ελ
Παλαιά Διαθήκη
1 ΚΑΙ ἔστησε Δαυὶδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῆς δυνάμεως εἰς τὰ ἔργα τοὺς υἱοὺς Ἀσὰφ καὶ Αἰμὰν καὶ Ἰδιθοὺν τοὺς ἀποφθεγγομένους ἐν κινύραις καὶ ἐν νάβλαις καὶ ἐν κυμβάλοις. καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν ἐργαζομένων ἐν τοῖς ἔργοις αὐτῶν.
Ο βασιλεύς Δαυίδ και οι στρατιωτικοί του άρχοντες εγκατέστησαν τους υιούς του Ασάφ, του Αιμάν και του Ιδιθούν στο να ψάλλουν με την βοήθειαν μουσικών οργάνων, κινυράς, νάβλας και κυμβάλων. Ο αριθμός και τα ονόματα αυτών, που είχαν καθορισθή δι' αυτά τα έργα, είναι τα εξής·
2 υἱοὶ Ἀσάφ, Σακχοὺρ Ἰωσὴφ καὶ Ναθανίας καὶ Ἐραήλ, υἱοὶ Ἀσὰφ ἐχόμενοι τοῦ βασιλέως.
Από τους απογόνους του Ασάφ ο Ζακχούρ, ο Ιωσήφ, ο Ναθανίας και ο Εραήλ. Αυτοί όλοι ήσαν απόγονοι του Ασάφ διωρισμένοι από τον βασιλέα.
3 τῷ Ἰδιθοὺν υἱοὶ Ἰδιθούν· Γοδολίας καὶ Σουρὶ καὶ Ἰσέας καὶ Σεμεΐ καὶ Ἀσαβίας καὶ Ματταθίας, ἓξ μετὰ τὸν πατέρα αὐτῶν Ἰδιθούν, ἐν κινύρᾳ ἀνακρουόμενοι ἐξομολόγησιν καὶ αἴνεσιν τῷ Κυρίῳ.
Εις τον Ιδιθούν· Υιοί αυτού του Ιδιθούν ήσαν ο Γοδολίας, ο Σουρί, ο Ισέας, ο Σεμεΐ, ο Ασαβίας και ο Ματταθίας, εξ μετά τον πατέρα των τον Ιδιθούν. Αυτοί ανακρούοντες την κινύραν προσέφεραν ευχαριστίαν και δοξολογίαν προς τον Κυριον.
4 τῷ Αἰμὰν υἱοὶ Αἰμάν· Βουκίας καὶ Ματθανίας καὶ Ὀζιὴλ καὶ Σουβαὴλ καὶ Ἰεριμὼθ καὶ Ἀνανίας καὶ Ἀνὰν καὶ Ἑλιαθὰ καὶ Γοδολλαθὶ καὶ Ρωμετθιέζερ καὶ Ἰεσβασακὰ καὶ Μαλλιθὶ καὶ Ὠθηρὶ καὶ Μεαζώθ·
Εις τον Αιμάν· Υιοί του Αιμάν ήσαν ο Βουκίας, ο Ματθανίας, ο Οζιήλ, ο Σουβαήλ, ο Ιεριμώθ, ο Ανανίας, ο Ανάν, ο Ελιαθά, ο Γοδολλαθί, ο Ρωμετθιέζερ, ο Ιεσβασακά, ο Μαλλιθί, ο Ωθηρί και ο Μεαζώθ.
5 πάντες οὗτοι υἱοὶ τῷ Αἰμὰν τῷ ἀνακρουομένῳ τῷ βασιλεῖ ἐν λόγοις Θεοῦ ὑψῶσαι κέρας. καὶ ἔδωκεν ὁ Θεὸς τῷ Αἰμὰν υἱοὺς τεσσαρεσκαίδεκα, καὶ θυγατέρας τρεῖς.
Αυτοί όλοι ήσαν υιοί του Αιμάν, ο οποίος έπαιζεν ενώπιον του βασιλέως ωδάς του Θεού με όργανα, δια να υμνή την παντοδυναμίαν του. Ο δε Θεός έδωκεν στον Αιμάν δεκατέσσαρας υιούς και τρεις θυγατέρας.
6 πάντες οὗτοι μετὰ τοῦ πατρὸς αὐτῶν ὑμνῳδοῦντες ἐν οἴκῳ Θεοῦ, ἐν κυμβάλοις καὶ νάβλαις καὶ ἐν κινύραις εἰς τὴν δουλείαν οἴκου τοῦ Θεοῦ, ἐχόμενα τοῦ βασιλέως καὶ Ἀσάφ, καὶ Ἰδιθοὺν καὶ Αἰμάν.
Ολοι αυτοί οι Λευίται υπό την διεύθυνσιν του πατρός των είχον ως έργον των να υμνούν και να δοξάζουν τον Θεόν στον ναόν με κύμβαλα, με νάβλας και με κινύρας, κατά διαταγήν του βασιλέως και υπό την διεύθυνσιν του Ασάφ, του Ιδιθούν και του Αιμάν.
7 καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν μετὰ τοὺς ἀδελφοὺς αὐτῶν, δεδιδαγμένοι ᾄδειν Κυρίῳ, πᾶς συνιών, διακόσιοι ὀγδοήκοντα καὶ ὀκτώ.
Ο αριθμός αυτών μαζή με τους αδελφούς των, οι οποίοι είχον διδαχθή να ψάλλουν προς τον Κυριον, όλοι αυτοί οι ικανοί δια τους ψαλμούς ήσαν εν όλω διακόσιοι ογδοήκοντα οκτώ.
8 καὶ ἔλαβον καὶ αὐτοὶ κλήρους ἐφημεριῶν κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν, τελείων καὶ μανθανόντων.
Εβαλαν και αυτοί κλήρον των τάξεών των, μικροί και μεγάλοι, τόσον οι διδάσκαλοι όσον και οι μαθητευόμενοι.
9 καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος υἱῶν αὐτοῦ καὶ ἀδελφῶν αὐτοῦ τῷ Ἀσὰφ τῷ Ἰωσὴφ Γοδολίας· ὁ δεύτερος Ἡνεία, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·
Ο πρώτος κλήρος εβγήκε δια τους υιούς και τους αδελφούς του Ασάφ, εκληρώθη δε ο Ιωσήφ ο Γοδολίας. Ο δεύτερος κλήρος έπεσεν στον Ηνείαν. Αυτός, οι υιοί και οι αδελφοί αυτού ήσαν δώδεκα.
10 ὁ τρίτος Ζακχούρ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·
Ο τρίτος κλήρος έπεσεν στον Ζακχούρ. Αυτός, οι υιοί αυτού και οι αδελφοί του ήσαν δώδεκα.
11 ὁ τέταρτος Ἰεσρί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·
Ο τέταρτος έπεσεν στον Ιεσρί. Αυτός, οι υιοί και οι αδελφοί αυτού ήσαν δώδεκα.
12 ὁ πέμπτος Ναθανίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·
Ο πέμπτος στον Ναθανίαν. Αυτός, οι υιοί και οι αδελφοί του ήσαν δώδεκα.
13 ὁ ἕκτος Βουκίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·
Ο έκτος κλήρος έπεσεν στον Βουκίαν. Αυτός, οι υιοί του και οι αδελφοί του ήσαν δώδεκα.
14 ὁ ἕβδομος Ἰσεριήλ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·
Ο έβδομος κλήρος έπεσεν στον Ισεριήλ. Αυτός, οι υιοί και οι αδελφοί του ήσαν δώδεκα.
15 ὁ ὄγδοος Ἰωσία, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·
Ο όγδοος έπεσεν στον Ιωσίαν. Αυτός, οι υιοί και οι αδελφοί του ήσαν δώδεκα.
16 ὁ ἔνατος Ματθανίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·
Ο ένατος κλήρος έπεσεν στον Ματθανίαν. Αυτός, οι υιοί του και οι αδελφοί του ήσαν δώδεκα.
17 ὁ δέκατος Σεμεΐα, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·
Ο δέκατος έπεσεν στον Σεμεΐα. Αυτός, οι υιοί του και οι αδελφοί του ήσαν δώδεκα.
18 ὁ ἑνδέκατος Ἀσριήλ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·
Ο ενδέκατος έπεσεν στον Ασριήλ. Αυτός, οι υιοί του και οι αδελφοί του ήσαν δώδεκα.
19 ὁ δωδέκατος Ἀσαβία, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·
Ο δωδέκατος έπεσεν στον Ασαβίαν. Αυτός, οι υιοί και οι αδελφοί του ήσαν δώδεκα.
20 ὁ τρισκαιδέκατος Σουβαήλ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·
Ο δέκατος τρίτος έπεσεν στον Σουβαήλ. Αυτός, οι υιοί του και οι αδελφοί του ήσαν δώδεκα.
21 ὁ τεσσαρεσκαιδέκατος Ματταθίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·
Ο δέκατος τέταρτος κλήρος έπεσεν στον Ματταθίαν. Αυτός, οι υιοί του και οι αδελφοί του ήσαν δώδεκα.
22 ὁ πεντεκαιδέκατος Ἰεριμώθ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·
Ο δέκατος πέμπτος κλήρος έπεσεν στον Ιεριμώθ. Αυτός, οι υιοί του και οι αδελφοί του ήσαν δώδεκα.
23 ὁ ἑκκαιδέκατος Ἀνανίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·
Ο δέκατος έκτος κλήρος έπεσεν στον Ανανίαν. Αυτός, οι υιοί του και οι αδελφοί του ήσαν δώδεκα.
24 ὁ ἑπτακαιδέκατος Ἰεσβασακά, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·
Ο δέκατος έβδομος έπεσεν στον Ιεσβασακά. Αυτός, οι υιοί του και οι αδελφοί του ήσαν δώδεκα.
25 ὁ ὀκτωκαιδέκατος Ἀνανί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·
Ο δέκατος όγδοος έπεσεν στον Ανανίαν. Αυτός, οι αδελφοί του και οι υιοί του ήσαν δώδεκα.
26 ὁ ἐννεακαιδέκατος Μαλλιθί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·
Ο δέκατος ένατος έπεσεν στον Μαλλιθί. Αυτός, οι υιοί του και οι αδελφοί του ήσαν δώδεκα.
27 ὁ εἰκοστὸς Ἑλιαθά, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·
Ο εικοστός έπεσεν στον Ελιαθά. Αυτός, οι υιοί του και οι αδελφοί του ήσαν δώδεκα.
28 ὁ εἰκοστὸς πρῶτος Ὠθηρί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·
Ο εικοστός πρώτος έπεσεν στον Ωθηρί. Αυτός, οι υιοί του και οι αδελφοί του ήσαν δώδεκα.
29 ὁ εἰκοστὸς δεύτερος Γοδολλαθί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·
Ο εικοστός δεύτερος έπεσεν στον Γοδολλαθί. Αυτός, οι υιοί του και οι αδελφοί του ήσαν δώδεκα.
30 ὁ εἰκοστὸς τρίτος Μεαζώθ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·
Ο εικοστός τρίτος έπεσεν στον Μεαζώθ. Αυτός, οι υιοί του και οι αδελφοί του ήσαν δώδεκα.
31 ὁ εἰκοστὸς τέταρτος Ρωμετθιέζερ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο.
Και ο εικοστός τέταρτος κλήρος έπεσεν στον Ρωμετθιέζερ. Αυτός, οι υιοί του και οι αδελφοί του ήσαν δώδεκα.
Ερμηνεία Ἰ. Κολιτσάρα