ελ
Καινή Διαθήκη
1 ΔΙΑΜΑΡΤΥΡΟΜΑΙ οὖν ἐγὼ ἐνώπιον τοῦ Θεοῦ καὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκροὺς κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ,
Σὲ ἐξορκίζω λοιπὸν ἐγὼ ἐνώπιον τοῦ Θεοῦ καὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, ὁ ὁποῖος μέλλει νὰ κρίνῃ ζῶντας καὶ νεκροὺς κατὰ τὴν δευτέραν ἔνδοξον φανέρωσίν του καὶ τὴν βασιλείαν του·
2 κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ.
κήρυξε τὸν λόγον τοῦ Θεοῦ, στάσου ἐπιτηρητὴς καὶ καθοδηγὸς ἐπὶ τῶν ἀκροατῶν σου ὄχι μόνον εἰς περιστάσεις καταλλήλους, ἀλλὰ καὶ εἰς ἐκείνας, ποὺ φαίνονται ἀκατάλληλοι, ἔλεγξε, ἐπίπληξε, παρηγόρησε μὲ κάθε μακροθυμίαν καὶ μὲ κάθε μέθοδον διδασκαλίας.
3 ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς ἐπιθυμίας τὰς ἰδίας ἑαυτοῖς ἐπισωρεύσουσι διδασκάλους κνηθόμενοι τὴν ἀκοήν,
Πρέπει δὲ ἔτσι ἀκούραστα νὰ ἐπιτελῇς τὸ ἔργον σου, διότι θὰ ἔλθῃ καιρός, ποὺ οἱ ἄνθρωποι δὲν θὰ ἀνέχωνται τὴν ὑγιᾶ καὶ ὀρθὴν διδασκαλίαν, ἀλλὰ σύμφωνα μὲ τὰς ἰδίας των ἐπιθυμίας καὶ ἀρεσκείας θὰ ἐκλέγουν εἰς τοὺς ἑαυτούς των σωρὸν ὁλόκληρον διδασκάλους. Καὶ θὰ προτιμοῦν ἐκείνους, ἀπὸ τὴν διδασκαλίαν τῶν ὁποίων θὰ αἰσθάνωνται γαργαλισμὸν καὶ τέρψιν εἰς τὰ αὐτιά των.
4 καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται.
Καὶ ἀπὸ μὲν τὴν ἀλήθειαν θὰ ἀποστρέψουν μὲ δυσαρέσκειαν τὴν ἀκοήν των, θὰ παρεκτραποῦν δὲ μόνοι των εἰς μύθους.
5 σὺ δὲ νῆφε ἐν πᾶσι, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον.
Σὺ ὅμως ἄγρυπνα πρόσεχε εἰς ὅλα ὅσα σοῦ παρουσιάζει τὸ ποιμαντικόν σου ἔργον. Κοπίασε κάμε ἔργον εὐαγγελιστοῦ, φέρε εἰς πλῆρες καὶ αἴσιον πέρας τὴν ὑπηρεσίαν, ποὺ σοῦ ἀνετέθη ἐν τῇ Ἐκκλησίᾳ.
6 ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκε.
Πρέπει δὲ νὰ ἀγρυπνῇς καὶ νὰ κοπιάζῃς, διότι ἐγὼ τώρα χύνω τὸ αἷμά μου σπονδὴν καὶ θυσίαν εἰς τὸν Θεόν καὶ ὁ καιρὸς τῆς ἀναχωρήσεώς μου ἀπὸ τὸν κόσμον αὐτὸν εἶναι πολὺ πλησίον.
7 τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα·
Ἔχω ἀγωνισθῆ τὸν καλὸν ἀγῶνα πρὸς διάδοσιν τοῦ εὐαγγελίου. Ἔχω φθάσει εἰς τὸ τέλος τοῦ δρόμου τῆς ἀρετῆς καὶ τῆς τηρήσεως τοῦ καθήκοντος. Ἔχω διαφυλάξει τὴν πίστιν.
8 λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοί, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.
Λοιπὸν μοῦ ἐπιφυλάσσεται ὁ στέφανος, ποὺ ἀνήκει ὡς βραβεῖον εἰς τὴν δικαιοσύνην καὶ ἀρετὴν καὶ τὸν ὁποῖον θὰ μοῦ δώσῃ ὡς ἀνταμοιβὴν ὁ Κύριος κατὰ τὴν ἔνδοξον ἐκείνην ἡμέραν τῆς Κρίσεως, ὁ δίκαιος κριτής. Θὰ τὸν δώσῃ δὲ ὄχι μόνον εἰς ἐμέ, ἀλλὰ καὶ εἰς ὅλους, ὅσοι ἔχουν ἀγαπήσει καὶ μὲ πόθον περιμένουν τὴν ἔνδοξον ἐμφάνισίν του.
9 Σπούδασον ἐλθεῖν πρός με ταχέως·
Προσπάθησε νὰ ἔλθῃς πρὸς ἐμὲ γρήγορα.
10 Δημᾶς γάρ με ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην, Κρήσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν·
Σὲ θέλω πλησίον μου, διότι ὁ Δημᾶς μὲ ἐγκατέλιπε ἀγαπήσας τὴν ματαιότητα τοῦ παρόντος κόσμου καὶ ἐπῆγεν εἰς τὴν Θεσσαλονίκην. Ὁ Κρήσκης ἐπῆγεν εἰς Γαλατίαν, ὁ Τίτος εἰς Δαλματίαν.
11 Λουκᾶς ἐστι μόνος μετ' ἐμοῦ. Μᾶρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ· ἔστι γάρ μοι εὔχρηστος εἰς διακονίαν.
Μόνος ὁ Λουκᾶς εἶναι μαζί μου. Παράλαβε τὸν Μᾶρκον καὶ φέρε τον μαζί σου· διότι μοῦ εἶναι χρήσιμος διὰ νὰ μὲ βοηθῇ.
12 Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον.
Τὸν Τυχικὸν δὲ ἀπέστειλα εἰς τὴν Ἔφεσον.
13 τὸν φαιλόνην, ὃν ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβάνας.
Τὸ χονδρὸν ἐπανωφόριον, ποὺ ἀφῆκα εἰς τὴν Τρῳάδα εἰς τὸ σπίτι τοῦ Κάρπου, φέρε το, ὅταν ἔλθῃς. Φέρε μαζὶ καὶ τὰ βιβλία, πρὸ παντὸς δὲ τὰς μεμβράνας.
14 Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο· ἀποδῴη αὐτῷ ὁ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ·
Ὁ Ἀλέξανδρος ὁ χαλκωματᾶς μοῦ ἔκαμε πολλὰ κακά. Ἄς τοῦ ἀποδώσῃ ὁ Κύριος σύμφωνα μὲ τὰ ἔργα του.
15 ὃν καὶ σὺ φυλάσσου· λίαν γὰρ ἀνθέστηκε τοῖς ἡμετέροις λόγοις.
Φυλάγου καὶ σὺ ἀπὸ αὐτόν. Διότι πολὺ ἐναντιώθη καὶ ἐπολέμησε τοὺς λόγους, τοὺς ὁποίους καὶ ἑγὼ καὶ σὺ κηρύττομεν.
16 Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη·
Κατὰ τὴν πρώτην μου ἀπολογίαν δὲν ἦλθε κανεὶς μαζί μου, ἀλλ’ ὅλοι μὲ ἐγκατέλειψαν. Εἴθε νὰ μὴ τοὺς λογαριασθῇ τοῦτο ἀπὸ τὸν Κύριον.
17 ὁ δὲ Κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέ με, ἵνα δι' ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ἀκούσῃ πάντα τὰ ἔθνη· καὶ ἐρρύσθην ἐκ στόματος λέοντος.
Ὁ Κύριός μου ὅμως παρεστάθη καὶ μοῦ ἔδωκε δύναμιν, διὰ νὰ γίνῃ δι’ ἐμοῦ πλήρης ἔκθεσις καὶ βεβαίωσις τοῦ κηρύγματος τοῦ εὐαγγελίου καὶ ἀκούσουν ταύτην ὅλοι οἰ ἐθνικοί. Καὶ ἐγλύτωσα ἀπὸ τὸ στόμα τοῦ λεονταριοῦ. Τόσον μεγάλον κίνδυνον διέτρεξα.
18 καὶ ρύσεταί με ὁ Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Καὶ θὰ μὲ γλυτώσῃ καὶ εἰς τὸ μέλλον ὁ Κύριος ἀπὸ κάθε ἐπιβουλὴν καὶ ἐπίθεσιν τοῦ πονηροῦ καὶ τῶν ὀργάνων του καὶ θὰ μὲ διαφυλάξῃ σῶον διὰ τὴν βασιλείαν του τὴν ἐπουράνιον. Εἰς αὐτὸν ἂς εἶναι ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
19 Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν καὶ τὸν Ὀνησιφόρου οἶκον.
Χαιρέτησε τὴν Πρίσκαν καὶ τὸν Ἄκύλαν καὶ τοὺς οἰκιακούς τοῦ Ὀνησιφόρου.
20 Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ, Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα.
Ὁ Ἔραστος ἔμεινεν εἰς τὴν Κόρινθον, τὸν Τρόφιμον δὲ ἀφῆκα ἄρρωστον εἰς τὴν Μίλητον.
21 σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. Ἀσπάζεταί σε Εὔβουλος καὶ Πούδης καὶ Λίνος καὶ Κλαυδία καὶ οἱ ἀδελφοὶ πάντες.
Φρόντισε νὰ ἔλθῃς προτοῦ πιάσῃ ὁ χειμῶνας. Σὲ χαιρετᾷ ὁ Εὔβουλος καὶ ὁ Πούδης καὶ ὁ Λίνος καὶ ἡ Κλαυδία καὶ ὅλοι οἱ ἀδελφοί.
22 Ὁ Κύριος Ἰησοῦς Χριστὸς μετὰ τοῦ πνεύματός σου. Ἡ χάρις μεθ' ὑμῶν· ἀμήν.
Ὁ Κύριος Ἰησοῦς Χριστὸς νὰ εἶναι μετὰ τοῦ πνεύματός σου. Εἴθε Ἡ χάρις νὰ εἶναι μαζί σας. Ἀμήν.
Ερμηνεία Π. Τρεμπέλα