ελ
Καινή Διαθήκη
1 ΚΑΤΑΒΑΝΤΙ δὲ αὐτῷ ἀπὸ τοῦ ὄρους ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί.
Όταν δὲ κατέβη ἀπὸ τὸ ὅρος, τὸν ἠκολούθησαν πλήθη λαοῦ πολλά.
2 Καὶ ἰδοὺ λεπρὸς ἐλθὼν προσεκύνει αὐτῷ λέγων· Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.
Καὶ ἰδοὺ ἕνας λεπρὸς ἦλθε καὶ τὸν ἐπροσκύνει γονατιστὸς λέγων· Κύριε, ἐὰν θέλῃς, ἔχεις τὴν δύναμιν νὰ μὲ καθαρίσῃς ἀπὸ τὰς πληγὰς καὶ τὰ ἐξανθήματα τοῦ ἀκαθάρτου νοσήματός μου.
3 καὶ ἐκτείνας τὴν χεῖραν ἥψατο αὐτοῦ ὁ Ἰησοῦς λέγων· θέλω, καθαρίσθητι. καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα.
Καὶ ἀφοῦ ἄπλωσε τὴν χεῖρα του ὁ Ἰησοῦς, τὸν ἤγγισε λέγων· Θέλω, καθαρίσου. Καὶ ἀμέσως ἐκαθαρίσθῃ ἡ λέπρα του καὶ ἔγινε τελείως ὑγιὴς ὁ λεπρός.
4 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ὅρα μηδενὶ εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκε τὸ δῶρον ὃ προσέταξε Μωσῆς εἰς μαρτύριον αὐτοῖς.
Καὶ λέγει εἰς αὐτὸν ὁ Ἰησοῦς· πρόσεξε νὰ μὴν εἴπῃς εἰς κανένα τὸ θαῦμα τῆς θεραπείας σου, ἀλλὰ πήγαινε καὶ δεῖξε τὸν ἑαυτόν σου εἱς τὸν ἱερέα καὶ πρόσφερε τὸ δῶρον, ποὺ διέταξεν ὁ Μωϋσῆς, διὰ νὰ χρησιμεύσῃ ἡ ἐξέτασίς σου ἀπὸ τὸν ἱερέα καὶ ἡ προσφορὰ τοῦ δώρου σου ὡς μαρτυρία καὶ ἀπόδειξις εἰς τὸν ἱερέα καὶ εἰς τοὺς Ἰουδαίους, ὅτι καὶ σὺ ἐθεραπεύθης τελείους καὶ ἑγὼ δὲν ἦλθον νὰ καταλύσω τὸν νόμον.
5 Εἰσελθόντι δὲ αὐτῷ εἰς Καπερναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν καὶ λέγων·
Ὅταν δὲ ὁ Ἰησοῦς ἐμβῆκεν εἰς τὴν Καπερναούμ, ἦλθε πρὸς αὐτὸν εἰς ἑκατόνταρχος, ὁ ὁποῖος τὸν παρεκάλει καὶ τοῦ ἔλεγε·
6 Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος.
Κύριε, ὀ δοῦλος μου εἶναι κατάκοιτος εἰς τὸ σπίτι παραλυτικός, καὶ βασανίζεται τρομερὰ ἀπὸ πόνους.
7 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν.
Καὶ λέγει εἰς αὐτὸν ὁ Ἰησοῦς· Θὰ ἔλθω ἑγὼ εἰς τὸ σπίτι σου καὶ θὰ τὸν θεραπεύσω.
8 καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη· Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου.
Καὶ ὁ ἑκατόνταρχος ἀπεκρίθη καὶ εἶπε· Κύριε, δὲν εἶμαι ἄξιος διὰ νὰ εἰσέλθῃς κάτω ἀπὸ τὴν στέγην τοῦ σπιτιοῦ μου. Ἀλλὰ μόνον εἰπὲ μὲ ἁπλοῦν λόγον αὐτὸ ποὺ θέλεις, καὶ θὰ ἰατρευθῇ ὁ δοῦλος μου.
9 καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ᾿ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, ποίησον τοῦτο, καὶ ποιεῖ.
Διότι καὶ ἑγὼ ἄνθρωπος εἶμαι, ὑπεξούσιος, ποὺ λαμβάνω διαταγὰς ἀπὸ ἀνωτέρους, ἔχων ὑπὸ τὰς διαταγάς μου στρατιώτας· καὶ λέγω εἰς τοῦτον τὸν στρατιώτην πήγαινε, καὶ πηγαίνει· καὶ εἰς τὸν ἄλλον λέγω· ἐλθέ, καὶ ἔρχεται. Καὶ εἰς τὸν δοῦλον μου λέγω· κάμε αὐτό, καὶ τὸ ἐκτελεῖ. Πόσῳ μᾶλλον θὰ ἐκτελεσθῇ ὁ λόγος ὁ ἰδικός σου, ποὺ δὲν εἶσαι ὑπὸ τὰς διαταγὰς κανενός, ἀλλ' ἔχεις ἐξουσίαν ἐπὶ ὅλων τῶν ἀοράτων δυνάμεων;
10 ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασε καὶ εἶπε τοῖς ἀκολουθοῦσιν· ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.
Ὅταν δὲ ἤκουσε τοὺς λόγους αὐτοὺς ὁ Ἰησοῦς, ἐθαύμασε καὶ εἶπεν εἰς ἐκείνους, ποὺ τὸν ἠκολούθουν· Ἀληθῶς σᾶς λέγω, ὅτι οὔτε μεταξὺ τῶν Ἰσραηλιτῶν, οἱ ὁποῖοι εἶναι ὁ ἐκλεκτὸς λαὸς τοῦ Θεοῦ, δὲν εὗρον τόσον μεγάλην πίστιν.
11 λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν,
Σᾶς διαβεβαιῶ δέ, ὅτι πολλοὶ σὰν τὸν ἑκατόνταρχον θὰ ἔλθουν ἀπὸ ἀνατολὴν καὶ δύσιν, ἀπὸ ὅλα τὰ μέρη τοῦ κόσμου, καὶ θὰ παρακαθήσουν ὡς εἰς ἄλλο εὐφρόσυνον δεῖπνον μαζὶ μὲ τὸν Ἀβραὰμ καὶ τὸν Ἰσαὰκ καὶ τὸν Ἰακὼβ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
12 οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
Ἐκεῖνοι δέ, ποὺ κατάγονται ἀπὸ τὸν Ἀβραὰμ καὶ σύμφωνα πρὸς τὰς ἐπαγγελίας καὶ ὑποσχέσεις τοῦ Θεοῦ εἰς τὸν Ἀβραὰμ εἶναι κληρονόμοι τῆς βασιλείας, θὰ ριφθοῦν ἔξω ἀπὸ αὐτὴν εἰς τὸ σκότος τὸ τελείως ἀπομακρυσμένον ἀπὸ τὴν βασιλείαν. Ἐκεῖ θὰ εἶναι ὁ κλαυθμὸς καὶ τὸ τρίξιμο τῶν ὀδόντων.
13 καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῳ· ὕπαγε, καὶ ὡς ἐπίστευσας γενηθήτω σοι. καὶ ἰάθη ὁ παῖς αὐτοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ.
Καὶ εἶπεν ὁ Ἰησοῦς εἰς τὸν ἑκατόνταρχον· Πήγαινε εἰς τὸ σπίτι σου καὶ ὅπως ἐπίστευσες, ὅτι δηλαδὴ μὲ μόνον τὸν λόγον καὶ ἀπὸ μακρυὰ δύναμαι νὰ θεραπεύσω τὸν δοῦλον σου, ἔτσι ἂς γίνῃ εἰς σέ. Πράγματι δὲ κατὰ τὴν στιγμὴν ἐκείνην ἐθεραπεύθη ὁ δοῦλος του.
14 Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου εἶδε τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν·
Καὶ ὅταν ἦλθεν ὁ Ἰησοῦς εἱς τὸ σπίτι τοῦ Πέτρου, εἶδε τὴν πενθεράν του κατάκοιτον καὶ ἀσθενῆ ἀπὸ πυρετόν.
15 καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετὸς καὶ ἠγέρθη καὶ διηκόνει αὐτῷ.
Καὶ ἤγγισε τὴν χεῖρα της καὶ ἀμέσως τὴν ἀφῆκεν ὁ πυρετὸς καὶ ἐσηκώθη τελείως ὑγιὴς καὶ ἀφοῦ δὲν ᾐσθάνετο οὐδὲ τὴν παραμικρὰν ἑξάντλησιν, τὸν ὑπηρέτει.
16 Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς, καὶ ἐξέβαλε τὰ πνεύματα λόγῳ καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν,
Ὅταν δὲ ἔγινεν ἑσπέρα, ἔφεραν πρὸς αὐτὸν πολλοὺς δαιμονιζομένους· καὶ ἐξεδίωξε τὰ πονηρὰ πνεύματα ἀπὸ αὐτοὺς μὲ ἔνα καὶ μόνον προστακτικὸν λόγον. Καὶ ὅλους, ὅσοι ἔπασχον ἀπὸ ἄλλα νοσήματα, τοὺς ἐθεράπευσε.
17 ὅπως πληρωθῇ τὸ ρηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος· αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβε καὶ τὰς νόσους ἐβάστασεν.
Διὰ νὰ λάβῃ πλήρη ἐπαλήθευσιν καὶ πραγματοποίησιν ἐκεῖνο, ποὺ ἐλέχθη ἀπὸ τὸ Πνεῦμα τοῦ Θεοῦ διὰ μέσου τοῦ προφήτου Ἡσαΐου, ποὺ εἶπεν· Αὐτὸς ἐπῆρε τὰς ἀσθενείας μας καὶ ἐβάστασεν ἐπάνω του τὰς νόσους μας τιμωρηθεὶς ὡς ἀντιπρόσωπός μας διὰ τὰς ἁμαρτίας μας. Καὶ οὕτω δὲν ἐθεράπευσε μόνον τὰς ψυχάς μας, ἀλλ’ ἔλαβεν ἐξουσίαν νὰ ἰατρεύῃ καὶ τὰς σωματικάς μας ἀσθενείας.
18 Ἰδὼν δὲ ὁ Ἰησοῦς πολλοὺς ὄχλους περὶ αὐτὸν ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν.
Ὅταν δὲ εἶδεν ὁ Ἰησοῦς πολλὰ πλήθη λαοῦ νὰ συναθροίζωνται τριγύρω του, διέταξε τοὺς μαθητὰς νὰ ἐτοιμάσουν πλοῖον, διὰ νὰ ἀναχωρήσουν μαζί του εἰς τὴν ἀπέναντι παραλιακὴν χώραν τῆς Περαίας.
19 Καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ· διδάσκαλε, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ.
Καὶ ἀφοῦ προσῆλθε κάποιος γραμματεύς, τοῦ εἶπε· Διδάσκαλε, θὰ σὲ ἀκολουθήσω, εἰς ὅποιο μέρος καὶ ἄν πηγαίνῃς.
20 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.
Καὶ ὁ Ἰησοῦς εἶπε πρὸς αὐτόν· Αἱ ἀλεποῦδες ἔχουν τρύπας, ποὺ τὰς χρησιμοποιοῦν ὠς φωλεάς, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ ἔχουν μέρη ποὺ κουρνιάζουν, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου (δηλαδὴ ἑγώ, ποὺ ἐγεννήθηκα ἀπὸ μόνην τὴν Παρθένον καὶ εἶμαι ὁ κατ’ ἐξοχὴν καὶ γνωστὸς ἐκ τῆς ὑποσχέσεως τοῦ Θεοῦ εἰς τὸν Ἀδὰμ ἄνθρωπος, ποὺ ὡς Μεσσίας πρόκειται νὰ ἔλθω πάλιν ὡς κριτὴς ἔνδοξος ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ) δὲν ἔχει οὔτε ποὺ νὰ ἀκουμβήσῃ τὴν κεφαλήν του. Μὴ περιμένης λοιπὸν καὶ σὺ σωματικὰς ἀνέσεις καὶ ἀναπαύσεις, ἀλλὰ λάβε τὰς ἀποφάσεις σου γνωρίζων ἐκ προτέρου, ὅτι ἡ ζωὴ τῶν ἀκολούθων μου εἶναι γεμάτη ἀπὸ στερήσεις καὶ θυσίας, ὅπως ἡ ἰδική μου.
21 Ἓτερος δὲ τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ· Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου.
Ἄλλος δὲ ἀπὸ τοὺς μαθητάς του εἶπεν εἰς αὐτόν· Κύριε, ἐπίτρεψόν μου πρῶτον νὰ ἀπέλθω καὶ νὰ θάψω τὸν πατέρα μου καὶ μετὰ τοῦτο θὰ σὲ ἀκολουθήσω παντοῦ.
22 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· ἀκολούθει μοι, καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς.
Ὁ δὲ Ἰησοῦς προβλέπων, ὅτι ἡ ἐπιστροφὴ τοῦ μαθητοῦ εἰς τὸ σπίτι του θὰ τὸν ἔρριπτεν εἰς σοβαρὰς κληρονομικὰς φροντίδας καὶ διαμάχας, ποὺ θὰ τοῦ ἐψύχραιναν τὸν ζῆλον, τοῦ εἶπεν· Ἀκολούθει με καὶ ἄφησε τοὺς συγγενεῖς σου, οἱ ὁποῖοι φαίνονται μὲν ζωντανοί, πράγματι ὅμως λόγῳ τῆς ἀπιστίας των εἶναι πνευματικῶς νεκροί, νὰ θάψουν τοὺς νεκρούς, ποὺ εἶναι ἰδικοί τους, διότι καὶ αὐτοὶ ἐν ἀπιστίᾳ ἀπέθανον.
23 Καὶ ἐμβάντι αὐτῷ εἰς τὸ πλοῖον ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.
Καὶ ὅταν αὐτὸς ἐμβῆκεν εἰς τὸ πλοῖον, τὸν ἠκολούθησαν οἰ μαθηταί του.
24 καὶ ἰδοὺ σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων· αὐτὸς δὲ ἐκάθευδε.
Καὶ ἰδοὺ ἔγινε τρικυμία μεγάλη εἰς τὴν θάλασσαν, ἡ ὁποία ἔσειεν ἀπὸ τὸ βάθος τὰ νερά της μέχρι σημείου, ὥστε τὸ πλοῖον νὰ σκεπάζεται ἀπὸ τὰ κύματα· αὐτὸς δὲ ἐκοιμᾶτο.
25 καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἤγειραν αὐτὸν λέγοντες· Κύριε, σῶσον ἡμᾶς, ἀπολλύμεθα.
Καὶ ἀφοῦ ἦλθαν κοντά του οἱ μαθηταί του, τὸν ἐξύπνησαν λέγοντες· Κύριε, σῶσε μας· χανόμεθα.
26 καὶ λέγει αὐτοῖς· τί δειλοί ἐστε, ὀλιγόπιστοι; τότε ἐγερθεὶς ἐπετίμησε τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη.
Καὶ λέγει εἰς αὐτούς· Διατὶ εἶσθε δειλοί, ὦ ὀλιγόπιστοι; Τότε, ἀφοῦ ἐσηκώθη ὄρθιος, διέταξε μὲ αὐστηρότητα τοὺς ἀνέμους καὶ τὴν θάλασσαν, καὶ ἔγινεν ἀμέσως μεγάλη γαλήνη.
27 οἱ δὲ ἄνθρωποι ἐθαύμασαν λέγοντες· ποταπός ἐστιν οὗτος, ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ;
Οἱ ἄνθρωποι δέ, ὅσοι εἶδαν καὶ ὅσοι ἤκουσαν τὸ θαῦμα, ἐθαύμασαν λέγοντες· Τί ἄνθρωπος εἶναι αὐτός; Εἶναι πολὺ μεγαλύτερος ἀπὸ ὅ,τι τὸν ἐθεωρούσαμεν ἕως τώρα, διότι καὶ οἰ ἄνεμοι καὶ ἡ θάλασσα ὑπακούουν εἱς αὐτόν.
28 Καὶ ἐλθόντι αὐτῷ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν Γεργεσηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης.
Καὶ ὅταν αὐτὸς ἦλθεν εἰς τὸ ἀπέναντι μέρος, εἰς τὴν χώραν τῶν Γεργεσηνῶν, τὸν συνήντησαν δύο δαιμονιζόμενοι, ποὺ ἔβγαιναν ἀπὸ τὰ ἐκεῖ μνήματα, εἰς τὰ ὁποῖα εὐχαριστοῦντο νὰ κατοικοῦν. Ἦσαν δὲ καὶ οἰ δύο ἐπιθετικοὶ καὶ πολὺ ἐπικίνδυνοι, ὥστε νὰ μὴ μπορῇ κανεὶς νὰ περάσῃ ἀπὸ τὸν δρόμον ἐκεῖνον.
29 καὶ ἰδοὺ ἔκραξαν λέγοντες· τί ἡμῖν καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ Θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς;
Καὶ ἔξαφνα ἀπὸ τὸν φόβον των ἐφώναξαν δυνατὰ καὶ εἶπαν· Ποία σχέσις ὑπάρχει μεταξὺ ἠμῶν καὶ σοῦ, Ἰησοῦ υἱὲ τοῦ Θεοῦ; Ἦλθες ἐδῶ πρόωρα, πρὸ τοῦ καιροῦ τῆς παγκοσμίου κρίσεως, διὰ νὰ μᾶς βασανίσῃς;
30 ἦν δὲ μακρὰν ἀπ᾿ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη.
Ὑπῆρχε δὲ μακρὰν ἀπὸ αὐτοὺς κοπάδι ἀπὸ πολλοὺς χοίρους, ποὺ ἔβοσκεν ἐκεῖ.
31 οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες· εἰ ἐκβάλλεις ἡμᾶς, ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων.
Καὶ οἰ δαίμονες τὸν παρεκάλουν λέγοντες· Ἐὰν πρόκειται νὰ μᾶς βγάλῃς ἔξω ἀπ' ἐδῶ, ἐπίτρεψόν μας νὰ ἀπέλθωμεν ες τὸ κοπάδι τῶν χοίρων.
32 καὶ εἶπεν αὐτοῖς· ὑπάγετε. οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τὴν ἀγέλην τῶν χοίρων· καὶ ἰδοὺ ὥρμησε πᾶσα ἡ ἀγέλη τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν.
Καὶ ἐπειδὴ αὐτοί, ποὺ ἔτρεφον τοὺς χοίρους, ἔπραττον τοῦτο παρὰ τὸν μωσαϊκὸν νόμον, ποὺ ἀπηγόρευεν ὡς ἀκάθαρτον τὸ χοιρινὸν κρέας, ὁ Κύριος τιμωρῶν τὴν παρανομίαν ταύτην εἶπεν εἰς τοὺς δαίμονας· Πηγαίνετε. Αὐτοὶ δὲ ἀφοῦ ἐβγῆκαν ἀπὸ τοὺς ἀνθρώπους, ἐπήγαν εἰς τοὺς χοίρους. Καὶ ἰδοὺ μὲ μανίαν ὥρμησεν ὅλον τὸ κοπάδι τῶν χοίρων ἀπὸ τὸ ἐπάνω μέρος τοῦ κρημνοῦ πρὸς τὰ κάτω εἰς τὴν θάλασσαν καὶ ἐπνίγησαν ες τὰ νερὰ τῆς λίμνης.
33 οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων.
Ἐκεῖνοι δέ, ποὺ ἔβοσκαν τοὺς χοίρους, ἔφυγαν καὶ ἀφοῦ ἐπῆγαν εἰς τὴν πόλιν, ἀνήγγειλαν ὅλα, ὅσα συνέβησαν καὶ ἰδιαιτέρως τὸ τί συνέβη μὲ τοὺς δαιμονιζομένους.
34 καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς συνάντησιν τῷ Ἰησοῦ, καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν.
Καὶ ἰδοὺ ὅλοι οἱ κάτοικοι τῆς πόλεως ἐβγῆκαν διὰ νὰ συναντήσουν τὸν Ἰησοῦν, καὶ ὅταν τὸν εἶδαν, τὸν παρεκάλεσαν νὰ φύγῃ ἀπὸ τὰ σύνορά τους, ἐκ φόβου μήπως πάθουν καὶ μεγαλύτερα κακά.
Ερμηνεία Π. Τρεμπέλα