ελ
Παλαιά Διαθήκη
1 ΥΙΟΣ εἴκοσι καὶ πέντε ἐτῶν Ἰωάθαμ ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἱερουσὰ θυγάτηρ Σαδώκ.
Εικοσιπέντε ετών ήτο ο Ιωάθαμ, όταν ανήλθεν στον βασιλικόν θρόνον. Εβασίλευσεν επί δεκαέξ έτη εις την Ιερουσαλήμ. Η μητέρα του ωνομάζετο Ιερουσά και ήτο θυγάτηρ του Σαδώκ.
2 καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου κατὰ πάντα, ἃ ἐποίησεν Ὀζίας ὁ πατὴρ αὐτοῦ, ἀλλ' οὐκ εἰσῆλθεν εἰς τὸν ναὸν Κυρίου, καὶ ἔτι ὁ λαὸς κατεφθείρετο.
Αυτός έπραξε το ορθόν και ευάρεστον ενώπιον του Κυρίου, ακριβώς όπως είχε πράξει και ο πατήρ του ο Οζίας. Αλλά δεν εισήλθε βεβαίως παρανόμως στον ναόν του Κυρίου. Ο λαός όμως διεφθείρετο ολοέν και περισσότερον ένεκα της ασεβείας.
3 αὐτὸς ᾠκοδόμησε τὴν πύλην οἴκου Κυρίου τὴν ὑψηλὴν καὶ ἐν τείχει τοῦ Ὀφλὰ ᾠκοδόμησε πολλά· καὶ πόλεις ᾠκοδόμησεν
Αυτός έκτισε την άνω πύλην του ναού του Κυρίου, έκαμε πολλάς συμπληρώσεις στο τείχος του Οφλά και έκτισεν επίσης πόλεις.
4 ἐν ὄρει Ἰούδα καὶ ἐν τοῖς δρυμοῖς καὶ οἰκήσεις καὶ πύργους.
Εις την ορεινήν Ιουδαίαν και εις τα δάση έκτισεν επίσης οικήματα και πύργους.
5 αὐτὸς ἐμαχέσατο πρὸς βασιλέα υἱῶν Ἀμμὼν καὶ κατίσχυσεν ἐπ' αὐτόν· καὶ ἐδίδουν αὐτῷ οἱ υἱοὶ Ἀμμὼν καὶ κατ' ἐνιαυτὸν ἑκατὸν τάλαντα ἀργυρίου καὶ δέκα χιλιάδας κόρων πυροῦ καὶ κριθῶν δέκα χιλιάδας· ταῦτα ἔφερεν αὐτῷ βασιλεὺς υἱῶν Ἀμμὼν κατ' ἐνιαυτὸν ἐν τῷ πρώτῳ ἔτει καὶ ἐν τῷ δευτέρῳ καὶ τῷ τρίτῳ.
Αυτός επολέμησεν εναντίον του βασιλέως των Αμμωνιτών, τον οποίον και κατενίκησεν. Οι δε Αμμωνίται υπεχρεώθησαν να καταβάλλουν εις αυτόν κάθε έτος εκατόν αργυρά τάλαντα, δέκα χιλιάδες κύρους σίτου και δέκα χιλιάδες κόρους κριθής. Αυτά κατέβαλλεν ο βασιλεύς των Αμμωνιτών κάθε έτος μόνον κατά το πρώτον και δεύτερον και τρίτον έτος τα κατέβαλεν.
6 καὶ κατίσχυσεν Ἰωάθαμ, ὅτι ἡτοίμασε τὰς ὁδοὺς αὐτοῦ ἐναντίον Κυρίου Θεοῦ αὐτοῦ.
Ετσι ο ' Ιωάθαμ έγινεν ισχυρός, διότι κατηύθυνε τας οδούς του ενώπιον Κυρίου του Θεού του.
7 καὶ οἱ λοιποὶ λόγοι Ἰωάθαμ καὶ ὁ πόλεμος καὶ αἱ πράξεις αὐτοῦ ἰδοὺ γεγραμμέναι ἐπὶ βιβλίῳ βασιλέων Ἰούδα καὶ Ἰσραήλ.
Τα υπόλοιπα έργα του Ιωάθαμ, όλοι οι πόλεμοί του και αι άλλαι του πράξεις ιδού, είναι γραμμένα στο βιβλίον των βασιλέων Ιούδα και Ισραήλ.
9 καὶ ἐκοιμήθη Ἰωάθαμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυίδ, καὶ ἐβασίλευσεν Ἄχαζ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.
Ο Ιωάθαμ απέθανε και ετάφη με τους προπάτοράς του εις την πόλιν Δαυίδ, την Ιερουσαλήμ. Αντί δε αυτού εβασίλευσεν ο υιός του Αχαζ.
Ερμηνεία Ἰ. Κολιτσάρα