ελ
Καινή Διαθήκη
1 Μετὰ ταῦτα ἤκουσα ὡς φωνὴν μεγάλην ὄχλου πολλοῦ ἐν τῷ οὐρανῷ λεγόντων· ἀλληλούϊα· ἡ σωτηρία καὶ ἡ δόξα καὶ ἡ δύναμις τοῦ Θεοῦ ἡμῶν,
Καὶ ὕστερον ἀπὸ αὐτὰ ἤκουσα σὰν φωνὴν μεγάλην πλήθους πολλοῦ λαοῦ, τὴν φωνὴν τῶν ἐν οὐρανῷ ἀγγέλων καὶ ἁγίων, οἱ ὁποῖοι ἔλεγον· Ἀλληλούϊα. Αἰνεῖτε τὸν Θεόν. Ἡ σωτηρία καὶ ἡ δόξα καὶ ἡ δύναμις ἀνήκει εἰς τὸν Θεόν μας.
2 ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ· ὅτι ἔκρινε τὴν πόρνην τὴν μεγάλην, ἥτις διέφθειρε τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ ἐξεδίκησε τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ χειρὸς αὐτῆς.
Τοῦ ἀνήκει ἡ δόξα, διότι εἶναι ὀρθαὶ καὶ δίκαιαι αἱ ἀποφάσεις καὶ αἱ κρίσεις του· διότι ἔκρινε καὶ κατεδίκασε τὴν πόρνην τὴν μεγάλην, τὴν νοητὴν Βαβυλῶνα, ἡ ὁποία μὲ τὴν εἰδωλολατρίαν της καὶ τὴν διαφθορὰν τῆς διέφθειρε τὴν γῆν. Καὶ ὁ Θεὸς ἐξεδικήθη τὸ αἷμα τῶν δούλων του, ποὺ ἐχύθη ἀπὸ τὴν χεῖρα αὐτῆς.
3 καὶ δεύτερον εἴρηκαν· ἀλληλούϊα· καὶ ὁ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Καὶ εἶπαν διὰ δευτέραν φοράν· Ἀλληλούϊα. Καὶ ὁ καπνὸς τῆς πυρκαϊᾶς τῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων, διότι ἡ καταστροφή της εἶναι ὁριστικὴ καὶ αἰωνία.
4 καὶ ἔπεσαν οἱ εἴκοσι καὶ τέσσαρες πρεσβύτεροι καὶ τὰ τέσσαρα ζῶα καὶ προσεκύνησαν τῷ Θεῷ τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ λέγοντες· ἀμήν, ἀλληλούϊα.
Καὶ ἔπεσαν κάτω οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι καὶ τὰ τέσσαρα ζῷα καὶ ἐπροσκύνησαν τὸν Θεόν, ποὺ κάθηται ἐπὶ τοῦ θρόνου λέγοντες· Ἀμήν, Ἀλληλούϊα. = Ναί· Αἰνεῖτε τὸν Θεόν.
5 καὶ φωνὴ ἀπὸ τοῦ θρόνου ἐξῆλθε λέγουσα· αἰνεῖτε τὸν Θεὸν ἡμῶν πάντες οἱ δοῦλοι αὐτοῦ καὶ οἱ φοβούμενοι αὐτόν, οἱ μικροὶ καὶ οἱ μεγάλοι.
Καὶ φωνὴ ἀγγελικὴ ἐβγῆκεν ἀπὸ τὸν θρόνον, ἡ ὁποία ἔλεγεν· Αἰνεῖτε τὸν Θεὸν ἡμῶν ὅλοι οἱ δοῦλοι του, ὅσοι φοβεῖσθε αὐτόν, οἱ μικροὶ καὶ οἱ μεγάλοι.
6 Καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλοῦ καὶ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν, λεγόντων· ἀλληλούϊα· ὅτι ἐβασίλευσε Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ.
Καὶ ἤκουσα φωνὴν δυνατὴν σὰν φωνὴν λαοῦ πολλοῦ καὶ σὰν βοὴν νερῶν πολλῶν, ποὺ πίπτουν ἀπὸ ψηλὰ καὶ σὰν μπουμπουνητὸ βροντῶν δυνατῶν, ποὺ ἔλεγαν· Ἀλληλούϊα, διότι ἐβασίλευσε Κύριος ὁ Θεός μας, ὁ παντοκράτωρ.
7 χαίρωμεν καὶ ἀγαλλιώμεθα καὶ δῶμεν τὴν δόξαν αὐτῷ, ὅτι ἦλθεν ὁ γάμος τοῦ ἀρνίου καὶ ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν.
Ἂς χαίρωμεν καὶ ἂς εὐφραινώμεθα γεμᾶτοι ἀπὸ ἀγαλλίασιν καὶ ἂς δώσωμεν τὴν δόξαν εἰς αὐτόν, διότι ἦλθεν ἡ ὥρα τοῦ γάμου τοῦ Ἀρνίου, τοῦ πνευματικοῦ καὶ οὐρανίου καὶ αἰωνίου Νυμφίου Ἰησοῦ Χριστοῦ, καὶ ἡ γυναῖκα του, ἡ πνευματικὴ Νύμφη Ἐκκλησία, ἐστόλισε καὶ ἐτοίμασεν ἑαυτήν.
8 καὶ ἐδόθη αὐτῇ ἵνα περιβάληται βύσσινον λαμπρὸν καθαρόν· τὸ γὰρ βύσσινον τὰ δικαιώματα τῶν ἁγίων ἐστί.
Καὶ τῆς ἐδόθη ἀπὸ τὸν Θεὸν λαμπρὰ βυσσίνη στολὴ καθαρά, ποὺ συμβολίζει τὴν βασιλικήν της χάριν καὶ ἁγιότητα. Διότι τὸ βύσσινον ἔνδυμα εἶναι αἱ ἀρεταὶ τῶν ἁγίων τῆς θριαμβευούσης Ἐκκλησίας, τῆς νέας Ἱερουσαλήμ, τῆς αἰωνίας Νύμφης τοῦ Χριστοῦ.
9 Καὶ λέγει μοι· γράψον, μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι. καὶ λέγει μοι· οὗτοι οἱ λόγοι ἀληθινοὶ τοῦ Θεοῦ εἰσι.
Καὶ μοῦ εἶπεν ὁ ἄγγελος· Γράψε· Μακάριοι εἶναι οἱ προσκαλεσμένοι εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ Ἀρνίου, οἱ ὁποῖοι θὰ μετέχουν τῆς αἰωνίου χαρᾶς καὶ μακαριότητος. Καὶ μοῦ εἶπεν· Αὐτοὶ οἱ λόγοι, ποὺ βεβαιώνουν τὴν μακαριότητα τῶν πιστῶν διὰ τῆς ἑνώσεώς των μὲ τὸν Χριστόν, εἶναι ἀληθεῖς, εἶναι λόγοι τοῦ Θεοῦ.
10 Καὶ ἔπεσα ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ. καὶ λέγει μοι· ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ· τῷ Θεῷ προσκύνησον· ἡ γὰρ μαρτυρία τοῦ Ἰησοῦ ἐστι τὸ πνεῦμα τῆς προφητείας.
Καὶ ἔπεσα ἐμπρὸς εἰς τὰ πόδια τοῦ ἀγγέλου διὰ νὰ τὸν προσκυνήσω καὶ μοῦ εἶπε· πρόσεχε μὴ κάνῃς αὐτὸ καὶ μὴ μὲ προσκυνῇς. Εἶμαι σύνδουλός σου καὶ ἕνας ἀπὸ τοὺς ἀδελφούς σου, ποὺ κρατοῦν τὴν ὁμολογίαν καὶ τὴν μαρτυρίαν τῆς πίστεὠς των εἰς τὸν Ἰησοῦν. Προσκύνησε τὸν Θεόν. Ἐὰν δὲ θέλῃς νὰ μὲ προσκυνήσῃς,ἐπειδὴ σοῦ προλέγω τὰ μέλλοντα, μάθε, ὅτι ἡ ὁμολογία καὶ ἡ μαρτυρία τῆς πίστεως πρὸς τὸν Ἰησοῦν, αὐτὴ χορηγεῖ τὸ προφητικὸν πνεῦμα.
11 Καὶ εἶδον τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ' αὐτόν, καλούμενος πιστὸς καὶ ἀληθινός, καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ·
Καὶ εἶδα τότε τὸν οὐρανὸν νὰ εἶναι ἀνοιγμένος καὶ ἰδοὺ ἄλογον ἄσπρο καὶ ὁ καβαλλάρης, ποὺ ἐκάθητο ἐπ’ αὐτοῦ, ἐκαλεῖτο ἄξιος πάσης ἐμπιστοσύνης (κριτὴς) καὶ ἀληθινὸς (γνήσιος Υἱὸς τοῦ Θεοῦ) καὶ κρίνει μὲ δικαιοσύνην καὶ πολεμεῖ νικηφόρος καὶ θριαμβευτικῶς.
12 οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός, καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά, ἔχων ὀνόματα γεγραμμένα, καὶ ὄνομα γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός,
Τὰ μάτια του δὲ εἶναι σὰν φλόγα φωτιὰς καὶ τίποτε δὲν τοῦ διαφεύγει καὶ δὲν παραμένει σκοτεινὸν εἰς αὐτόν. Καὶ ἐπὶ τῆς κεφαλῆς του φέρει βασιλικὰ στέμματα πολλά, διότι αὐτὸς εἶναι ὁ Βασιλεὺς ὅλων τῶν βασιλέων, ἔχει γραμμένα πολλὰ ὀνόματα. Καὶ ἔχει ὅνομα γραμμένον, τὸ ὁποῖον ὅμως ἐκτὸς αὐτοῦ κανένας ἄλλος δὲν τὸ γνωρίζει κατὰ βάθος, διότι ἡ φύσις καὶ ἡ οὐσία του εἶναι ἀκατάληπτος.
13 καὶ περιβεβλημένος ἱμάτιον βεβαμμένον ἐν αἵματι, καὶ κέκληται τὸ ὄνομα αὐτοῦ, ὁ λόγος τοῦ Θεοῦ.
Καὶ ἔχει ἐνδυθῇ ἔνδυμα βαμμένον μὲ αἷμα, διότι ἔχυσε τὸ αἷμα του διὰ τὴν σωτηρίαν τῶν ἀνθρώπων καὶ διὰ τὴν θυσίαν του αὐτὴν ἀνυψώθη ἐν οὐρανῷ καὶ ἐπὶ γῆς νικητὴς αἰώνιος. Καὶ τὸ ὄνομά του ἔχει κληθῆ πρὸ πάντων τῶν αἰώνων ὁ Λόγος τοῦ Θεοῦ.
14 καὶ τὰ στρατεύματα τὰ ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐπὶ ἵπποις λευκοῖς, ἐνδεδυμένοι βύσσινον λευκὸν καθαρόν.
Καὶ τὰ ἀγγελικὰ καὶ ἐπουράνια στρατεύματά του τὸν ἠκολούθουν ἐπάνω εἰς ἄλογα ἄσπρα, καὶ ἦσαν ντυμένοι μὲ ἔνδυμα βύσσινον καθαρόν, ποὺ ἤστραπτε.
15 καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται ρομφαία ὀξεῖα δίστομος, ἵνα ἐν αὐτῇ πατάσσῃ τὰ ἔθνη· καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ράβδῳ σιδηρᾷ· καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς τοῦ Θεοῦ τοῦ παντοκράτορος.
Καὶ ἀπὸ τὸ στόμα του βγαίνει ὁ λόγος τῆς ἀληθείας, ποὺ εἶναι σὰν ρομφαία κοπτερὰ καὶ ἀπὸ τὰ δύο μέρη, διὰ νὰ πατάσσῃ μὲ τὸ πνευματικὸν αὐτὸ ὅπλον τὰ ἔθνη. Καὶ αὐτός, ποὺ ὡς Θεὸς ἔχει δύναμιν ἀκαταγώνιστον, θὰ ποιμάνῃ τοὺς λαοὺς τῶν ἐθνῶν μὲ ράβδον σιδερένιαν. Καὶ αὐτὸς πατεῖ εἰς τὸν ληνόν, ἀπὸ τὸν ὁποῖον βγαίνει τὸ δυνατὸν καὶ μεθυστικὸν κρασὶ τῆς ὀργῆς τοῦ Θεοῦ τοῦ παντοκράτορος καὶ διαχειρίζεται τὴν τιμωρητικὴν ἐξουσίαν καὶ δύναμιν τοῦ Πατρὸς του.
16 καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ ὄνομα γεγραμμένον, βασιλεὺς βασιλέων καὶ κύριος κυρίων.
Καὶ ἔχει ἐπάνω εἰς τὸ ἔνδυμά του καὶ εἰς τὸ μέρος, ποὺ τὸ ἔνδυμα αὐτὸ σκεπάζει τὸν μηρόν του ὄνομα γραμμένον: Βασιλεὺς βασιλέων καὶ Κύριος κυρίων.
17 Καὶ εἶδον ἕνα ἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ, καὶ ἔκραξεν ἐν φωνῇ μεγάλῃ λέγων πᾶσι τοῖς ὀρνέοις τοῖς πετομένοις ἐν μεσουρανήματι· δεῦτε συνάχθητε εἰς τὸ δεῖπνον τὸ μέγα τοῦ Θεοῦ,
Καὶ εἶδα ἕνα ἄγγελον, ποὺ ἐστέκετο εἰς τὸν ἥλιον, σύμβολον τῆς θείας του λαμπρότητος καὶ τοῦ μεγίστου ὕψους εἰς τὸ ὁποῖον εἶχε πετάξει. Καὶ ἐφώναξε δυνατὰ μὲ μεγάλην φωνὴν καὶ εἶπε εἰς ὅλα τὰ ὅρνεα, ποὺ πετοῦν εἰς τὸ μέσον τοῦ οὐρανοῦ· Ἐλᾶτε, μαζευθῆτε εἰς τὸ μεγάλο τραπέζι, ποὺ σᾶς ἑτοιμάζει ἡ ὀργὴ τοῦ Θεοῦ,
18 ἵνα φάγητε σάρκας βασιλέων καὶ σάρκας χιλιάρχων καὶ σάρκας ἰσχυρῶν καὶ σάρκας ἵππων καὶ τῶν καθημένων ἐπ᾿ αὐτῶν, καὶ σάρκας πάντων ἐλευθέρων τε καὶ δούλων, καὶ μικρῶν τε καὶ μεγάλων.
διὰ νὰ φάγετε σάρκας βασιλέων καὶ σάρκας στρατηγῶν καὶ σάρκας ἰσχυρῶν καὶ σάρκας ἀλόγων καὶ τὰς σάρκας τῶν καβαλλαρέων, ποὺ κάθηνται ἐπ’ αὐτῶν, καὶ τὰς σάρκας ὅλων καὶ ἐλευθέρων καὶ δούλων καὶ μικρῶν καὶ μεγάλων, ποὺ εἶναι ὑπήκοοι τοῦ ἀντιχρίστου.
19 Καὶ εἶδον τὸ θηρίον καὶ τοὺς βασιλεῖς τῆς γῆς καὶ τὰ στρατεύματα αὐτῶν συνηγμένα ποιῆσαι τὸν πόλεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου καὶ μετὰ τοῦ στρατεύματος αὐτοῦ.
Καὶ εἶδα τὸ θηρίον καὶ τοὺς βασιλεῖς τῆς γῆς καὶ τὰ στρατεύματα τους συναθροισμένα διὰ νὰ κάμουν τὸν πόλεμον μὲ τὸν καθήμενον εἰς τὸ ἄσπρον ἄλογον Μεσσίαν καὶ μὲ τὸ οὐράνιον στράτευμά του.
20 καὶ ἐπιάσθη τὸ θηρίον καὶ ὁ μετ᾿ αὐτοῦ ψευδοπροφήτης ὁ ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς ἐπλάνησε τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ· ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς τὴν καιομένην ἐν θείῳ.
Καὶ ἐπιάσθῃ αἰχμάλωτος τὸ θηρίον ἀντίχριστος καὶ μαζὶ μὲ αὐτὸν καὶ ὁ ψευδοπροφήτης, ποὺ ἔκαμε τὰ ἀγυρτικὰ θαύματα ἐμπρὸς εἰς αὐτόν, μὲ τὰ ὁποῖα ἐξηπάτησε καὶ ἐπλάνησεν αὐτούς, ποὺ ἔλαβον τὴν ἀνεξάλειπτον σφραγῖδα τοῦ θηρίου καὶ ποὺ προσκυνοῦν τὸ εἴδωλον καὶ τὴν εἰκόνα αὐτοῦ. Ζωντανοὶ ἐρρίφθησαν καὶ οἱ δύο μέσα εἰς τὴν λίμνην τῆς φωτιᾶς, ποὺ καίεται μὲ θειάφι.
21 καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τῇ ρομφαίᾳ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου, τῇ ἐξελθούσῃ ἐκ τοῦ στόματος αὐτοῦ· καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σαρκῶν αὐτῶν.
Καὶ οἱ ὑπόλοιποι ἐφονεύθησαν μὲ τὴν ρομφαίαν τοῦ Μεσσίου, ποὺ κάθηται ἐπάνω εἰς τὸ ἄλογον, ἡ ὁποία ἐβγῆκεν ἀπὸ τὸ στόμα του. Καὶ ὅλα τὰ ὅρνεα ἐχορτάσθησαν ἀπὸ τὰς σάρκας τῶν πτωμάτων των. Πνευματικὸν τὸ ὅπλον τοῦ Νικητοῦ, ὁ λόγος τῆς ἀληθείας ποὺ βγαίνει ἀπὸ τὸ στόμα του. Πνευματικὸς κυρίως καὶ ὁ ὅλεθρος τῶν ἀντιπάλων, χωρὶς νὰ ἀποκλείεται καὶ ἡ ἐν πολέμοις αἰσθητοῖς μετ’ ἀλλήλων σφαγὴ καὶ ἐξολόθρευσις πολλῶν.
Ερμηνεία Π. Τρεμπέλα