ελ
Καινή Διαθήκη
1 ΚΑΙ ἐδόθη μοι κάλαμος ὅμοιος ράβδῳ, λέγων· ἔγειρε καὶ μέτρησον τὸν ναὸν τοῦ Θεοῦ καὶ τὸ θυσιαστήριον καὶ τοὺς προσκυνοῦντας ἐν αὐτῷ·
Καὶ μοῦ ἐδόθη κάλαμος ὅμοιος πρὸς ράβδον καὶ μοῦ εἶπεν ὁ ἄγγελος· Σήκω καὶ μέτρησε μὲ αὐτὸν τὸν ναὸν τοῦ Θεοῦ καὶ τὸ θυσιαστήριον καὶ ἐκείνους, ποὺ προσκυνοῦν μέσα εἰς τὸν ναὸν αὐτόν. Αὐτοὶ πλέον ἀνήκουν εἰς τὸν Χριστόν, καὶ εἶναι ἡ μερὶς τοῦ Ἰσραήλ, ποὺ θὰ ἐπιστραφῇ εἰς αὐτόν.
2 καὶ τὴν αὐλὴν τὴν ἔξωθεν τοῦ ναοῦ ἔκβαλε ἔξω καὶ μὴ αὐτὴν μετρήσῃς, ὅτι ἐδόθη τοῖς ἔθνεσι, καὶ τὴν πόλιν τὴν ἁγίαν πατήσουσι μῆνας τεσσαράκοντα δύο.
Τὴν αὐλὴν ὅμως ποὺ εἶναι ἀπ’ ἔξω ἀπὸ τὸν ναὸν βγάλε την ἔξω καὶ μὴ τὴν μετρήσῃς, διότι ἐδόθη εἰς τὰ εἰδωλολατρικὰ ἔθνη. Καὶ θὰ καταπατήσουν ταῦτα τὴν πόλιν τὴν ἁγίαν ἐπὶ μήνας τεσσαράκοντα δύο, δηλαδὴ ἐπὶ διάστημα χρόνου, τὸ ὁποῖον ἔχει ἐπακριβῶς ὁρίσει ὁ Θεός. Οἱ εἰς τὴν αὐλὴν δὲ ταύτην εὑρισκόμενοι Ἰουδαῖοι θὰ ἀφομοιωθοῦν πρὸς τοὺς εἰδωλολάτρας καὶ θὰ συζήσουν ἐν ἀσεβείᾳ μετ’ αὐτῶν.
3 καὶ δώσω τοῖς δυσὶ μάρτυσί μου, καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα, περιβεβλημένοι σάκκους.
Καὶ θὰ δώσω ἐγὼ ὁ Χριστὸς εἰς τοὺς δύο μάρτυράς μου, ἐν τῷ προσώπῳ τῶν ὁποίων θὰ ἀναζήσουν ὁ Μωϋσῆς καὶ ὁ Ἠλίας, ὅπως ἐν τῷ προσώπῳ τοῦ Προδρόμου ἀνέζησεν ὁ Ἠλίας, καὶ θὰ προφητεύσουν ἐπὶ ἡμέρας χιλίας διακοσίας ἑξήκοντα ἢ μήνας τεσσαράκοντα δύο, ὅσον καιρὸν δηλαδὴ θὰ διαρκέσῃ ἡ καταπάτησις τῆς Ἱερουσαλήμ. Καὶ θὰ φοροῦν σάκκους, τὸ ὁποῖον συμβολίζει, ὅτι τὸ κήρυγμά τους θὰ εἶναι κήρυγμα μετανοίας.
4 οὗτοί εἰσιν αἱ δύο ἐλαῖαι καὶ αἱ δύο λυχνίαι αἱ ἐνώπιον τοῦ Κυρίου τῆς γῆς ἑστῶσαι.
Οἱ δύο αὐτοὶ μάρτυρες θὰ ἔχουν δρᾶσιν κατακαρπὸν καὶ χαροποιὸν καὶ βίον κατὰ πάντα φωτεινὸν καὶ ἅγιον καὶ δι’ αὐτὸ εἶναι αἱ δύο ἐλαῖαι, περὶ τῶν ὁποίων ὁμιλεῖ ὁ Ζαχαρίας (δ' 3) καὶ οἱ δύο λύχνοι, ποὺ εἶναι στημένοι ἐμπρὸς εἰς τὸν Κύριον τῆς γῆς.
5 καὶ εἴ τις αὐτοὺς θέλει ἀδικῆσαι, πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματος αὐτῶν καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν· καὶ εἴ τις θέλει αὐτοὺς ἀδικῆσαι, οὕτω δεῖ αὐτὸν ἀποκτανθῆναι.
Καὶ ἐὰν κανεὶς θέλῃ νὰ τοὺς βλάψῃ, φωτιὰ βγαίνει ἀπὸ τὸ στόμα τους καὶ κατατρώγει τοὺς ἐχθρούς των. Μὲ ἄλλας λέξεις ὅχι μόνον ὁ λόγος των θὰ εἶναι δυνατὸς καὶ ὁ ζῆλος των πύρινος, ἀλλὰ καὶ θεία δύναμις καὶ προστασία θὰ συνοδεύῃ αὐτούς. Καὶ ἐὰν κανεὶς θελήσῃ νὰ τοὺς βλάψῃ, σύμφωνα μὲ τὴν ἀπόφασιν τοῦ Θεοῦ πρέπει καὶ αὐτὸς νὰ φονευθῇ καὶ νὰ καταφαγωθῇ μὲ φωτιά.
6 οὗτοι ἔχουσιν ἐξουσίαν τὸν οὐρανὸν κλεῖσαι, ἵνα μὴ ὑετὸς βρέχῃ τὰς ἡμέρας τῆς προφητείας αὐτῶν, καὶ ἐξουσίαν ἔχουσιν ἐπὶ τῶν ὑδάτων στρέφειν αὐτὰ εἰς αἷμα καὶ πατάξαι τὴν γῆν ἐν πάσῃ πληγῇ, ὁσάκις ἐὰν θελήσωσι.
Αὐτοὶ ἔλαβαν καὶ θαυματουργικὴν δύναμιν ἀπὸ τὸν Θεὸν καὶ ἔχουν τὴν ἐξουσίαν, ὅπως ἄλλοτε ὁ Ἠλίας, νὰ κλείσουν τὸν οὐρανόν, διὰ νὰ μὴ βρέχῃ κατὰ τὰς ἡμέρας ποὺ θὰ προφητεύουν. Καὶ ἔχουν ἐξουσίαν ἐπὶ τῶν νερῶν τῆς γῆς νὰ τὰ μεταβάλλουν εἰς αἷμα καὶ νὰ πατάξουν τὴν γῆν μὲ κάθε πληγήν, ὁσάκις θὰ θελήσουν.
7 καὶ ὅταν τελέσωσι τὴν μαρτυρίαν αὐτῶν, τὸ θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς ἀβύσσου ποιήσει μετ᾿ αὐτῶν πόλεμον καὶ νικήσει αὐτοὺς καὶ ἀποκτενεῖ αὐτούς.
Καὶ ὅταν φέρουν εἰς πέρας τὴν περὶ τοῦ Χριστοῦ καὶ τοῦ ἀντιχρίστου μαρτυρίαν τους, τὸ θηρίον ποὺ ἀναβαίνει ἀπὸ τὴν ἄβυσσον τοῦ ᾍδου, ὁ ἀντίχριστος δηλαδή, θὰ κάμῃ μαζί τους πόλεμον καὶ θὰ νικήσῃ αὐτοὺς καὶ θὰ τοὺς φονεύσῃ.
8 καὶ τὸ πτῶμα αὐτῶν ἐπὶ τῆς πλατείας τῆς πόλεως τῆς μεγάλης, ἥτις καλεῖται πνευματικῶς Σόδομα καὶ Αἴγυπτος, ὅπου καὶ ὁ Κύριος αὐτῶν ἐσταυρώθη.
Καὶ τὰ πτώματά των θὰ μείνουν ἄταφα εἰς τὴν πλατεῖαν τῆς πόλεως τῆς μεγάλης, τῆς Ἱερουσαλήμ, ἡ ὁποία εἰς δήλωσιν τῆς ἀνηθικότητος καὶ τῆς εἰδωλολατρίας τῶν κατοίκων της καλεῖται Σόδομα καὶ Αἴγυπτος, ἐκεῖ δὲ καὶ ὁ Κύριος τῶν δύο αὐτῶν μαρτύρων ἐσταυρώθη.
9 καὶ βλέπουσιν ἐκ τῶν λαῶν καὶ φυλῶν καὶ γλωσσῶν καὶ ἐθνῶν τὸ πτῶμα αὐτῶν ἡμέρας τρεῖς καὶ ἥμισυ, καὶ τὰ πτώματα αὐτῶν οὐκ ἀφήσουσι τεθῆναι εἰς μνῆμα.
Καὶ βλέπουν οἱ ἀμετανόητοι ἀπὸ τοὺς διαφόρους λαοὺς καὶ τὰς φυλὰς καὶ τοὺς ξενογλώσσους καὶ τὰ ἔθνη τὰ πτώματά των ἐπὶ ἡμέρας τρεῖς καὶ μισήν· ἐπὶ χρόνον δηλαδή, ποὺ ἀντιστοιχεῖ πρὸς τὰ τρία καὶ ἥμισυ χρόνια, κατὰ τὰ ὁποῖα θὰ διαρκέσῃ ἡ καταπάτησις τῆς Ἱερουσαλήμ. Καὶ δεν ἀφίνουν να τεθοῦν τὰ πτώματά των εἰς μνῆμα. Μὲ ἄλλας λέξεις ἡ νίκη κατὰ τῶν μαρτύρων αὐτῶν καὶ ἡ περιφρόνησις αὐτῶν καὶ τοῦ κηρύγματός των καὶ ἡ σιγὴ τοῦ στόματός των θὰ διαρκέσῃ, ὅσον καὶ οἱ καιροὶ τῶν ἐθνῶν.
10 καὶ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς χαίρουσιν ἐπ᾿ αὐτοῖς, καὶ εὐφρανθήσονται καὶ δῶρα πέμψουσιν ἀλλήλοις, ὅτι οὗτοι οἱ δύο προφῆται ἐβασάνισαν τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.
Καὶ οἱ ἀμετανόητοι ἀπὸ τοὺς κατοίκους τῆς γῆς θὰ χαίρουν διὰ τὸν θάνατον καὶ τὴν περιφρόνησιν αὐτὴν τῶν δύο μαρτύρων, καὶ θὰ εὐφραίνωνται καὶ θὰ στείλουν δῶρα πρὸς ἀλλήλους, διότι οἱ δύο αὐτοὶ προφῆται μὲ τὸ ἐλεγκτικὸν κήρυγμά των ἐβασάνισαν τοὺς ἀμετανοήτους κατοίκους τῆς γῆς.
11 καὶ μετὰ τὰς τρεῖς ἡμέρας καὶ ἥμισυ, πνεῦμα ζωῆς ἐκ τοῦ Θεοῦ εἰσῆλθεν εἰς αὐτούς, καὶ ἔστησαν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ φόβος μέγας ἐπέπεσεν ἐπὶ τοὺς θεωροῦντας αὐτούς.
Καὶ ὕστερα ἀπὸ τὰς τρεῖς καὶ μισὴν ἡμέρας πνεῦμα ζωοποιὸν ἀπὸ τὸν Θεὸν ἐμβῆκεν εἰς τὰ πτώματά των δύο αὐτῶν μαρτύρων καὶ ἐστάθηκαν εἰς τὰ πόδια των ζωντανοὶ καὶ φόβος μεγάλος κατέλαβεν ἐκείνους, ποὺ ἔβλεπαν τὴν ἀνάστασίν των. Τὸ κήρυγμά των δηλαδὴ καὶ ἡ θαυμαστὴ δρᾶσις των ἀνέζησαν εἰς πρόσωπα μὲ τὸν αὐτὸν ζῆλον καὶ μὲ τὸ αὐτὸ μαρτυρικὸν καὶ προφητικὸν πνεῦμα.
12 καὶ ἤκουσα φωνὴν μεγάλην ἐκ τοῦ οὐρανοῦ λέγουσαν αὐτοῖς· ἀνάβητε ὧδε. καὶ ἀνέβησαν εἰς τὸν οὐρανὸν ἐν τῇ νεφέλῃ, καὶ ἐθεώρησαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν.
Καὶ ὁ θρίαμβος καὶ ἡ ἀναγνώρισις τοῦ ἔργου των ὑπῆρξε περιφανὴς καὶ ὁριστική. Διότι ἤκουσα φωνὴν μεγάλην ἀπὸ τὸν οὐρανόν, ἡ ὁποία τοὺς ἔλεγεν ἀνεβῆτε ἐδῶ. Καὶ ἀνέβησαν εἰς τὸν οὐρανὸν μὲ τὴν νεφέλην. Καὶ τοὺς εἶδαν καταπληκτοὶ καὶ περίφοβοι οἱ ἐχθροί των.
13 Καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐγένετο σεισμὸς μέγας, καὶ τὸ δέκατον τῆς πόλεως ἔπεσε, καὶ ἀπεκτάνθησαν ἐν τῷ σεισμῷ ὀνόματα ἀνθρώπων χιλιάδες ἑπτά, καὶ οἱ λοιποὶ ἔμφοβοι ἐγένοντο καὶ ἔδωκαν δόξαν τῷ Θεῷ τοῦ οὐρανοῦ.
Καὶ κατ’ ἐκείνην τὴν ἡμέραν ἔγινε σεισμὸς μεγάλος καὶ τὸ ἓν δέκατον τῆς μαρτυροκτόνου πόλεως ἔπεσε καὶ ἐφονεύθησαν μὲ τὸν σεισμὸν ἄτομα ἀνθρώπων ἑπτὰ χιλιάδες, ἀριθμὸς ποὺ συμβολίζει τὸ περιωρισμένον τῆς θείας τιμωρίας. Καὶ οἱ λοιποὶ ἐκυριεύθησαν ἀπὸ φόβον καὶ ὑπὸ τὸ κράτος τοῦ φόβου αὐτοῦ ἐδόξασαν τὸν Θεὸν τοῦ οὐρανοῦ.
14 Ἡ οὐαὶ ἡ δευτέρα ἀπῆλθεν· ἡ οὐαὶ ἡ τρίτη ἰδοὺ ἔρχεται ταχύ.
Ἡ πληγὴ ἡ δευτέρα, ποὺ ὀνομάζεται οὐαὶ καὶ ἀλλοίμονον, ἐπέρασεν. Ἰδοὺ ἔρχεται γρήγορα τὸ τρίτον ἀλλοίμονον.
15 Καὶ ὁ ἕβδομος ἄγγελος ἐσάλπισε· καὶ ἐγένοντο φωναὶ μεγάλαι ἐν τῷ οὐρανῷ λέγουσαι· ἐγένετο ἡ βασιλεία τοῦ κόσμου τοῦ Κυρίου ἡμῶν καὶ τοῦ Χριστοῦ αὐτοῦ, καὶ βασιλεύσει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Καὶ τότε ἐσάλπισεν ὁ ἕβδομος ἄγγελος. Καὶ ἔγιναν φωναὶ μεγάλαι εἰς τὸν οὐρανόν, ὅπου ὁ τελικὸς θρίαμβος τοῦ Χριστοῦ εἰς τὸν ἐπικείμενον ἀγῶνα κατὰ τοῦ ἀντιχρίστου παρουσιάζεται ὡς γεγονὸς τετελεσμένον. Καὶ ἔλεγαν αὐτοὶ ποὺ ἐφώναζαν· Ἐπεκράτησεν ὁριστικῶς καὶ τελείως ἡ βασιλεία καὶ κυριαρχία ἐπὶ τοῦ κόσμου τοῦ Κυρίου μας καὶ τοῦ Χριστοῦ του. Καὶ θὰ βασιλεύσῃ πλέον εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
16 καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι οἱ ἐνώπιον τοῦ θρόνου τοῦ Θεοῦ, οἳ κάθηνται ἐπὶ τοὺς θρόνους αὐτῶν, ἔπεσαν ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ Θεῷ
Καὶ οἱ εἰκοσιτέσσαρες πρεσβύτεροι, ποὺ εἶναι ἐμπρὸς ἀπὸ τὸν θρόνον τοῦ Θεοῦ, καὶ οἱ ὁποῖοι κάθηνται ἐπὶ τῶν θρόνων των, ἔπεσαν μὲ τὰ πρόσωπά των χάμω καὶ ἐπροσκύνησαν τὸν Θεὸν
17 λέγοντες· εὐχαριστοῦμέν σοι, Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, ὅτι εἴληφας τὴν δύναμίν σου τὴν μεγάλην καὶ ἐβασίλευσας,
λέγοντες· Σὲ εὐχαριστοῦμεν, Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ, ποὺ ὑπάρχεις χωρὶς νὰ λάβῃς ἀπὸ ἄλλον τὴν ὕπαρξίν σου καὶ ὑπῆρχες πάντοτε καὶ θὰ ὑπάρχῃς εἰς τοὺς αἰῶνας. Σὲ εὐχαριστοῦμεν, διότι ἔλαβες τὴν δύναμίν σου τὴν μεγάλην καὶ ἐβασίλευσες.
18 καὶ τὰ ἔθνη ὠργίσθησαν, καὶ ἦλθεν ἡ ὀργή σου καὶ ὁ καιρὸς τῶν ἐθνῶν κριθῆναι καὶ δοῦναι τὸν μισθὸν τοῖς δούλοις σου τοῖς προφήταις καὶ τοῖς ἁγίοις τοῖς φοβουμένοις τὸ ὄνομά σου, τοῖς μικροῖς καὶ τοῖς μεγάλοις, καὶ διαφθεῖραι τοὺς διαφθείροντας τὴν γῆν.
Καὶ τὰ εἰδωλολατρικὰ ἔθνη ὠργίσθησαν καὶ ἐπανεστάτησαν ἐναντίον σου καὶ ἦλθεν ἡ ὀργή σου, ποὺ τὰ ἐξωλόθρευσε, καθὼς καὶ ὁ καιρὸς τῆς ἀναστάσεως τῶν νεκρῶν διὰ νὰ κριθοῦν καὶ διὰ νὰ δώσῃς τὴν ἀνταμοιβὴν εἰς τοὺς δούλους σου τοὺς προφήτας καὶ τοὺς ἁγίους καὶ τοὺς φοβουμένους τὸ ὄνομά σου, εἰς τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ διὰ νὰ καταστρέψῃς ἐκείνους, ποὺ μὲ τὸν διεφθαρμένον βίον τους διαφθείρουν καὶ καταστρέφουν τὴν γῆν.
19 Καὶ ἠνοίγη ὁ ναὸς τοῦ Θεοῦ ὁ ἐν τῷ οὐρανῷ, καὶ ὤφθη ἡ κιβωτὸς τῆς διαθήκης Κυρίου ἐν τῷ ναῷ αὐτοῦ, καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταὶ καὶ σεισμὸς καὶ χάλαζα μεγάλη.
Καὶ ἠνοίχθη ὁ ναὸς τοῦ Θεοῦ, ποὺ εἶναι εἰς τὸν οὐρανὸν καὶ ἔπεσεν εἰς τὰ μάτια ὅλων ἡ κιβωτὸς τῆς Διαθήκης τοῦ Κυρίου, ποὺ εἶναι μέσα εἰς τὸν ναόν του, τὰ ἀχειροποίητα δηλαδὴ Ἅγια τῶν Ἁγίων, ἡ μακαρία καὶ ἀσάλευτος καὶ αἰωνία κληρονομία τῶν τέκνων τοῦ Θεοῦ. Καὶ ἔγιναν ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταὶ καὶ σεισμὸς καὶ χάλαζα μεγάλη, σύμβολα τῆς παρουσίας καὶ ἐμφανίσεως τοῦ Θεοῦ παρόμοια πρὸς ὅσα συνέβησαν εἰς τὸ ὅρος Σινᾶ, ὅταν ὁ Θεὸς ἐλάλει πρὸς τὸν Μωϋσῆν.
Ερμηνεία Π. Τρεμπέλα