ελ
Παλαιά Διαθήκη
1 ΚΑΙ τοῖς υἱοῖς Ἀαρὼν διαιρέσεις· Ναδὰβ καὶ Ἀβιοὺδ καὶ Ἐλεάζαρ καὶ Ἰθάμαρ.
Οι υιοί του Ααρών είχον διαιρεθή εις τέσσαρας τάξεις κατά τον αριθμόν των υιών του, του Ναδάβ, του Αβιούδ, του Ελεάζαρ και του Ιθάμαρ.
2 καὶ ἀπέθανε Ναδὰβ καὶ Ἀβιοὺδ ἐναντίον τοῦ πατρὸς αὐτῶν, καὶ υἱοὶ οὐκ ἦσαν αὐτοῖς· καὶ ἱεράτευσεν Ἐλεάζαρ καὶ Ἰθάμαρ υἱοὶ Ἀαρών.
Ο Ναδάβ και ο Αβιούδ απέθανον, ενώ ακόμη εζούσεν ο πατέρας των. Αυτοί δεν είχον αποκτήσει υιούς, και η ιερατεία περιήλθεν στους δύο άλλους υιούς του Ααρών, τον Ελεάζαρ και τον Ιθάμαρ.
3 καὶ διεῖλεν αὐτοὺς Δαυὶδ καὶ Σαδὼκ ἐκ τῶν υἱῶν Ἐλεάζαρ καὶ Ἀχιμέλεχ ἐκ τῶν υἱῶν Ἰθάμαρ κατὰ τὴν ἐπίσκεψιν αὐτῶν, κατὰ τὴν λειτουργίαν αὐτῶν, κατ᾿ οἴκους πατριῶν αὐτῶν.
Ετσι δε ο Δαυίδ βοηθούμενος και από τον Σαδώκ, εκ των απογόνων του Ελεάζαρ, και από τον Αχιμέλεχ, εκ των απογόνων του Ιθάμαρ, διήρεσεν αυτούς εις τάξεις αναλόγως της υπηρεσίας των και των οικογενειών, εις τας οποίας αυτοί ανήκον.
4 καὶ εὑρέθησαν οἱ υἱοὶ Ἐλεάζαρ πλείους εἰς ἄρχοντας τῶν δυνατῶν παρὰ τοὺς υἱοὺς Ἰθάμαρ, καὶ διεῖλεν αὐτούς, τοῖς υἱοῖς Ἐλεάζαρ ἄρχοντας εἰς οἴκους πατριῶν ἑκκαίδεκα, καὶ τοῖς υἱοῖς Ἰθάμαρ κατ᾿ οἴκους πατριῶν ὀκτώ.
Κατά δε την γενομένην αρίθμησιν ευρέθησαν μεταξύ των υιών του Ελεάζαρ περισσότεροι οι άρχοντες παρά μεταξύ των υιών του Ιθάμαρ. Διήρεσε δε αυτούς ο Δαυίδ και ώρισε δια τους απογόνους του Ελεάζαρ δεκαέξ αρχηγούς οικογενειών, και δια τους απογόνους του Ιθάμαρ οκτώ πατριαρχικάς οικογενείας.
5 καὶ διεῖλεν αὐτοὺς κατὰ κλήρους τούτους πρὸς τούτους, ὅτι ἦσαν ἄρχοντες τῶν ἁγίων καὶ ἄρχοντες Κυρίου ἐν τοῖς υἱοῖς Ἐλεάζαρ καὶ ἐν τοῖς υἱοῖς Ἰθάμαρ.
Διήρεσε κατόπιν αυτούς με κλήρους, τους οποίους έθεσε και δια τους μεν και δια τους δέ, διότι αυτοί, οι καταγόμενοι από τας δύο πατριαρχικάς οικογενείας, ήσαν αρχηγοί του θυσιαστηρίου και γενικώς άρχοντες στον οίκον του Κυρίου, τόσον μεταξύ των υιών του Ελεάζαρ, όσον επίσης και μεταξύ των υιών του Ιθάμαρ.
6 καὶ ἔγραψεν αὐτοὺς Σαμαΐας υἱὸς Ναθαναὴλ ὁ γραμματεὺς ἐκ τοῦ Λευὶ κατέναντι τοῦ βασιλέως καὶ τῶν ἀρχόντων καὶ Σαδὼκ ὁ ἱερεὺς καὶ Ἀχιμέλεχ υἱὸς Ἀβιάθαρ καὶ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν, οἴκου πατριᾶς εἷς εἷς τῷ Ἐλεάζαρ καὶ εἷς εἷς τῷ Ἰθάμαρ.
Κατέγραψε δε αυτούς ο Σαμαΐας, υιός του Ναθαναήλ ο γραμματεύς από τους απογόνους του Λευι, ενώπιον του βασιλέως και ενώπιον των άλλων αρχόντων, ενώπιον του Σαδώκ του αρχιερέως και του Αχιμέλεχ του υιού του Αβιάθαρ, ενώπιον των αρχηγών των ιερατικών οικογενειών και των Λευιτικών επίσης οικογενειών. Κατά την κλήρωσιν ελαμβάνετο μία οικογένεια εκ του Ελεάζαρ και μία οικογένεια εκ του Ιθάμαρ και ούτω καθεξής.
7 καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος τῷ Ἰωαρίμ, τῷ Ἰεδίᾳ ὁ δεύτερος,
Κατά την κλήρωσιν, ο πρώτος κλήρος έπεσεν στον Ιωαρίμ, ο δεύτερος στον Ιεδία,
8 τῷ Χαρὶβ ὁ τρίτος, τῷ Σεωρὶμ ὁ τέταρτος,
ο τρίτος στον Χαρίβ, ο τέταρτος στον Σεωρίμ,
9 τῷ Μελχίᾳ ὁ πέμπτος, τῷ Μεϊαμὶν ὁ ἕκτος,
ο πέμπτος στον Μελχία, ο έκτος στον Μεϊαμίν,
10 τῷ Κὼς ὁ ἕβδομος, τῷ Ἀβίᾳ ὁ ὄγδοος,
ο έβδομος στον Κως, ο όγδοος στον Αβίαν,
11 τῷ Ἰησοῦ ὁ ἔνατος, τῷ Σεχενίᾳ ὁ δέκατος,
ο ένατος στον Ιησούν, ο δέκατος στον Σεχενίαν,
12 τῷ Ἐλιαβὶ ὁ ἑνδέκατος, τῷ Ἰακὶμ ὁ δωδέκατος,
ο ενδέκατος στον Ελισβί, ο δωδέκατος στον Ιακίμ,
13 τῷ Ὀπφᾷ ὁ τρισκαιδέκατος, τῷ Ἰεσβαὰλ ὁ τεσσαρεσκαιδέκατος,
ο δέκατος τρίτος στον Οπφάν, ο δέκατος τέταρτος στον Ιεσβαάλ,
14 τῷ Βελγᾷ ὁ πεντεκαιδέκατος, τῷ Ἐμμὴρ ὁ ἑκκαιδέκατος,
ο δέκατος πέμπτος στον Βελγάν, ο δέκατος έκτος στον Εμμήρ,
15 τῷ Χηζὶν ὁ ἑπτακαιδέκατος, τῷ Ἀφεσὴ ὁ ὀκτωκαιδέκατος,
ο δέκατος έβδομος στον Χηζίν, ο δέκατος όγδοος στον Αφεσή.
16 τῷ Φεταίᾳ ὁ ἐννεακαιδέκατος, τῷ Ἐζεκὴλ ὁ εἰκοστός,
ο δέκατος ένατος στον Φεταίαν, ο εικοστός στον Εζεκήλ,
17 τῷ Ἀχὶμ ὁ εἷς καὶ εἰκοστός, τῷ Γαμοὺλ ὁ δεύτερος καὶ εἰκοστός,
ο εικοστός πρώτος στον Αχίμ, ο εικοστός δεύτερος στον Γαμούλ,
18 τῷ Ἀδαλλαὶ ὁ τρίτος καὶ εἰκοστός, τῷ Μαασαὶ ὁ τέταρτος καὶ εἰκοστός.
ο εικοστός τρίτος στον Αδαλλαί, ο εικοστός τέταρτος στον Μαασαί.
19 αὕτη ἡ ἐπίσκεψις αὐτῶν κατὰ τὴν λειτουργίαν αὐτῶν τοῦ εἰσπορεύεσθαι εἰς οἶκον Κυρίου κατὰ τὴν κρίσιν αὐτῶν διὰ χειρὸς Ἀαρὼν πατρὸς αὐτῶν, ὡς ἐνετείλατο Κύριος ὁ Θεὸς Ἰσραήλ.
Αυταί ήσαν αι ιερατικαί τάξεις αναλόγως της υπηρεσίας των προς τον Κυριον, δια να εισέρχονται οι ιερείς αυτοί στον ναόν του Κυρίου, σύμφωνα με όσα δια μέσου του Ααρών του προγόνου αυτών είχε διατάξει Κυριος ο Θεός του ισραηλιτικού λαού.
20 Καὶ τοῖς υἱοῖς Λευὶ τοῖς καταλοίποις· τοῖς υἱοῖς Ἀμβρὰμ Σωβαήλ· τοῖς υἱοῖς Σωβαὴλ Ἰεδία.
Οι δε αρχηγοί από τους υπολοίπους Λευίτας ήσαν από τους υιούς του Αμβράμ ο Σωβαήλ, από τους υιούς του Σωβαήλ ο Ιεδία.
21 τῷ Ρααβίᾳ ὁ ἄρχων Ἰεσίας,
Από τον Ρααβία προήλθεν ο άρχων Ιεσίας.
22 καὶ τῷ Ἰσααρὶ Σαλωμώθ· τοῖς υἱοῖς Σαλωμὼθ Ἰάθ.
Από τον Ισααρί ο Σαλωμώθ. Από τους υιούς του Σαλωμώθ ο Ιάθ.
23 υἱοὶ Ἰεδιοῦ· Ἀμαδία ὁ δεύτερος, Ἰαζιὴλ ὁ τρίτος, Ἰεκμοὰμ ὁ τέταρτος.
Υιοί του Ιεδιού ήσαν ο δευτερεύων Αμαδίας, ο τριτεύων Ιαζιήλ και ο τεταρτεύων Ιεκμοάμ.
24 τοῖς υἱοῖς Ὀζιὴλ Μιχά· υἱοὶ Μιχὰ Σαμήρ.
Μεταξύ των υιών του Οζιήλ ήτο ο Μιχά, υιός δε του Μιχά ήτο ένας, ο Σαμήρ.
25 ἀδελφὸς Μιχὰ Ἰσία· υἱὸς Ἰσία Ζαχαρία.
Αδελφός του Μιχά ήτο ο Ισίας, υιός δε του Ισία ήτο ο Ζαχαρίας.
26 υἱοὶ Μεραρὶ Μοολὶ καὶ Μουσί. υἱοὶ Ὀζία υἱοὶ Βοννί.
Υιοί του Μεραρί ήσαν ο Μοολί και ο Μουσί, υιοί του Οζία ήσαν οι υιοί του Βοννί.
27 υἱοὶ Μεραρὶ τῷ Ὀζίᾳ, υἱοὶ αὐτοῦ Ἰσοὰμ καὶ Σακχοὺρ καὶ Ἀβαΐ,
Οι υιοί του Μεραρί από τον υιόν του τον Οζίαν ήσαν ο Ισοάμ, ο Σακχούρ και ο Αβαΐ.
28 τῷ Μοολὶ Ἐλεάζαρ καὶ Ἰθάμαρ· καὶ ἀπέθανεν Ἐλεάζαρ καὶ οὐκ ἦσαν αὐτῷ υἱοί.
Υιοί του Μοολί ήσαν ο Ελεάζαρ και ο Ιθάμαρ. Ο Ελεάζαρ απέθανε, χωρίς να αφήση υιούς.
29 τῷ Κίς· υἱοὶ τοῦ Κὶς Ἱεραμεήλ.
Υιός του Κις ήτο ένας, ο Ιεραμεήλ.
30 καὶ υἱοὶ τοῦ Μουσὶ Μοολὶ καὶ Ἐδὲρ καὶ Ἰαριμώθ. οὗτοι υἱοὶ τῶν Λευιτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν.
Οι υιοί του Μούσι ήσαν ο Μοολί, ο Εδέρ και ο Ιαριμώθ. Αυτοί όλοι ήσαν Λευίται κατανεμημένοι εις πατριαρχικάς οικογενείας.
31 καὶ ἔλαβον καὶ αὐτοὶ κλήρους καθὼς οἱ ἀδελφοὶ αὐτῶν υἱοὶ Ἀαρὼν ἐναντίον τοῦ βασιλέως καὶ Σαδὼκ καὶ Ἀχιμέλεχ καὶ οἱ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν, πατριάρχαι ἀραὰβ καθὼς οἱ ἀδελφοὶ αὐτοῦ οἱ νεώτεροι.
Και αυτοί, όπως και οι ανήκοντες εις την ιδίαν με αυτούς φυλήν ιερείς οι απόγονοι του Ααρών, επήραν κλήρους ενώπιον του βασιλέως, ενώπιον του Σαδώκ και του Αχιμέλεχ, ενώπιον των αρχηγών των οικογενειών, των ιερέων και των Λευϊτών, αι αρχαιότεραι οικογενειαι, όπως και αι νεώτεροι, με τα ίδια δικαιώματα.
Ερμηνεία Ἰ. Κολιτσάρα