ελ
Παλαιά Διαθήκη
1 ΚΑΙ προσέταξε Μωυσῆς καὶ ἡ γερουσία Ἰσραὴλ λέγων· φυλάσσεσθε πάσας τὰς ἐντολὰς ταύτας, ὅσας ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον.
Ο Μωϋσής επί παρουσία και της γερουσίας των Ισραηλιτών διέταξε τους Ισραηλίτας λέγων· “να φυλάσσετε όλας αυτάς τας εντολάς, τας οποίας εγώ σήμερον σας δίδω.
2 καὶ ἔσται ᾗ ἂν ἡμέρᾳ διαβῆτε τὸν Ἰορδάνην εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι, καὶ στήσεις σεαυτῷ λίθους μεγάλους καὶ κονιάσεις αὐτοὺς κονίᾳ
Την ημέραν δέ, κατά την οποίαν θα διαβήτε τον Ιορδάνην, δια να εισέλθετε εις την γην που Κυριος ο Θεός σας δίδει εις σας, θα στήσετε λίθους μεγάλους, θα συνδέσετε και θα χρίσετε αυτούς με αμμοκονίαμα.
3 καὶ γράψεις ἐπὶ τῶν λίθων τούτων πάντας τοὺς λόγους τοῦ νόμου τούτου, ὡς ἂν διαβῆτε τὸν Ἰορδάνην, ἡνίκα ἂν εἰσέλθητε εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς τῶν πατέρων σου δίδωσί σοι, γῆν ρέουσαν γάλα καὶ μέλι, ὃν τρόπον εἶπε Κύριος ὁ Θεὸς τῶν πατέρων σού σοι·
Επάνω δε στο ασβεστοκονίαμα αυτών των λίθων θα γράψετε όλας τας εντολάς του νόμου τούτου, αμέσως μόλις διαβήτε τον Ιορδάνην και εισέλθετε εις την χώραν, την οποίαν Κυριος ο Θεός των πατέρων σας δίδει εις σας, χώραν ρέουσαν γάλα και μέλι, όπως Κυριος ο Θεός των πατέρων σας υπεσχέθη εις σας.
4 καὶ ἔσται ὡς ἂν διαβῆτε τὸν Ἰορδάνην, στήσετε τοὺς λίθους τούτους, οὓς ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἐν ὄρει Γαιβὰλ καὶ κονιάσεις αὐτοὺς κονίᾳ.
Οταν λοιπόν διαβήτε τον Ιορδάνην θα κτίσετε εις στήλην τους λίθους αυτούς, όπως εγώ σήμερον σας διατάσσω, στο όρος Γαιβάλ και θα τους χρίσετε με ασβεστοκονίαμα.
5 καὶ οἰκοδομήσεις ἐκεῖ θυσιαστήριον Κυρίῳ τῷ Θεῷ σου, θυσιαστήριον ἐκ λίθων, οὐκ ἐπιβαλεῖς ἐπ᾿ αὐτὸ σίδηρον·
Εκεί θα οικοδομήσετε θυσιαστήριον προς τιμήν και λατρείαν Κυρίου του Θεού σου, θυσιαστήριον από λίθους, χωρίς να χρησιμοποιήσης δι' αυτό εργαλεία σιδηρά.
6 λίθους ὁλοκλήρους οἰκοδομήσεις θυσιαστήριον Κυρίῳ τῷ Θεῷ σου καὶ ἀνοίσεις ἐπ᾿ αὐτὸ ὁλοκαυτώματα Κυρίῳ τῷ Θεῷ σου
Με ακατεργάστους και απελεκήτους λίθους θα κτίσης το θυσιαστήριον τούτο προς τιμήν Κυρίου του Θεού και επάνω εις αυτό θα προσφέρης ως θυσίαν ολοκαυτώματα προς Κυριον τον Θεόν σου.
7 καὶ θύσεις ἐκεῖ θυσίαν σωτηρίου καὶ φαγῇ καὶ ἐμπλησθήσῃ και εὐφρανθήσῃ ἔναντι Κυρίου τοῦ Θεοῦ σου.
Εκεί θα προσφέρης επίσης ευχαριστήριον θυσίαν σωτηρίου, θα φάγης από τας θυσίας αυτάς, θα χορτάσης και θα ευφρανθής ενώπιον Κυρίου του Θεού σου.
8 καὶ γράψεις ἐπὶ τῶν λίθων πάντα τὸν νόμον τοῦτον σαφῶς σφόδρα.
Κατόπιν θα γράψετε επάνω στους λίθους αυτούς όλον τούτον τον Νομον καθαρά και ευανάγνωστα”.
9 Καὶ ἐλάλησε Μωυσῆς καὶ οἱ ἱερεῖς οἱ Λευῖται παντὶ Ἰσραὴλ λέγοντες· σιώπα καὶ ἄκουε, Ἰσραήλ· ἐν τῇ ἡμέρᾳ ταύτῃ γέγονας εἰς λαὸν Κυρίῳ τῷ Θεῷ σου·
Ο Μωϋσής και οι ιερείς από την φυλήν Λευϊ ωμίλησαν ενώπιον όλων των Ισραηλιτών και είπαν· “Ισραηλίται, σιωπάτε και ακούσατε ! Κατά την ημέραν αυτήν έχετε γίνει λαός Κυρίου του Θεού σας.
10 καὶ εἰσακούσῃ τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου καὶ ποιήσεις πάσας τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον.
Θα ακούσετε και θα υπακούσετε εις την φωνήν Κυρίου του Θεού σας και θα τηρήσετε όλας τας εντολάς αυτού και τα προστάγματά του, όσα εγώ σήμερον σας δίδω”.
11 Καὶ ἐνετείλατο Μωυσῆς τῷ λαῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων·
Ο Μωϋσής διέταξε τον λαόν κατά την ημέραν εκείνην λέγων·
12 οὗτοι στήσονται εὐλογεῖν τὸν λαὸν ἐν ὄρει Γαριζὶν διαβάντες τὸν Ἰορδάνην· Συμεών, Λευί, Ἰούδας, Ἰσσάχαρ, Ἰωσὴφ καὶ Βενιαμίν.
“όταν θα διαβήτε τον Ιορδάνην θα σταθούν όρθιοι στο όρος Γαριζίν και θα ευλογούν τον λαόν αι φυλαί Συμεών, Λευϊ, Ιούδα. Ισσάχαρ, Ιωσήφ και Βενιαμίν.
13 καὶ οὗτοι στήσονται ἐπὶ τῆς κατάρας ἐν ὄρει Γαιβάλ· Ρουβήν, Γὰδ καὶ Ἀσήρ, Ζαβουλών, Δὰν καὶ Νεφθαλί.
Αι δε φυλαί Ρουβήν, Γαδ, Ασήρ, Ζαβουλών, Δαν και Νεφθαλί θα σταθούν όρθιοι στο όρος Γαιβάλ, δια να απαγγείλουν κατάρας.
14 καὶ ἀποκριθέντες ἐροῦσιν οἱ Λευῖται παντὶ Ἰσραὴλ φωνῇ μεγάλῃ·
Οι δε Λευΐται θα λάβουν τον λόγον και με μεγάλην φωνήν θα διακηρύξουν εις όλους τους Ισραηλίτας·
15 Ἐπικατάρατος ἄνθρωπος, ὅστις ποιήσει γλυπτὸν καὶ χωνευτόν, βδέλυγμα Κυρίῳ, ἔργον χειρῶν τεχνιτῶν, καὶ θήσει αὐτὸ ἐν ἀποκρύφῳ· καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς ἐροῦσι· γένοιτο.
Επικατάρατος είναι ο άνθρωπος εκείνος ο οποίος θα κατασκευάση γλυπτόν ειδωλολατρικόν άγαλμα η χυτόν, διότι είναι μισητόν και αποκοουστικόν στον Κυριον το ειδωλολατρικόν τούτο έργον των τεχνιτών, το οποίον κατεσκευάσθη, δια να τοποθετηθή εις τόπον απόκρυφον προς λατρείαν. Απαντών δε όλος ο ισραηλιτικός λαός θα είπη· Γένοιτο !
16 ἐπικατάρατος ὁ ἀτιμάζων πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο.
Επικατάρατος εκείνος, που δεν τιμά αλλά καταφρονεί τον πατέρα του η την μητέρα του. Και όλοι οι Ισραηλίται θα είπουν· Γένοιτο !
17 ἐπικατάρατος ὁ μετατιθεὶς ὅρια τοῦ πλησίον· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο.
Επικατάρατος εκείνος, που μετατοπίζει εις όφελός του τα σύνορα των αγρών του πλησίον. Και όλοι οι Ισραηλίται θα είπουν· Γένοιτο !
18 ἐπικατάρατος ὁ πλανῶν τυφλὸν ἐν ὁδῷ· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο.
Επικατάρατος εκείνος, που παραπλανά τυφλόν στον δρόμον του. Και όλοι οι Ισραηλίται θα είπουν· Γένοιτο !
19 ἐπικατάρατος ὃς ἂν ἐκκλίνῃ κρίσιν προσηλύτου καὶ ὀρφανοῦ καὶ χήρας· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο.
Επικατάρατος εκείνος, που διαστρέφει και παραβιάζει το δίκαιον του ξένου, του ορφανού και της χήρας. Και όλοι οι Ισραηλίται θα είπουν· Γένοιτο !
20 ἐπικατάρατος ὁ κοιμώμενος μετὰ γυναικὸς τοῦ πατρὸς αὐτοῦ, ὅτι ἀπεκάλυψε συγκάλυμμα τοῦ πατρὸς αὐτοῦ· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο.
Επικατάρατος εκείνος, που κοιμάται με την σύζυγον του πατρός του, την μητέρα του δηλαδή η την μητρυιάν του, διότι εξεσκέπασε το κλινοσκέπασμα του πατρός του. Και όλοι οι Ισραηλίται θα είπουν· Γένοιτο !
21 ἐπικατάρατος ὁ κοιμώμενος μετὰ παντὸς κτήνους· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο.
Επικατάρατος εκείνος, που κοιμάται με οιοδήποτε κτήνος. Και όλοι οι Ισραηλίται θα είπουν· Γένοιτο !
22 ἐπικατάρατος ὁ κοιμώμενος μετὰ ἀδελφῆς ἐκ πατρὸς ἢ μητρὸς αὐτοῦ· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο.
Επικατάρατος εκείνος που κοιμάται με την αδελφήν του πατρός του η με την αδελφήν της μητρός του. Και όλοι οι Ισραηλίται θα είπουν· Γένοιτο !
23 ἐπικατάρατος ὁ κοιμώμενος μετὰ πενθερᾶς αὐτοῦ· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο. ἐπικατάρατος ὁ κοιμώμενος μετὰ τῆς ἀδελφῆς τῆς γυναικὸς αὐτοῦ· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο.
Επικατάρατος εκείνος, που κοιμάται με την πενθεράν του. Και όλοι οι Ισραηλίται θα είπουν· Γένοιτο ! Επικατάρατος εκείνος, που κοιμάται με την αδελφήν της συζύγου του. Και όλοι οι Ισραηλίται θα είπουν· Γένοιτο !
24 ἐπικατάρατος ὁ τύπτων τὸν πλησίον δόλῳ· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο.
Επικατάρατος εκείνος, που κτυπά τον πλησίον του δολίως. Και όλοι οι Ισραηλίται θα είπουν· Γένοιτο !
25 ἐπικατάρατος ὃς ἂν λάβῃ δῶρα πατάξαι ψυχὴν αἵματος ἀθῴου· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο.
Επικατάρατος εκείνος που θα πληρωθή, δια να φονεύση αθώον. Και όλοι οι Ισραηλίται θα είπουν· Γένοιτο!
26 ἐπικατάρατος πᾶς ἄνθρωπος ὃς οὐκ ἐμμενεῖ ἐν πᾶσι τοῖς λόγοις τοῦ νόμου τούτου ποιῆσαι αὐτούς· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο.
Επικατάρατος κάθε άνθρωπος, που δεν μένει σταθερός εις όλας τας εντολάς του Νομου τούτου και δεν επιμένει να τηρή αυτάς. Και όλοι οι Ισραηλίται θα είπουν· Γένοιτο !
Ερμηνεία Ἰ. Κολιτσάρα