο Σηλώμ, ο Φαρές και ο Ζαρά· ο Ηρ δε και ο Αυνάν απέθανον εις την γην Χαναάν. Ο δε Φαρές απέκτησεν υιούς τον Εσρών και τον Ιεμουήλ.
13 υἱοὶ δὲ Ἰσσάχαρ· Θωλὰ καὶ Φουὰ καὶ Ἰασοὺβ καὶ Ζαμβράμ.
Υιοί του Ισσάχαρ ήσαν ο Θωλά, ο Φουα, ο Ιασούβ και ο Ζαμβράμ.
14 υἱοὶ δὲ Ζαβουλών· Σερὲδ καὶ Ἀλλὼν καὶ Ἀχοήλ.
Υιοί του Ζαβουλών ήσαν ο Σερέδ, ο Αλλών και ο Αχοήλ.
15 οὗτοι υἱοὶ Λείας, οὓς ἔτεκε τῷ Ἰακὼβ ἐν Μεσοποταμίᾳ τῆς Συρίας, καὶ Δείναν τὴν θυγατέρα αὐτοῦ· πᾶσαι αἱ ψυχαί, υἱοὶ καὶ θυγατέρες, τριάκοντα τρεῖς.
Ολοι αυτοί ήσαν υιοί, τους οποίους απέκτησεν ο Ιακώβ εκ της Λείας εις την Μεσοποταμίαν της Συρίας· επίσης είχε και θυγατέρα του την Δείναν. Ολαι αυταί αι ψυχαί, υιοί και θυγατέρες, ήσαν τριάκοντα τρεις.
16 υἱοὶ δὲ Γάδ· Σαφὼν καὶ Ἀγγὶς καὶ Σαυνὶς καὶ Θασοβὰν καὶ Ἀηδεὶς καὶ Ἀροηδεὶς καὶ Ἀρεηλείς.
Υιοί του Γαδ ήσαν ο Σαφών, ο Αγγίς, ο Σαυνίς, ο Θασοβάν, ο Αηδείς, ο Αροειδείς και ο Αρεηλείς.
17 υἱοὶ δὲ Ἀσήρ· Ἰεμνά, Ἰεσσουὰ καὶ Ἰεοὺλ καὶ Βαριὰ καὶ Σάρα ἀδελφὴ αὐτῶν. υἱοὶ δὲ Βαριά· Χοβόρ καὶ Μελχιίλ.
Υιοί του Ασήρ ήσαν ο Ιεμνά, ο Ιεσσουά, ο Ιεούλ, ο Βαριά και η Σαρα η αδελφή αυτών. Υιοί δε του Βαριά ήσαν ο Χοβόρ και ο Μελχιίλ.
18 οὗτοι υἱοὶ Ζελφᾶς, ἣν ἔδωκε Λάβαν Λείᾳ τῇ θυγατρὶ αὐτοῦ, ἣ ἔτεκε τούτους τῷ Ἰακὼβ δεκαὲξ ψυχάς.
Ολοι οι ανωτέρω ήσαν υιοί της Ζελφάς, την οποίαν είχε δώσει ο Λαβαν εις την Λείαν την θυγατέρα αυτού. Από αυτήν ο Ιακώβ απέκτησε τους δεκαέξ αυτούς απογόνους.
19 υἱοὶ δὲ Ραχὴλ γυναικὸς Ἰακώβ· Ἰωσὴφ καὶ Βενιαμίν.
Υιοί δε της Ραχήλ, της γυναικός του Ιακώβ, ήσαν ο Ιωσήφ και ο Βενιαμίν.
20 ἐγένοντο δὲ υἱοὶ Ἰωσὴφ ἐν γῇ Αἰγύπτου, οὓς ἔτεκεν αὐτῷ Ἀσεννὲθ θυγάτηρ Πετεφρῆ ἱερέως Ἡλιουπόλεως, τὸν Μανασσῆ καὶ τὸν Ἐφραΐμ. ἐγένοντο δὲ υἱοὶ Μανασσῆ, οὓς ἔτεκεν αὐτῷ ἡ παλλακὴ ἡ Σύρα, τὸν Μαχίρ· Μαχὶρ δὲ ἐγέννησε τὸν Γαλαάδ. υἱοὶ δὲ Ἐφραΐμ ἀδελφοῦ Μανασσῆ· Σουταλαὰμ καὶ Ταάμ. υἱοὶ δὲ Σουταλαάμ· Ἐδέμ.
Οι δε υιοί του Ιωσήφ, τους οποίους απέκτησεν εις την Αίγυπτον από την σύζυγόν του την Ασεννέθ, θυγατέρα του Πετεφρή ιερέως της Ηλιουπόλεως, ήσαν ο Μανασσής και ο Εφραΐμ. Ο Μανασσής απέκτησεν υιούς από την Σύραν, την παλλακήν αυτού, ένας εκ των οποίων ήτο ο Μαχίρ. Ο δε Μαχίρ απέκτησε τον Γαλαάδ. Υιοί του Εφραΐμ, αδελφού του Μανασσή, ήσαν ο Σουταλαάμ και ο Ταάμ. Υιός δε του Σουταλαάμ ήτο ο Εδέμ.
21 υἱοὶ δὲ Βενιαμίν· Βαλὰ καὶ Χοβὼρ καὶ Ἀσβήλ· ἐγένοντο δὲ υἱοὶ Βαλά· Γηρὰ καὶ Νεομὰν καὶ Ἀγχὶς καὶ Ρὼς καὶ Μαμφὶμ καὶ Ὀφιμίν. Γηρὰ δὲ ἐγέννησε τὸν Ἀράδ.
Υιοί του Βενιαμίν ήσαν ο Βαλά, ο Χοβώρ και ο ' Ασβήλ. Υιοί του Βαλά ήσαν ο Γηρά, ο Νοεμάν, ο Αγχίς, ο Ρως, ο Μαμφίμ και ο Οφιμίν. Ο Γηρά απέκτησεν υιόν τον Αράδ.
22 οὗτοι υἱοὶ Ραχήλ, οὓς ἔτεκε τῷ Ἰακώβ· πᾶσαι αἱ ψυχαὶ δεκαοκτώ.
Αυτοί ήσαν απόγονοι του Ιακώβ και της Ραχήλ, εν συνόλω ψυχαί δέκα οκτώ.
23 υἱοὶ δὲ Δάν· Ἀσόμ.
Υιός του Δαν ήτο ο Ασόμ.
24 καὶ υἱοὶ Νεφθαλείμ· Ἀσιὴλ καὶ Γωυνὶ καὶ Ἰσσάαρ καὶ Συλλήμ.
Υιοί του Νεφθαλείμ ήσαν ο Ασιήλ, ο Γωυνί, ο Ισσάαρ και ο Συλλήμ.
25 οὗτοι υἱοὶ Βαλᾶς, ἣν ἔδωκε Λάβαν Ραχὴλ τῇ θυγατρὶ αὐτοῦ, ἣ ἔτεκε τούτους τῷ Ἰακώβ· πᾶσαι αἱ ψυχαὶ ἑπτά.
Αυτοί ήσαν τέκνα της δούλης Βαλάς, την οποίαν ο Λαβαν είχεν δώσει εις την θυγατέρα του Ραχήλ. Από αυτήν απέκτησεν ο Ιακώβ τους ανωτέρω απογόνους εν όλω επτά.
26 πᾶσαι δέ αἱ ψυχαὶ αἱ εἰσελθοῦσαι μετὰ Ἰακὼβ εἰς Αἴγυπτον, οἱ ἐξελθόντες ἐκ τῶν μηρῶν αὐτοῦ, χωρὶς τῶν γυναικῶν υἱῶν Ἰακώβ, πᾶσαι ψυχαὶ ἑξηκονταέξ.
Ολοι δε οι άνδρες, οι οποίοι εισήλθον εις την Αίγυπτον μαζή με τον Ιακώβ, οι γεννηθέντες από αυτόν, πλην των συζύγων των υιών Ισραήλ, ήσαν εν συνόλω εξήκοντά εξ.
27 υἱοὶ δὲ Ἰωσὴφ οἱ γενόμενοι αὐτῷ ἐν γῇ Αἰγύπτῳ ψυχαὶ ἐννέα. πᾶσαι ψυχαὶ οἴκου Ἰακὼβ αἱ εἰσελθοῦσαι μετὰ Ἰακὼβ εἰς Αἴγυπτον ψυχαὶ ἑβδομηκονταπέντε.
Υιοί δε και έγγονοι του Ιωσήφ, τους οποίους απέκτησεν εις την Αίγυπτον ήσαν εννέα άνδρες. Επομένως όλοι οι άνδρες, υιοί και απόγονοι του Ιακώβ, οι οποίοι εισήλθον μαζή του εις την Αίγυπτον ήσαν εβδομήκοντα πέντε.
28 Τὸν δὲ Ἰούδαν ἀπέστειλεν ἔμπροσθεν αὐτοῦ πρὸς Ἰωσὴφ συναντῆσαι αὐτῷ καθ᾿ Ἡρώων πόλιν, εἰς γῆν Ραμεσσῆ.
Ο Ιακώβ έστειλε προ αυτού προς τον Ιωσήφ τον Ιούδαν, δια να προετοιμάση την συνάντησίν του με τον υιόν του τον Ιωσήφ εις την πόλιν των Ηρώων, εις την χώραν “Ραμεσσή”, την άλλως ονομαζομένην Γεσέμ.
29 ζεύξας δὲ Ἰωσὴφ τὰ ἅρματα αὐτοῦ ἀνέβη εἰς συνάντησιν Ἰσραὴλ τῷ πατρὶ αὐτοῦ καθ᾿ Ἡρώων πόλιν καὶ ὀφθεὶς αὐτῷ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔκλαυσε κλαυθμῷ πίονι.
Ο Ιωσήφ έζευξε τα άρματά του και μετέβη προς συνάντησιν του πατρός του Ιακώβ εις την πόλιν των Ηρώων. Οταν δε τον είδεν, έπεσεν στον τράχηλόν του, τον ενηγκαλίσθη και έκλαυσε με ασυγκράτητα δάκρυα.
30 καὶ εἶπεν Ἰσραὴλ πρὸς Ἰωσήφ· ἀποθανοῦμαι ἀπὸ τοῦ νῦν, ἐπεὶ ἑώρακα τὸ πρόσωπόν σου· ἔτι γὰρ σὺ ζῇς.
Ευτυχισμένος ο γέρων Ιακώβ είπε προς τον Ιωσήφ· “ας αποθάνω από την στιγμήν αυτήν, αφού είδα το πρόσωπόν σου, διότι είδα ότι ακόμη συ ζης”.
31 εἶπε δὲ Ἰωσὴφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ· ἀναβὰς ἀπαγγελῶ τῷ Φαραὼ καὶ ἐρῶ αὐτῷ· οἱ ἀδελφοί μου καὶ ὁ οἶκος τοῦ πατρός μου, οἳ ἦσαν ἐν γῇ Χαναάν, ἥκασι πρός με·
Είπεν ο Ιωσήφ προς τους αδελφούς του· “εγώ θα μεταβώ τώρα στον Φαραώ και θα του είπω· Οι αδελφοί μου και όλη η οικογένεια του πατρός μου, που ήσαν εις την γην Χαναάν, έχουν έλθει προς εμέ.
32 οἱ δὲ ἄνδρες εἰσὶ ποιμένες· ἄνδρες γὰρ κτηνοτρόφοι ἦσαν· καὶ τὰ κτήνη καὶ τοὺς βόας καὶ πάντα τὰ αὐτῶν ἀγηόχασιν.
Οι άνδρες αυτοί είναι ποιμένες· ήσαν πάντοτε κτηνοτρόφοι. Εφεραν δε μαζή των τα κτήνη, τα βόδια των και ο,τι άλλο είχαν εκεί και όλην την άλλην κινητήν περιουσίαν των έφεραν μαζή των.
33 ἐὰν οὖν καλέσῃ ὑμᾶς Φαραὼ καὶ εἴπῃ ὑμῖν· τί τὸ ἔργον ὑμῶν ἐστίν;
Εάν λοιπόν σας καλέση ο Φαραώ και σας ερωτήση, ποίον είναι το έργον σας;
34 ἐρεῖτε· ἄνδρες κτηνοτρόφοι ἐσμὲν οἱ παῖδές σου ἐκ παιδὸς ἕως τοῦ νῦν, καὶ ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν, ἵνα κατοικήσητε ἐν γῇ Γεσὲμ Ἀραβίας· βδέλυγμα γάρ ἐστιν Αἰγυπτίοις πᾶς ποιμὴν προβάτων.
Σεις θα απαντήσετε· Ημείς, οι δούλοί σου, είμεθα άνδρες κτηνοτρόφοι από της παιδικής μας ηλικίας μέχρι σήμερον, ημείς και οι πατέρες μας. Θα πήτε δε αυτά, δια να σας αφήση να κατοικήσετε εις την Γεσέμ της Αραβίας, μακράν από την κεντρικήν Αίγυπτον, διότι οι Αιγύπτιοι αποστρέφονται και δεν θέλουν να έχουν επικοινωνίαν με ποιμένας προβάτων”.
Ερμηνεία Ἰ. Κολιτσάρα