ελ
Καινή Διαθήκη
1 ΚΑΙ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ μέγα καὶ θαυμαστόν, ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας, ὅτι ἐν αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ Θεοῦ.
Καὶ εἶδα ἄλλο σημεῖον εἰς τὸν οὐρανὸν μεγάλο καὶ θαυμαστόν. Εἶδα ἑπτὰ ἀγγέλους, οἱ ὁποῖοι εἶχαν πληγὰς ἑπτά, ποὺ ἦσαν αἱ τελευταῖαι καὶ δραστικώτεραι ἀπὸ τὰς προηγουμένας, διότι εἰς αὐτὰς ἐκορυφώθη καὶ ἐμαζεύθη ὁλόκληρος ὁ θυμὸς τοῦ Θεοῦ.
2 καὶ εἶδον ὡς θάλασσαν ὑαλίνην μεμιγμένην πυρί, καὶ τοὺς νικῶντας ἐκ τοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ καὶ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην, ἔχοντας τὰς κιθάρας τοῦ Θεοῦ.
Καὶ εἶδα σὰν θάλασσαν ὑαλίνην, ποὺ εἰκόνιζεν, ὅπως εἴπομεν, ὅτι ὁλόκληρος ἡ κτίσις εἶναι διαφανὴς καὶ φαίνεται καθαρὰ εἰς τὸ παντέφορον ὄμμα τοῦ Θεοῦ. Ἀλλ’ ἦτο τώρα ἀνακατευμένη μὲ φωτιά, ποὺ προεμήνυε τὴν δικαίαν κρίσιν καὶ τὴν τιμωρητικὴν ἐνέργειαν τοῦ Θεοῦ, ἡ ὁποία σὰν ἄλλη φωτιὰ θὰ δοκιμάσῃ τὰ ἔργα καὶ τὴν ἀξίαν καθενός μας, λαμπρύνουσα τοὺς δικαίους καὶ κατακαίουσα τοὺς ἁμαρτωλούς. Καὶ εἶδα αὐτούς, ποὺ βγαίνουν νικηταὶ ἀπὸ τὸν ἀγῶνα κατὰ τοῦ θηρίου καὶ κατὰ τῆς εἰκόνος αὐτοῦ καὶ κατὰ τοῦ ὀνόματός του, νὰ στέκωνται ἐπάνω εἰς τὴν ὑαλίνην θάλασσαν καὶ νὰ ἔχουν κιθάρας, ποὺ τοὺς ἐδόθησαν ἀπὸ τὸν Θεόν. Ἔχουν περάσει καὶ αὐτοὶ ἀπὸ τὴν πυρίνην θάλασσαν τῶν διωγμῶν καὶ κάθηνται τώρα ἀσφαλεῖς εἰς τὴν πυρίνην τοῦ οὐρανοῦ θάλασσαν.
3 καὶ ᾄδουσι τὴν ᾠδὴν Μωϋσέως τοῦ δούλου τοῦ Θεοῦ καὶ τὴν ᾠδὴν τοῦ ἀρνίου λέγοντες· μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου, Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ· δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου, ὁ βασιλεὺς τῶν ἐθνῶν.
Καὶ ψάλλουν τὴν ᾠδὴν τοῦ δούλου τοῦ Θεοῦ Μωϋσέως, ποὺ ἔψαλαν οἱ Ἰσραηλῖται, ὅταν διέβησαν τὴν Ἐρυθρὰν θάλασσαν. Ψάλλουν καὶ τὴν ὡδὴν τὴν ἀφιερωμένην εἰς τὸ Ἀρνίον καὶ λέγουν· Μεγάλα καὶ θαυμαστὰ εἶναι τὰ ἔργα σου, Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ· δίκαια καὶ σοφὰ καὶ ἐπὶ τῆς ἀληθείας στηριγμένα εἶναι τὰ κυβερνητικὰ καὶ παιδαγωγικὰ μέτρα, ποὺ μεταχειρίζεσαι σύ, ποὺ εἶσαι ὁ βασιλεὺς τῶν ἐθνῶν.
4 τίς οὐ μὴ φοβηθῇ, Κύριε, καὶ δοξάσῃ τὸ ὄνομά σου; ὅτι μόνος ὅσιος, ὅτι πάντα τὰ ἔθνη ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν.
Ποῖος δὲν θὰ φοβηθῇ, Κύριε, καὶ δὲν θὰ δοξάσῃ τὸ ὄνομά σου; Διότι σὺ εἶσαι ὁ μόνος ἅγιος καὶ ὅσιος· καὶ δι’ αὐτὸ θὰ ἔλθουν ὅλα τὰ ἔθνη καὶ θὰ προσκυνήσουν ἐμπρός σου, διότι αἱ δίκαιαι κρίσεις καὶ πράξεις σου ἔγιναν φανεραί.
5 Καὶ μετὰ ταῦτα εἶδον, καὶ ἠνοίγη ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ,
Καὶ ὕστερον ἀπὸ αὐτὰ εἶδα καὶ ἠνοίχθη ὁ ναὸς τῆς ἐπουρανίου καὶ ἀληθινῆς σκηνῆς τοῦ μαρτυρίου.
6 καὶ ἐξῆλθον οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ πληγὰς ἐκ τοῦ ναοῦ, οἳ ἦσαν ἐνδεδυμένοι λίνον καθαρὸν λαμπρὸν καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς.
Καὶ ἐβγῆκαν ἀπὸ τὸν ναὸν οἱ ἑπτὰ ἄγγελοι, ποὺ εἶχαν τὰς ἑπτὰ πληγάς, ντυμένοι μὲ ἔνδυμα ἀπὸ λινὸν καθαρόν, ποὺ ἔλαμπε, καὶ ζωσμένοι γύρω ἀπὸ τὰ στήθη μὲ ζώνας χρυσάς.
7 καὶ ἓν ἐκ τῶν τεσσάρων ζῴων ἔδωκε τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσᾶς, γεμούσας τοῦ θυμοῦ τοῦ Θεοῦ τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Καὶ ἕνα ἀπὸ τὰ τέσσαρα ζῷα ἔδωκεν εἰς τοὺς ἑπτὰ ἀγγέλους ἑπτὰ φιάλες χρυσές, γεμᾶτες ἀπὸ τὸν θυμὸν τοῦ Θεοῦ, ποὺ ζῇ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
8 καὶ ἐγεμίσθη ὁ ναὸς ἐκ τοῦ καπνοῦ ἐκ τῆς δόξης τοῦ Θεοῦ καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ·
Καὶ ἐγέμισεν ὁ ναὸς ἀπὸ καπνόν, σύμβολον τῆς παρουσίας τῆς φοβερᾶς δόξης τοῦ Θεοῦ καὶ τῆς δυνάμεως αὐτοῦ.
9 καὶ οὐδεὶς ἐδύνατο εἰσελθεῖν εἰς τὸν ναὸν ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶν ἑπτὰ ἀγγέλων.
Καὶ δὲν ἠμποροῦσε κανεὶς νὰ ἔμβῃ εἰς τὸν ναὸν καὶ νὰ πλησιάσῃ εἰς τὴν ἐκεῖ παρουσίαν τοῦ Θεοῦ μέχρις ὅτου συντελεσθοῦν αἱ ἑπτὰ πληγαὶ τῶν ἑπτὰ ἀγγέλων.
Ερμηνεία Π. Τρεμπέλα