ελ
Παλαιά Διαθήκη
1 ΣΑΡΑ δὲ γυνὴ ¨Αβραμ οὐκ ἔτικτεν αὐτῷ. ἦν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα Ἄγαρ.
Η Σαρα, η σύζυγος του Αβραμ, δεν εγεννοσε τέκνα. Εις την υπηρεσίαν αυτής ευρίσκετο μία δούλη από την Αίγυπτον, η οποία ωνομάζετο Αγαρ.
2 εἶπε δὲ Σάρα πρὸς ¨Αβραμ· ἰδοὺ συνέκλεισέ με Κύριος τοῦ μὴ τίκτειν· εἴσελθε οὖν πρὸς τὴν παιδίσκην μου, ἵνα τεκνοποιήσωμαι ἐξ αὐτῆς. ὑπήκουσε δὲ ¨Αβραμ τῆς φωνῆς Σάρας.
Είπε η Σαρα προς τον Αβραμ· “ιδού, ο Κυριος με έχει εμποδίσει να συλλάβω και γεννήσω τέκνον. Λοιπόν, πήγαινε εις την δούλην μου, δια να αποκτήσω, έστω και από αυτήν, ένα τέκνον”. Υπήκουσεν ο Αβραμ στον λόγον αυτόν της Σαρας.
3 καὶ λαβοῦσα Σάρα ἡ γυνὴ ¨Αβραμ Ἄγαρ τὴν Αἰγυπτίαν τὴν ἑαυτῆς παιδίσκην, μετὰ δέκα ἔτη τοῦ οἰκῆσαι ¨Αβραμ ἐν γῇ Χαναάν, ἔδωκεν αὐτὴν τῷ ¨Αβραμ ἀνδρὶ αὐτῆς αὐτῷ γυναῖκα.
Η Σαρα, η γυνή του Αβραμ, έλαβε την Αγαρ την Αιγυπτίαν δούλην της, δέκα έτη μετά την έλευσιν του Αβραμ εις την Χαναάν και έδωσεν εκείνην εις αυτόν ως γυναίκα.
4 καὶ εἰσῆλθε πρὸς Ἄγαρ, καὶ συνέλαβε. καὶ εἶδεν ὅτι ἐν γαστρὶ ἔχει, καὶ ἠτιμάσθη ἡ κυρία ἐναντίον αὐτῆς.
Ο Αβραμ έλαβε την Αγαρ, η οποία και κατέστη κατόπιν έγκυος. Οταν η Αγαρ είδεν ότι είναι έγκυος, υπερηφανεύθη, πράγμα το οποίον απετέλεσε περιφρόνησιν δια την κυρίαν της την Σαραν.
5 εἶπε δὲ Σάρα πρὸς ¨Αβραμ· ἀδικοῦμαι ἐκ σοῦ· ἐγὼ δέδωκα τὴν παιδίσκην μου εἰς τὸν κόλπον σου, ἰδοῦσα δὲ ὅτι ἐν γαστρὶ ἔχει, ἠτιμάσθην ἐναντίον αὐτῆς· κρίναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ.
Είπε τότε η Σαρα προς τον Αβραμ· “αδικούμαι από σέ· εγώ σου έδωσα την δούλην μου εις την αγκάλην σου. Εκείνη δέ, όταν είδεν ότι είναι έγκυος, υπερηφανεύθη εναντίον μου και με περιεφρόνησε. Ο Θεός ας κρίνη μεταξύ εμού και σου, διότι φαίνεται ότι συ ανέχεσαι αυτήν την διαγωγήν της”.
6 εἶπε δὲ ¨Αβραμ πρὸς Σάραν· ἰδοὺ ἡ παιδίσκη σου ἐν ταῖς χερσί σου· χρῶ αὐτῇ ὡς ἄν σοι ἀρεστόν ᾖ. καὶ ἐκάκωσεν αὐτὴν Σάρα, καὶ ἀπέδρα ἀπὸ προσώπου αὐτῆς.
Ο Αβραμ είπε τότε προς την Σαραν “η δούλη σου είναι εις τα χέρια σου. Την αφήνω εις την διάθεσίν σου. Μεταχειρίσου την, όπως σου αρέσει”. Η Σαρα εταλαιπώρησε τότε και εβασάνισε την Αγαρ, η οποία και εδραπέτευσεν από την σκληράν κυρίαν της.
7 Εὗρε δὲ αὐτὴν ἄγγελος Κυρίου ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος ἐν τῇ ἐρήμῳ, ἐπὶ τῆς πηγῆς ἐν τῇ ὁδῷ Σούρ.
Αγγελος όμως Κυρίου εύρε την Αγαρ περιπλανωμένην εις την έρημον, πλησίον κάποιας πηγής που ευρίσκετο εις την οδόν την οδηγούσαν προς την έρημον Σούρ,
8 καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου. Ἄγαρ, παιδίσκη Σάρας, πόθεν ἔρχῃ καὶ ποῦ πορεύῃ; καὶ εἶπεν· ἀπὸ προσώπου Σάρας τῆς κυρίας μου ἐγὼ ἀποδιδράσκω.
και είπε προς αυτήν ο άγγελος του Κυρίου· “Αγαρ, δούλη της Σαρας, από που έρχεσαι και που πηγαίνεις;” Εκείνη απήντησε· “εδραπέτευσα από την κυρίαν μου την Σαραν”.
9 εἶπε δὲ αὐτῇ ὁ ἄγγελος Κυρίου· ἀποστράφηθι πρὸς τὴν κυρίαν σου καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς.
Είπε προς αυτήν ο άγγελος του Κυρίου· “να επιστρέψης εις την κυρίαν σου, να ταπεινωθής και να υποταχθής εις την εξουσίαν της”.
10 καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου· πληθύνων πληθυνῶ τὸ σπέρμα σου, καὶ οὐκ ἀριθμηθήσεται ὑπὸ τοῦ πλήθους.
Και προσέθεσεν ο άγγελος· “θα πληθύνω πολύ τους απογόνους σου, τόσον πολύ ώστε λόγω του πλήθους των να μη είναι δυνατόν να καταμετρηθούν.
11 καί εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου· ἰδού, σὺ ἐν γαστρί ἔχεις καὶ τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσμαήλ, ὅτι ἐπήκουσε Κύριος τῇ ταπεινώσει σου.
Συ είσαι τώρα έγκυος, θα γεννήσης τέκνον και θα το ονομάσης Ισμαήλ, διότι Κυριος ο Θεός ήκουσε την δέησίν σου και διετέθη ευμενώς δια σε εξ αιτίας της θλίψεώς σου αυτής.
12 οὗτος ἔσται ἄγροικος ἄνθρωπος αἱ χεῖρες αὐτοῦ ἐπὶ πάντας, καὶ αἱ χεῖρες πάντων ἐπ᾿ αὐτόν, καὶ κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατοικήσει.
Αυτός δε ο υιός σου θα είναι άνθρωπος της υπαίθρου, τραχύς· θα στρέφεται εναντίον όλων και όλοι θα στρέφωνται εναντίον αυτού. Αυτός και οι απόγονοί του θα κατοικήσουν απέναντι όλων των συγγενών των”.
13 καὶ ἐκάλεσεν Ἄγαρ τὸ ὄνομα Κυρίου τοῦ λαλοῦντος πρὸς αὐτήν· σὺ ὁ Θεὸς ὁ ἐπιδών με, ὅτι εἶπε· καὶ γὰρ ἐνώπιον εἶδον ὀφθέντα μοι.
Η Αγαρ επεκαλέσθη τότε με σεβασμόν και ευγνομοσύνην το όνομα του Κυρίου, ο οποίος ωμίλει προς αυτήν, και είπε· “συ είσαι ο Θεός, ο οποίος έρριψες βλέμμα στοργής προς εμέ την ταλαίπωρον”. Και ωμολόγησεν η Αγαρ· “πράγματι είδον ενώπιόν μου να φανερώνεται ο Θεός” !
14 ἕνεκεν τούτου ἐκάλεσε τὸ φρέαρ Φρέαρ οὗ ἐνώπιον εἶδον· ἰδοὺ ἀνὰ μέσον Κάδης καὶ ἀνὰ μέσον Βαράδ.
Εξ αιτίας του μεγάλου τούτου γεγονότος ωνόμασε το φρέαρ εκείνο “φρέαρ όπου είδον ενώπιόν μου τον Θεόν”. Τούτο ευρίσκεται μεταξύ Καδης και Βαράδ.
15 Καὶ ἔτεκεν Ἄγαρ τῷ ¨Αβραμ υἱόν, καὶ ἐκάλεσεν ¨Αβραμ τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ, ὃν ἔτεκεν αὐτῷ Ἄγαρ, Ἰσμαήλ.
Η Αγαρ εγέννησε πράγματι, υστέρα από ολίγον, τέκνον στον Αβραμ. Ο δε Αβραμ ωνόμασε το παιδί του, το οποίον του εγέννησεν η Αγαρ, με το όνομα Ισμαήλ.
16 ¨Αβραμ δὲ ἦν ἐτῶν ὀγδοηκονταέξ, ἡνίκα ἔτεκεν Ἄγαρ τῷ ¨Αβραμ τὸν Ἰσμαήλ.
Ητο δε τότε ο Αβραμ, όταν εγέννησεν εις αυτόν η Αγαρ τον Ισμαήλ, ετών ογδοήκοντα εξ.
Ερμηνεία Ἰ. Κολιτσάρα