ελ
Παλαιά Διαθήκη
1 ΑΥΤΑΙ δὲ αἱ γενέσεις τῶν υἱῶν Νῶε, Σήμ, Χάμ, Ἰάφεθ, καὶ ἐγεννήθησαν αὐτοῖς υἱοὶ μετὰ τὸν κατακλυσμόν.
Οι απόγονοι, των υιών του Νώε, του Σημ του Χαμ και του Ιάφεθ, οι οποίοι εγεννήθησαν μετά τον κατακλυσμόν, είναι οι εξής·
2 Υἱοὶ Ἰάφεθ· Γαμὲρ καὶ Μαγὼγ καὶ Μαδοὶ καὶ Ἰωύαν καὶ Ἐλισὰ καὶ Θοβὲλ καὶ Μοσόχ καὶ Θείρας.
Υιοί και απόγονοι του Ιάφεθ είναι οι Γαμέρ και ο Μαγώγ, Μήδοι και Ιωνες, Ελισά και Θοβέλ, Μοσόχ και Θείρας.
3 καὶ υἱοὶ Γαμέρ· Ἀσχανὰζ καὶ Ριφὰθ καὶ Θοργαμά.
Υιοί δε και απόγονοι του Γαμέρ είναι οι Ασχανάζ, Ριφάθ και Θοργαμά.
4 καὶ υἱοὶ Ἰωύαν· Ἐλισὰ καὶ Θάρσεις, Κίτιοι, Ρόδιοι.
Υιοί και απόγονοι του Ιωύαν οι Ελισά, Θαρσείς, Κιτιοι και Ροδιοι.
5 ἐκ τούτων ἀφωρίσθησαν νῆσοι τῶν ἐθνῶν ἐν τῇ γῇ αὐτῶν, ἕκαστος κατὰ γλῶσσαν ἐν ταῖς φυλαῖς αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν.
Από αυτούς προήλθον λαοί, οι οποίοι διεσπάρησαν εις διαφόρους ειδωλολατρικάς νήσους, ιδίως της Μεσογείου θαλάσσης, και εις άλλας χώρας κατά τας γλώσσας αυτών, τας φυλάς και τα έθνη των.
6 Υἱοὶ δὲ Χάμ· Χοὺς καὶ Μερσαΐν Φοὺδ καὶ Χαναάν.
Υιοί και απόγονοι του Χαμ είναι οι Χούς, Μεσραΐν, Φουδ και Χαναάν.
7 υἱοὶ δὲ Χούς· Σαβὰ καὶ Εὐϊλὰ καὶ Σαβαθὰ καὶ Ρεγμὰ καὶ Σαβαθακά. υἱοὶ δὲ Ρεγμά· Σαβὰ καὶ Δαδάν.
Υιοί δε και απόγονοι του Χους είναι οι Σαβά, Ευϊλά, Σαβαθά, Ρεγμά και Σαβαθακά. Υιοί δε του Ρεγμά, ο Σαβά και ο Δαδάν.
8 Χοὺς δὲ ἐγέννησε τὸν Νεβρώδ. οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς·
Ο δε Χους απέκτησεν υιόν τον Νεβρώδ. Αυτός υπήρξεν ο πρώτος γίγας εις την περιοχήν του.
9 οὗτος ἦν γίγας κυνηγὸς ἐναντίον Κυρίου τοῦ Θεοῦ· διὰ τοῦτο ἐροῦσιν, ὡς Νεβρὼδ γίγας κυνηγὸς ἐναντίον Κυρίου.
Ητο επίσης και ανδρείος κυνηγός, ήρως ενώπιον Κυρίου του Θεού. Ητο τόσον ονομαστός δια την δύναμιν και την ανδρείαν του, ώστε ως παροιμία θα λέγουν οι άνθρωποι, όταν θα θέλουν να εξάρουν την ανδρείαν κάποιου, “ούτος είναι σαν τον Νεβρώδ ανδρείος κυνηγός ενώπιον του Κυρίου”.
10 καὶ ἐγένετο ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλὼν καὶ Ὀρὲχ καὶ Ἀρχὰδ καὶ Χαλάννη ἐν τῇ γῇ Σεναάρ.
Η αρχή και ο πυρήν της βασιλείας του Νεδρώδ υπήρξεν η Βαβυλών, η Ορέχ, η Αρχάδ και η Χαλάννη εις την χώραν Σεναάρ.
11 ἐκ τῆς γῆς ἐκείνης ἐξῆλθεν Ἀσσοὺρ καὶ ᾠκοδόμησε τὴν Νινευΐ καὶ τὴν Ροωβὼθ πόλιν καὶ τὴν Χαλὰχ
Από την περιοχήν αυτήν Σεναάρ ανεχώρησεν ο Ασσούρ και έκτισε την Νινευΐ, την πόλιν Ροωβώθ, την Χαλάχ
12 καὶ τὴν Δασὴ ἀνὰ μέσον Νινευΐ καὶ ἀνὰ μέσο Χαλάχ· αὕτη ἡ πόλις μεγάλη.
και την Δασή μεταξύ της πόλεως Νινευί και της Χαλάχ. Η δε Νινευί είναι η ονομαστή μεγάλη πόλις.
13 καὶ Μεσραΐν ἐγέννησε τοὺς Λουδιεὶμ καὶ τοὺς Ἐνεμετιεὶμ καὶ τοὺς Λαβιεὶμ καὶ τοὺς Νεφθαλιεὶμ καὶ τοὺς Πατροσωνιεὶμ
Ο Μεσραίν εγέννησεν υιούς και απογόνους, τους Λουδιείμ, τους Ενεμετιείμ, τους Λαβιείμ, τους Νεφθαλιείμ, τους Πατροσωνιείμ,
14 καὶ τοὺς Χασλωνιείμ, ὅθεν ἐξῆλθε Φυλιστιείμ, καὶ τοὺς Καφθοριείμ.
τους Χασλωνιείμ, από τους οποίους προήλθον οι Φιλισταίοι, και τους Καφθοριείμ.
15 Χαναὰν δὲ ἐγέννησε τὸν Σιδῶνα πρωτότοκον αὐτοῦ
Ο δε Χαναάν απέκτησε πρωτότοκον υιόν αυτού τον Σιδώνα, και άλλους έπειτα υιούς,
16 καὶ τὸν Χετταῖον καὶ τὸν Ἰεβουσαῖον καὶ τὸν Ἀμορραῖον καὶ τὸν Γεργεσαῖον καὶ τὸν Εὐαῖον καὶ τὸν Ἀρουκαῖον
δηλαδή τον Χετταίον, τον Ιεβουσαίον, τον Αμορραίον, τον Γεργεσαίον, τον Ευαίον, τον Αρουκαίον,
17 καὶ τὸν Ἀσενναῖον καὶ τὸν Ἀράδιον καὶ τὸν Σαμαραῖον καὶ τὸν Ἀμαθί.
τον Ασενναίον, τον Αράδιον, τον Σαμαραίον και Αμαθί.
18 καὶ μετὰ τοῦτο διεσπάρησαν αἱ φυλαὶ τῶν Χαναναίων,
Μετά δε ταύτα διεσπάρησαν αι φυλαί των Χαναναίων ανά την περιοχήν της Χαναάν.
19 καὶ ἐγένετο τὰ ὅραι τῶν Χαναναίων ἀπὸ Σιδῶνος ἕως ἐλθεῖν εἰς Γεραρὰ καὶ Γαζάν, ἕως ἐλθεῖν ἕως Σοδόμων καὶ Γομόρρας, Ἀδαμὰ καὶ Σεβωΐμ ἕως Δασά.
Εξετείνοντο δε τα όρια της περιοχής των Χαναναίων από την Σιδώνα έως τα Γέραρα και την Γαζαν, έως τα Σοδομα και την Γομόρραν, την Αδαμά και Σεβωίμ έως Δασά.
20 οὗτοι υἱοὶ Χάμ, ἐν ταῖς φυλαῖς αὐτῶν, κατὰ γλώσσας αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν.
Αυτοί είναι οι υιοί και απόγονοι του Χαμ, κατά τας φυλάς αυτών και τας διαλέκτους αυτών εις τας χώρας αυτών και εις τα έθνη, που διεσπάρησαν.
21 Καὶ τῷ Σὴμ ἐγεννήθη καὶ αὐτῷ, πατρὶ πάντων τῶν υἱῶν ¨Εβερ, ἀδελφῷ Ἰάφεθ τοῦ μείζονος.
Και ο Σημ πρεσβύτερος αδελφός του Ιάφεθ απέκτησεν υιούς και απογόνους και ανεδείχθη ο γενάρχης των υιών Εβερ.
22 υἱοὶ Σήμ· Ἐλὰμ καὶ Ἀσσοὺρ καὶ Ἀρφαξὰδ καὶ Λοὺδ καὶ Ἀρὰμ καὶ Καϊνᾶν.
Υιοί του Σημ είναι οι Ελάμ, Ασσούρ, Αρφαξάδ, Λούδ, Αράμ και Καϊνάν.
23 καὶ υἱοὶ Ἀράμ· Οὒζ καί Οὒλ καὶ Γατὲρ καὶ Μοσόχ.
Υιοί του Αράμ ήσαν ο Ουζ, ο Ουλ, ο Γατέρ και ο Μοσόχ.
24 καὶ Ἀρφαξὰδ ἐγέννησε τὸν Καϊνᾶν, καὶ Καϊνᾶν ἐγέννησε τὸν Σαλά, Σαλὰ δὲ ἐγέννησε τὸν ¨Εβερ.
Ο δε Αρφαξάδ εγέννησεν υιόν τον Καϊνάν, ο Καϊνάν εγέννησε τον Σαλά, ο δε Σαλά εγέννησε τον Εβερ.
25 καὶ τῷ ¨Εβερ ἐγεννήθησαν δύο υἱοί· ὄνομα τῷ ἑνὶ Φαλέγ, ὅτι ἐν ταῖς ἡμέραις αὐτοῦ διεμερίσθη ἡ γῆ, καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Ἰεκτάν.
Ο Εβερ απέκτησε δύο υιούς· το όνομα του ενός ήτο Φαλέγ- που σημαίνει χωρισμός- διότι επί των ημερών αυτού διεσπάρησαν οι κάτοικοι της γης, όταν επεχείρησαν να κτίσουν τον πύργον Βαβέλ, το δε όνομα του αδελφού του ήτο Ιεκτάν.
26 Ἰεκτὰν δὲ ἐγέννησε τὸν Ἐλμωδὰδ καὶ Σαλὲθ καὶ τὸν Σαρμὼθ καὶ Ἰαρὰχ καὶ Ὁδορρὰ καὶ Αἰβὴλ καὶ Δεκλὰ
Ο Ιεκτάν απέκτησεν υιούς τον Ελμωδάδ, τον Σαλέθ, τον Σαρμώθ, τον Ιαράχ, τον Οδορρά, τον Αιβήλ, τον Δεκλά,
27 καὶ Εὐὰλ καὶ Ἀβιμαὲλ καὶ Σαβὰ
τον Ευάλ, τον Αβιμαέλ, τον Σαβά,
28 καὶ Οὐφεὶρ καὶ Εὐειλὰ καὶ Ἰωβάβ.
τον Ουφείρ, τον Ευειλά και τον Ιωβάβ.
29 πάντες οὗτοι υἱοὶ Ἰεκτάν.
Ολοι αυτοί ήσαν υιοί του Ιεκτάν.
30 καὶ ἐγένετο ἡ κατοίκησις αὐτῶν ἀπὸ Μασσῆ ἕως ἐλθεῖν εἰς Σαφηρά, ὄρος ἀνατολῶν.
Η δε περιοχή, την οποίαν κατοικούσαν, εξετείνετο από Μασσή μέχρι Σαφηρά στο όρος το προς ανατολάς.
31 οὗτοι υἱοὶ Σήμ, ἐν ταῖς φυλαῖς αὐτῶν, κατὰ γλώσσας αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν.
Αυτοί ήσαν οι υιοί και απόγονοι του Σημ κατά τας διαφόρους αυτών φυλάς και τας διαλέκτους, εις τας χώρας και τους λαούς όπου διεσκορπίσθησαν.
32 Αὗται αἱ φυλαὶ υἱῶν Νῶε κατὰ γενέσεις αὐτῶν, κατὰ ἔθνη αὐτῶν· ἀπὸ τούτων διεσπάρησαν νῆσοι τῶν ἐθνῶν ἐπὶ τῆς γῆς μετὰ τὸν κατακλυσμόν.
Αυταί είναι αι φυλαί των υιών του Νώε κατά τας γενεαλογίας αυτών και κατά τους λαούς. Από αυτούς οι απόγονοί των διεσπάρησαν επί της γης μετά τον κατακλυσμόν εις διαφόρους χώρας και νήσους.
Ερμηνεία Ἰ. Κολιτσάρα