ελ
Παλαιά Διαθήκη
1 ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
Ο Κυρίου ωμίλησε προς εμέ και είπε·
2 υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τοὺς υἱοὺς Ἀμμὼν καὶ προφήτευσον ἐπ' αὐτοὺς
“υιέ ανθρώπου, γύρισε το πρόσωπόν σου προς τους Αμμωνίτας, στήριξε εις αυτούς απειλητικόν το βλέμμα σου και προφήτευσον εναντίον των.
3 καὶ ἐρεῖς τοῖς υἱοῖς Ἀμμών· ἀκούσατε λόγον Κυρίου· τάδε λέγει Κύριος· ἀνθ' ὧν ἐπεχάρητε ἐπὶ τὰ ἅγιά μου, ὅτι ἐβεβηλώθη, καὶ ἐπὶ τὴν γῆν τοῦ Ἰσραήλ, ὅτι ἠφανίσθη, καὶ ἐπὶ τὸν οἶκον τοῦ Ἰούδα, ὅτι ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ,
Και ειπέ στους Αμμωνίτας· ακούσατε λόγον Κυρίου. Αυτά λέγει Κυριος· Επειδή σεις ξεδηλώσατε μοχθηράν χαράν που εβεβηλώθησαν τα άγιά μου, ο ναός και το θυσιαστήριον εις την Ιερουσαλήμ, επειδή εχαιρεκακήσατε δια την χώραν του ισραηλιτικού λαού, που παρεδόθη εις όλεθρον και καταστροφήν και ο ισραηλιτικός λαός ωδηγήθη εις αιχμαλωσίαν,
4 διὰ τοῦτο ἰδοὺ ἐγὼ παραδίδωμι ὑμᾶς τοῖς υἱοῖς Κεδὲμ εἰς κληρονομίαν, καὶ κατασκηνώσουσιν ἐν τῇ ἀπαρτίᾳ αὐτῶν ἐν σοὶ καὶ δώσουσιν ἐν σοὶ τὰ σκηνώματα αὐτῶν· αὐτοὶ φάγονται τοὺς καρπούς σου, καὶ αὐτοὶ πίονται τὴν πιότητά σου.
δια τούτο εγώ θα σας παραδώσω στους λαούς Κεδέμ, δια να κληρονομήσουν εκείνοι σας και την χώραν σας. Θα ελθουν όλοι αυτοί με τας γυναίκας και τα παιδιά των, δια να κατοικήσουν εις την περιοχήν σας και να διαμοιρασθούν μεταξύ των τας κατοικίας σας. Αυτοί θα φάγουν τους καρπούς σας και αυτοί θα απολαύσουν την πλουσίαν παραγωγήν της χώρας σας.
5 καὶ δώσω τὴν πόλιν τοῦ Ἀμμὼν εἰς νομὰς καμήλων καὶ τοὺς υἱοὺς Ἀμμὼν εἰς νομὴν προβάτων· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος.
Θα παραχωρήσω και θα καταστήσω την πρωτεύουσαν των Αμωνιτών βοσκήν καμήλων, τα δε παιδιά των Αμμωνιτών βοσκούς προβάτων. Ετσι θα μάθετε, ότι εγώ είμαι ο Κυριος.
6 διότι τάδε λέγει Κύριος· ἀνθ' ὧν ἐκρότησας τὴν χεῖρά σου καὶ ἐψόφησας τῷ ποδί σου καὶ ἐπέχαρας ἐκ ψυχῆς σου ἐπὶ τὴν γῆν τοῦ Ἰσραήλ,
Διότι αυτά λέγει ο Κυριος· Επειδή σεις οι Αμμωνίται εχειροκροτήσατε και εκτυπήσατε θορυβωδώς τα πόδια σας και εδοκιμάσατε με όλην σας την ψυχήν μοχθηράν χαράν δια την συμφοράν της χώρας του Ισραήλ,
7 διὰ τοῦτο ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ καὶ δώσω σε εἰς διαρπαγὴν ἐν τοῖς ἔθνεσι καὶ ἐξολοθρεύσω σε ἐκ τῶν λαῶν καὶ ἀπολῶ σε ἐκ τῶν χωρῶν ἀπωλείᾳ· καὶ ἐπιγνώσῃ διότι ἐγὼ Κύριος. ~
δια τούτο εγώ θα απλώσω την τιμωρόν και δικαίαν χείρα μου εναντίον σας και θα σας παραδώσω εις διαρπαγήν εκ μέρους άλλων εθνών, και θα σας εξολοθρεύσω ανάμεσα από τους λαούς και θα σας εξαφανίσω τελείως από τας χώρας σας και θα μάθετε καλά, ότι εγώ είμαι ο Κυριος”.
8 Τάδε λέγει Κύριος· ἀνθ' ὧν εἶπε Μωάβ· ἰδοὺ ὃν τρόπον πάντα τὰ ἔθνη οἶκος Ἰσραὴλ καὶ Ἰούδα,
Αυτά λέγει ο Κυριος και προς τους Μωαβίτας· “επειδή σεις με μοχθηράν χαράν είπατε, ότι ιδού ο Ισραηλιτικός και ο ιουδαϊκός λαός είναι ωσάν τα ειδωλολατρικά και ασεβή έθνη !
9 διὰ τοῦτο ἰδοὺ ἐγὼ παραλύω τὸν ὦμον Μωὰβ ἀπὸ πόλεων ἀκρωτηρίων αὐτοῦ, ἐκλεκτὴν γῆν, οἶκον Ἀσιμοὺθ ἐπάνω πηγῆς πόλεως παραθαλασσίας.
Δια τούτο ιδού εγώ παραλύω την δύναμιν των Μωαβιτών από τας ακραίας οχυράς πόλεις και εντεύθεν, την εκλεκτήν περιοχήν μέχρι και εις την θέσιν Μπεθ- Ασιμούθ, επάνω από την πηγήν της πόλεως, πλησίον της Νεκράς Θαλάσσης.
10 τοῖς υἱοῖς Κεδὲμ ἐπὶ τοὺς υἱοὺς Ἀμμὼν δέδωκα αὐτοὺς εἰς κληρονομίαν, ὅπως μὴ μνεία γένηται τῶν υἱῶν Ἀμμών·
Εις τους λαούς Κεδέμ παρέδωσα τους Αμμωνίτας, δια να τους κληρονομήσουν, ώστε να μη υπάρχη καμμία ανάμνησις πλέον των Αμμωνιτών.
11 καὶ εἰς Μωὰβ ποιήσω ἐκδίκησιν, καὶ ἐπιγνώσονται διότι ἐγὼ Κύριος. ~
Θα τιμωρήσω και τους Μωαβίτας και ετσι θα μάθουν όλοι, ότι εγώ είμαι ο Κυριος”.
12 Τάδε λέγει Κύριος· ἀνθ' ὧν ἐποίησεν ἡ Ἰδουμαία ἐν τῷ ἐκδικῆσαι αὐτοὺς ἐκδίκησιν εἰς τὸν οἶκον Ἰούδα καὶ ἐμνησικάκησαν καὶ ἐξεδίκησαν δίκην,
Αυτά λέγει ο Κυριος· “επειδή οι κάτοικοι της Ιδουμαίας ευρήκαν ευκαιρίαν και εξεδικήθησαν σκληράν εκδίκησιν εναντίον των Ιουδαίων, εμνησικάκησαν δια το παρελθόν και τους εξεδικήθησαν τώρα,
13 διὰ τοῦτο τάδε λέγει Κύριος· καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τὴν Ἰδουμαίαν καὶ ἐξολοθρεύσω ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος καὶ θήσομαι αὐτὴν ἔρημον, καὶ ἐκ Θαιμὰν διωκόμενοι ἐν ρομφαίᾳ πεσοῦνται.
δια τούτο αυτά λέγει ο Κυριος· θα απλώσω τιμωρόν την χείρά μου και εναντίον της Ιδουμαίας και θα εξολοθρεύσω από αυτήν ανθρώπους και ζώα· θα την μεταβάλω εις έρημον. Εν στόματι δε μαχαίρας θα πέσουν, όσοι θα διαφύγουν από την Θαιμάν ζητούντες σωτηρίαν.
14 καὶ δώσω ἐκδίκησίν μου ἐπὶ τὴν Ἰδουμαίαν ἐν χειρὶ λαοῦ μου Ἰσραήλ, καὶ ποιήσουσιν ἐν τῇ Ἰδουμαίᾳ κατὰ τὴν ὀργήν μου καὶ κατὰ τὸν θυμόν μου· καὶ ἐπιγνώσονται τὴν ἐκδίκησίν μου, λέγει Κύριος. ~
Δια του ισραηλιτικού λαού μου θα τιμωρήσω εγώ τους Ιδουμαίους. Οι Ισραηλίται θα επιφέρουν τιμωρίας εναντίον της Ιδουμαίας, ανάλογα με την οργήν και τον θυμόν μου. Και θα μάθουν τότε οι Ιδουμαίοι την τιμωρίαν, την οποίαν εγώ τους απέστειλα”, λέγει ο Κυριος.
15 Διὰ τοῦτο τάδε λέγει Κύριος· ἀνθ' ὧν ἐποίησαν οἱ ἀλλόφυλοι ἐν ἐκδικήσει καὶ ἐξανέστησαν ἐκδίκησιν ἐπιχαίροντες ἐκ ψυχῆς τοῦ ἐξαλεῖψαι ἕως ἑνός,
Δια τούτο αυτά λέγει ο Κυριος· “επειδή οι Φιλισταίοι, ποθούντες εκδίκησιν, ξηγέρθησαν κατά των Ισραηλιτών και τους εξεδικήθησαν δοκιμάζοντες με όλην των την ψυχήν μοχθηράν χαράν και επιθυμούντες να εξολοθρευθούν οι Ιουδαίοι μέχρις ενός,
16 διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐκτείνω τὴν χεῖρά μου ἐπὶ τοὺς ἀλλοφύλους καὶ ἐξολοθρεύσω Κρῆτας καὶ ἀπολῶ τοὺς καταλοίπους τοὺς κατοικοῦντας τὴν παραλίαν·
δια τούτο αυτά λέγει ο Κυριος· Ιδού, εγώ εκτείνω την τιμωρόν χείρα μου εναντίον των Φιλισταίων και θα εξολοθρεύσω τους Κρήτας και θα καταστρέψω όλους τους κατοίκους, που έχουν απομείνει εις την παραλίαν.
17 καὶ ποιήσω ἐν αὐτοῖς ἐκδικήσεις μεγάλας, καὶ ἐπιγνώσονται διότι ἐγὼ Κύριος ἐν τῷ δοῦναι τὴν ἐκδίκησίν μου ἐπ' αὐτούς.
Θα αποστείλω μεγάλας και σκληράς τιμωρίας εναντίον των. Και έτσι, όταν θα επιφέρω την τιμωρίαν αυτήν εναντίον των, θα μάθουν καλά, ότι εγώ είμαι ο Κυριος”.
Ερμηνεία Ἰ. Κολιτσάρα