ελ
Καινή Διαθήκη
1 ΚΑΙ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶ ἔξωθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά.
Καὶ εἶδον εἰς τὴν δεξιὰν χεῖρα τοῦ Θεοῦ, ποὺ ἐκάθητο ἐπάνω εἰς τὸν θρόνον, βιβλίον γραμμένον καὶ εἰς τὰς δύο σελίδας τῶν φύλλων του, σφραγισμένον μὲ ἑπτὰ σφραγῖδας.
2 καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλη· τίς ἄξιός ἐστιν ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ;
Καὶ εἶδον ἄγγελον δυνατόν, ποὺ διεκήρυττε μὲ μεγάλην φωνήν· Ποῖος εἶναι ἄξιος νὰ ἀνοίξῃ τὸ βιβλίον καὶ νὰ λύσῃ τὰς σφραγῖδας του; Ποῖος θὰ ἠμπορέσῃ νὰ κατανοήσῃ τὸ περιεχόμενον τοῦ βιβλίου, ποὺ περιέχει τὰ περὶ τοῦ κόσμου σωτηριώδη σχέδια τοῦ Θεοῦ, καὶ νὰ γίνῃ ἐκτελεστὴς τῶν σχεδίων τούτων;
3 καὶ οὐδεὶς ἐδύνατο ἐν τῷ οὐρανῷ οὔτε ἐπὶ τῆς γῆς οὔτε ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό.
Καὶ δὲν ἠμποροῦσε κανεὶς οὔτε ἀπὸ τοὺς ἐν οὐρανῷ Ἀγγέλους καὶ ἁγίους, οὔτε ἀπὸ τοὺς ἐν τῇ γῆ ἀνθρώπους, οὔτε ἀπὸ τὰς ὑποκάτω τῆς γῆς ὑποχθονίους δυνάμεις νὰ ἀνοίξῃ τὸ βιβλίον, ἀλλ’ οὐδὲ κἂν νὰ ἀτενίσῃ αὐτό.
4 καὶ ἐγὼ ἔκλαιον πολύ, ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό.
Καὶ ἐγὼ ἔκλαιον πολύ, ἐπειδὴ δὲν εὑρέθη κανεὶς ἄξιος οὔτε νὰ ἀνοίξῃ τὸ βιβλίον οὔτε νὰ ἀτενίσῃ αὐτό.
5 καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι· μὴ κλαῖε. ἰδοὺ ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ρίζα Δαυΐδ, ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ.
Καὶ ἕνας ἀπὸ τοὺς πρεσβυτέρους, ποὺ ἀντιπροσωπεύουν τὴν ἐν οὐρανοῖς θριαμβεύουσαν Ἐκκλησίαν, μοῦ εἶπε· Μὴ κλαίῃς· ἰδοὺ ἐνίκησε διὰ τοῦ σταυρικοῦ του θανάτου καὶ ἔλαβε δύναμιν ὁ λέων, ποὺ κατάγεται ἀπὸ τὴν φυλὴν τοῦ Ἰούδα, ὁ κατὰ τὸ ἀνθρώπινον ἀπόγονος τοῦ Δαβίδ, ὁ Ἰησοῦς Χριστός, διὰ νὰ ἀνοίξῃ τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας του.
6 Καὶ εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων ἀρνίον ἑστηκὸς ὡς ἐσφαγμένον, ἔχον κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, ἅ εἰσι τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ ἀποστελλόμενα εἰς πᾶσαν τὴν γῆν.
Καὶ εἶδον εἰς τὸ μέσον τοῦ θρόνου τοῦ Θεοῦ καὶ τῶν τεσσάρων ζῴων καὶ εἰς τὸ μέσον τῶν πρεσβυτέρων νὰ στέκεται ἕνα ἀρνίον ζωντανόν, ποὺ ἔφερε τὰ σημάδια τῆς ἱλαστηρίου σφαγῆς του, μετὰ τὴν ὁποίαν ἐζωντάνευσε πάλιν. Τὸ ἀρνίον αὐτὸ εἶχε κέρατα ἑπτὰ καὶ μάτια ἑπτά, τὰ ὁποῖα εἶναι τὸ σύνολον τῶν χαρισμάτων τοῦ Πνεύματος τοῦ Θεοῦ, ποὺ ἀποστέλλονται εἰς ὅλην τὴν γῆν. Μὲ ἄλλα λόγια ὁ Ἰησοῦς Χριστός, ὁ Ἀμνὸς τοῦ Θεοῦ, ποὺ ἐθυσιάσθη δι’ ἡμᾶς, εἶναι δύναμις καὶ σοφία Θεοῦ, καὶ στέλλει αὐτὸς εἰς ἡμᾶς τοὺς ἀνθρώπους τὸν Παράκλητον καὶ τὰς δωρεάς του.
7 καὶ ἦλθε καὶ εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου.
Καὶ ἦλθε τὸ Ἀρνίον καὶ ἔλαβε θριαμβευτικῶς τὸ βιβλίον ἀπὸ τὴν δεξιὰν χεῖρα Ἐκείνου, ποὺ ἐκάθητο εἰς τὸν θρόνον.
8 καὶ ὅτε ἔλαβε τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἔπεσαν ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος κιθάραν καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων·
Καὶ ὅταν ἔλαβε τὸ βιβλίον καὶ κατέδειξε μὲ τὸν τρόπον αὐτόν, ὅτι θὰ ἀπεσφράγιζε καὶ θὰ ἤνοιγεν αὐτό, τότε τὰ τέσσαρα ζῶα καὶ οἱ εἰκοσιτέσσαρες πρεσβύτεροι ἔπεσαν ἐμπρὸς εἰς τὸ Ἀρνίον. Ὁ καθένας δὲ ἀπὸ τοὺς πρεσβυτέρους εἶχε κιθάραν καὶ φιάλες χρυσὲς γεμᾶτες ἀπὸ θυμιάματα, τὰ ὁποῖα εἶναι αἱ προσευχαὶ τῶν Χριστιανῶν, ποὺ ἀποτελοῦν τὴν ὅλην Ἐκκλησίαν.
9 καὶ ᾄδουσιν ᾠδὴν καινὴν λέγοντες· ἄξιος εἶ λαβεῖν τὸ βιβλίον καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ, ὅτι ἐσφάγης καὶ ἠγόρασας τῷ Θεῷ ἡμᾶς ἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους,
Καὶ ψάλλουν οἱ πρεσβύτεροι ὕμνον νέον λέγοντες: Εἶσαι ἄξιος νὰ παραλάβῃς τὸ βιβλίον καὶ νὰ ἀνοίξῃς τὰς σφραγῖδας του, διότι ἐσφάγῃς ἐπὶ τοῦ σταυροῦ καὶ μὲ τὸ αἷμα σου μᾶς ἐξηγόρασες, διὰ νὰ μᾶς κάμῃς κτῆμα τοῦ Θεοῦ ὅσους ἐπίστευσαν ἀπὸ κάθε φυλὴν καὶ γλῶσσαν καὶ λαὸν καὶ ἔθνος.
10 καὶ ἐποίησας αὐτοὺς τῷ Θεῷ ἡμῶν βασιλεῖς καὶ ἱερεῖς, καὶ βασιλεύουσιν ἐπὶ τῆς γῆς.
Καὶ τοὺς ἔκαμες βασιλεῖς καὶ ἱερεῖς πρὸς δόξαν τοῦ Θεοῦ μας καὶ θὰ γίνουν συμμέτοχοι τῆς βασιλείας του ἐπὶ τῆς γῆς κληρονομοῦντες τὰ αἰώνια ἀγαθά.
11 καὶ εἶδον καὶ ἤκουσα ὡς φωνὴν ἀγγέλων πολλῶν κύκλῳ τοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων, καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων καὶ χιλιάδες χιλιάδων,
Καὶ εἶδον καὶ ἤκουσα φωνὴν ἀγγέλων πολλῶν γύρω ἀπὸ τὸν θρόνον τοῦ Θεοῦ καὶ τὴν φωνὴν τῶν ζῶων καὶ τῶν πρεσβυτέρων, καὶ ἦτο ἀνυπολόγιστος ὁ ἀριθμός των, μυριάδες μυριάδων καὶ χιλιάδες χιλιάδων.
12 λέγοντες φωνῇ μεγάλῃ· ἄξιόν ἐστι τὸ ἀρνίον τὸ ἐσφαγμένον λαβεῖν τὴν δύναμιν καὶ τὸν πλοῦτον καὶ σοφίαν καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν.
Καὶ ἔλεγαν μὲ φωνὴν μεγάλην· Εἶναι ἄξιον τὸ Ἀρνίον, ποὺ ἔχει σφαγή, νὰ λάβῃ ὅλην τὴν δύναμιν καὶ τὸν πλοῦτον καὶ τὴν σοφίαν καὶ τὴν ἰσχὺν καὶ τὴν τιμὴν καὶ τὴν δόξαν καὶ τὴν εὐχαριστίαν.
13 καὶ πᾶν κτίσμα ὃ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς καὶ ὑποκάτω τῆς γῆς καὶ ἐπὶ τῆς θαλάσσης ἐστί, καὶ τὰ ἐν αὐτοῖς πάντα, ἤκουσα λέγοντας· τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου καὶ τῷ ἀρνίῳ ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Καὶ κάθε κτίσμα, ποὺ εἶναι εἰς τὸν οὐρανὸν καὶ ἐπὶ τῆς γῆς καὶ κάτω ἀπὸ τὴν γῆν καὶ ἐπὶ τῆς θαλάσσης καὶ ὅλα ὅσα ὑπάρχουν ἐπ’ αὐτῶν, ἤκουσα νὰ λέγουν ὅλοι μαζὶ ὡς μία Ἐκκλησία, ὁ οὐράνιος καὶ ὁ ἐπίγειος κόσμος τῶν ἀγγέλων καὶ τῶν ἀνθρώπων· Εἰς τὸν Θεόν, ποὺ κάθηται ἐπὶ τοῦ θρόνου, καὶ εἰς τὸ Ἀρνίον, τὸν Θεάνθρωπον Λυτρωτήν, ἀνήκει ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
14 καὶ τὰ τέσσαρα ζῷα ἔλεγον, ἀμήν· καὶ οἱ πρεσβύτεροι ἔπεσαν καὶ προσεκύνησαν.
Καὶ τὰ τέσσαρα ζῷα ἔλεγον· Ἀμήν. Καὶ οἱ πρεσβύτεροι ἔπεσαν καὶ ἐπροσκύνησαν.
Ερμηνεία Π. Τρεμπέλα