ελ
Καινή Διαθήκη
1 ΤΟΤΕ ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ Πνεύματος πειρασθῆναι ὑπὸ τοῦ διαβόλου,
Τότε ὁ Ἰησοῦς ὡδηγήθη ἀπὸ ἐσωτερικὴν παρακίνησιν τοῦ Ἁγίου Πνεύματος εἰς τὴν ἔρημον, διὰ να πειρασθῇ ὑπὸ τοῦ διαβόλου καὶ ἀγωνισθῇ νικηφόρως κατ’ αὐτοῦ.
2 καὶ νηστεύσας ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα ὕστερον ἐπείνασε.
Καὶ ἀφοῦ ἐνήστευσεν ἐπὶ τεσσαράκοντα ἡμέρας καὶ νύκτας συνεχῶς, χωρὶς να φάγῃ τίποτε κατὰ τὴν περίοδον αὐτήν, ὕστερον ἐπείνασε.
3 καὶ προσελθὼν αὐτῷ ὁ πειράζων εἶπεν· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.
Καὶ τότε τὸν ἐπλησίασεν αὐτός, ποὺ ἔργον ἔχει να πειράζει καὶ νὰ ὠθῇ τὸν ἄνθρωπον εἰς τὴν ἁμαρτίαν, καὶ τοῦ εἶπεν· Ἐὰν εἶσαι υἱὸς τοῦ Θεοῦ, ὅπως ἐμαρτύρησεν ἡ φωνή, ποὺ ἠκούσθη εἰς τὸν Ἰορδάνην, δεῖξε το μὲ θαῦμα. Εἰπὲ οἱ λίθοι αὐτοὶ να γίνουν ἄρτοι.
4 Ὁ δὲ ἀποκριθεὶς εἶπε· γέγραπται, οὐκ ἐπ᾿ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ᾿ ἐπὶ παντὶ ρήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.
Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη καὶ εἶπεν· Εἶναι γραμμένον εἰς τὸ Δευτερονόμιον: δὲν θὰ διατηρηθῇ εἰς τὴν ζωὴν ὁ ἄνθρωπος διὰ μόνου τοῦ ἄρτου, ἄλλα μὲ κάθε προσταγήν, ποὺ θὰ ἐξέλθῃ ἀπὸ τὸ στόμα τοῦ Θεοῦ. Ὅταν τὸ εἶπη ὁ Θεός, καὶ χωρὶς τροφὴν ἀκόμη θὰ ζήσῃ ὁ ἄνθρωπος.
5 Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ ἵστησιν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ
Τότε ὁ διάβολος τὸν παρέλαβε καὶ σηκωμένον διὰ μέσου τοῦ ἀέρος τὸν ἔφερεν εἰς τὴν ἁγίαν πόλιν Ἱερουσαλὴμ καὶ τὸν ἔστησεν ὄρθιον εἰς τὴν κορνίζαν τῆς στέγης τοῦ ναοῦ, ποὺ ἦτο τόσον ὑψηλά, ὥστε ἐζαλίζετο κανείς, ἐὰν ἀπ’ ἐκεῖ ἔβλεπε πρὸς τὰ κάτω,
6 καὶ λέγει αὐτῷ· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτόν κάτω· γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
καὶ λέγει εἰς αὐτόν· Ἐὰν εἶσαι υἱὸς τοῦ Θεοῦ, ρῖψε τὸν ἑαυτόν σου κάτω, διὰ νὰ δειχθῇ φανερὰ εἰς ὅλους ἡ πρὸς σὲ ἀγάπη καὶ προστασία τοῦ Πατρός σου. Διότι ἔχει γραφῆ εἰς τοὺς Ψαλμούς, ὅτι ὁ Θεὸς θὰ δώσῃ ἐντολὴν διὰ σὲ εἰς τοὺς ἀγγέλους του καὶ αὐτοὶ θὰ σὲ σηκώσουν εἰς τὰς χεῖρας, διὰ νὰ μὴ κτυπήσῃς εἰς λίθον τὸν πόδα σου, καὶ νὰ μὴ σοῦ συμβῇ ἡ παραμικρὰ βλάβη.
7 ἔφη αὐτῷ ὁ Ἰησοῦς· πάλιν γέγραπται, οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου.
Εἶπεν ες αὐτὸν ὁ Ἰησοῦς· Ναί· ἀλλ’ ἔχει γραφῆ πάλιν· Δὲν θὰ ἐκθέσῃς εἰς κίνδυνον τὸν ἑαυτόν σου διὰ νὰ δοκιμάσῃς καὶ βεβαιωθῇς διὰ τῶν πραγμάτων, ἐὰν Κύριος ὁ Θεός σου θὰ σὲ προστατεύσῃ.
8 Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν
Πάλιν παρέλαβεν αὐτὸν ὁ διάβολος καὶ τὸν μετέφερεν εἰς ὅρος πολὺ ὑψηλὸν καὶ δεικνύει εἰς αὐτὸν σὰν εἰς πανόραμα ὅλα τὰ βασίλεια τοῦ τότε κόσμου καὶ τὰ πλούτη καὶ τὴν μεγαλοπρέπειαν τῶν πόλεών των καὶ τὸ πλῆθος τῶν κατοίκων των καὶ ὅλην τὴν δόξαν των.
9 καὶ λέγει αὐτῷ· ταῦτα πάντα σοι δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι.
Καὶ εἶπεν εἰς αὐτόν· Ὡς ἄρχων καὶ κυρίαρχος το κόσμου τούτου θὰ σοῦ δώσω ὅλα αὐτὰ ποὺ βλέπεις, ἐὰν πέσῃς κατὰ γῆς καὶ μὲ προσκυνήσῃς ἀναγνωρίζων με ὡς κύριον σου.
10 τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· ὕπαγε ὀπίσω μου, σατανᾶ· γέγραπται γάρ, Κύριον τὸν Θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.
Τότε εἶπεν εἰς αὐτὸν ὁ Ἰησοῦς· Φύγε, σατανᾶ. Διότι ἔχει γραφῆ· Κύριον τὸν Θεόν σου θὰ προσκυνήσῃς καὶ αὐτὸν μόνον θὰ λατρεύσῃς.
11 Τότε ἀφίησιν αὐτὸν ὁ διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.
Τότε ἀφῆκεν αὐτὸν ἀνενόχλητον ὁ διάβολος. Καὶ ἰδοὺ ἄγγελοι ἦλθον πλησίον τοῦ Ἰησοῦ καὶ τὸν ὑπηρέτουν παρέχοντες εἰς αὐτὸν τὰς διακονίας καὶ ἐκδουλεύσεις των.
12 Ἀκούσας δὲ ὁ Ἰησοῦς ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν.
Ὅταν δὲ ἤκουσεν ὁ Ἰησοῦς, ὅτι ὁ Ἰωάννης παρεδόθη ὑπὸ τοῦ βασιλέως Ἀντίπα εἰς φυλακήν, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν.
13 καὶ καταλιπὼν τὴν Ναζαρὲτ ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ,
Καὶ ἀφοῦ ἀφῆκε τὴν Ναζαρέτ, ἦλθε καὶ κατοίκησεν εἰς τὴν Καπερναούμ, ἡ ὁποία ἦτο κτισμένη πλησίον τῆς λίμνης, εἰς τὰ σύνορα τῶν φυλῶν Ζαβουλὼν καὶ Νεφθαλείμ,
14 ἵνα πληρωθῇ τὸ ρηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος·
διὰ νὰ ἐπαληθεύσῃ καὶ πραγματοποιηθῇ ἐκεῖνο, ποὺ εἶπεν ὁ Θεὸς διὰ μέσου τοῦ προφήτου Ἡσαΐου, ὁ ὁποῖος λέγει·
15 γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν,
Ἡ χώρα τῆς φυλῆς Ζαβουλὼν καὶ ἡ χώρα τῆς φυλῆς Νεφθαλείμ, ποὺ ἐκτείνεται πλησίον τῆς θαλάσσης καὶ πέραν ἀπὸ τὸν Ἰορδάνην, πρὸς ἀνατολὰς αὐτοῦ, ἡ Γαλιλαία, εἰς τὴν ὁποίαν κατοικοῦν πολλοὶ ἐθνικοί,
16 ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε φῶς μέγα καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς.
ὁ λαός, ποὺ κάθηται ὡσὰν κρατημένος καὶ ἀκίνητος εἰς τὸ πνευματικὸν σκότος τῆς εἰδωλολατρικῆς πλάνης καὶ τῆς ἀσεβείας, εἶδε φῶς πνευματικὸν μέγα, τὸν Χριστόν, καὶ εἰς ἐκεῖνους, ποὺ κάθηνται εἰς τὴν χώραν, τὴν ὁποίαν σκιάζει τὸ πυκνότατον σκότος τῆς ἁμαρτίας καὶ τοῦ θανάτου, ἔλαμψεν ἐξ οὐρανοῦ φῶς εἰς αὐτούς.
17 Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν· μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
Ἀπὸ τότε ἤρχισεν ὁ Ἰησοῦς νὰ κηρύττῃ συστηματικῶς καὶ νὰ λέγῃ· Μετανοεῖτε, διότι ἐπλησίασαν αἱ ἡμέραι κατὰ τὰς ὁποίας ὁ Μεσσίας μὲ τὴν νέαν, πνευματικήν, ἁγίαν καὶ οὐράνιον ζωήν, ἡ ὁποία θὰ μεταδίδεται ἐν τῇ Ἐκκλησίᾳ του, θὰ ἐγκαθιδρύσῃ καὶ ἐπὶ τῆς γῆς τὴν βασιλείαν τῶν οὐρανῶν.
18 Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφόν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς.
Ἐνῷ δὲ ἐπεριπάτει πλησίον τῆς θαλάσσης τῆς Γαλιλαίας, εἶδε δύο ἀδελφούς, τὸν Σίμωνα, ποὺ μὲ τὸ ὄνομα, τὸ ὁποῖον τοῦ ἔδωκεν ὁ Κύριος, λέγεται Πέτρος, καὶ τὸν Ἀνδρέαν τὸν ἀδελφόν του, οἱ ὁποῖοι ἔρριπταν δίκτυον εἱς τὴν θάλασσαν, διότι ἦσαν ψαράδες.
19 καὶ λέγει αὐτοῖς· δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων.
Καὶ λέγει εἰς αὐτούς· Ἀκολουθήσατέ με καὶ θὰ σᾶς κάμω ἱκανοὺς νὰ ψαρεύετε ἀντὶ ψαριῶν ἀνθρώπους, τοὺς ὁποίους μὲ τὸ δίκτυον τοῦ κηρύγματος θὰ ἑλκύετε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
20 οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.
Αὐτοὶ δὲ ἀμέσως ἄφησαν τὰ δίκτυα καὶ τὸν ἠκολούθησαν.
21 Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῷ καταρτίζοντας τὰ δίκτυα αὐτῶν, καὶ ἐκάλεσεν αὐτούς.
Καὶ ἀφοῦ ἐπροχώρησεν ἀπ’ ἐκεῖ, εἶδεν ἄλλους δύο ἀδελφούς, τὸν Ἰάκωβον τὸν υἱὸν τοῦ Ζεβεδαίου καὶ τὸν Ἰωάννην τὸν ἀδελφόν του, νὰ ἐτοιμάζουν τὰ δίκτυά τους μέσα εἰς τὸ πλοῖον μαζὶ μὲ τὸν πατέρα τους Ζεβεδαῖον. Καὶ τοὺς ἐκάλεσεν.
22 οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ.
Αὐτοὶ δὲ παρευθὺς ἄφησαν τὸ πλοῖον καὶ τὸν πατέρα τους καὶ τὸν ἠκολούθησαν.
23 Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.
Καὶ περιώδευεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς διδάσκων εἰς τὰς συναγωγάς των, ὅπου κάθε Σάββατον ἐμαζεύοντο οἱ Ἑβραῖοι, διὰ νὰ ἀκούσουν τὴν ἀνάγνωσιν τῆς Ἁγίας Γραφῆς καὶ νὰ προσευχηθοῦν. Καὶ ἐκεῖ ἐκήρυττε τὸ χαρμόσυνον ἄγγελμα, ὅτι ἐπλησίαζεν ὁ χρόνος τῆς πνευματικῆς βασιλείας, ποὺ θὰ ἔφερεν εἰς τοὺς ἀνθρώπους τὴν ἀπολύτρωσιν καὶ χαράν· καὶ ἐθεράπευε κάθε εἶδος ἀσθένειαν καὶ ἀδιαθεσίαν μεταξὺ τοῦ λαοῦ.
24 καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις καὶ βασάνοις συνεχομένους, καὶ δαιμονιζομένους καὶ σεληνιαζομένους καὶ παραλυτικούς, καὶ ἐθεράπευσεν αὐτούς·
Καὶ διεδόθη ἡ φήμη του εἰς ὅλην τὴν Συρίαν. Καὶ ἔφεραν εἰς αὐτὸν ὅλους, ὅσοι ὑπέφεραν ἀπὸ ποικίλας νόσους καὶ κατείχοντο ἀπὸ ἀσθενείας βασανιστικάς, καὶ δαιμονιζομένους καὶ σεληνιαζομένους καὶ παραλυτικούς, καὶ τοὺς ἐθεράπευσε.
25 καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας καὶ Δεκαπόλεως καὶ Ἱεροσολύμων καὶ Ἰουδαίας καὶ πέραν τοῦ Ἰορδάνου.
Καὶ τὸν ἠκολούθησαν πολλὰ πλήθη λαοῦ ἀπὸ τὴν Γαλιλαίαν καὶ ἀπὸ τὰς δέκα ἑλληνικὰς πόλεις, ποὺ εἶχαν κτισθῇ κατὰ τὸ πλεῖστον εἰς τὴν ἀνατολικὴν ὄχθην τοῦ Ἰορδάνου, καὶ ἀπὸ τὰ Ἱεροσόλυμα καὶ τὴν Ἰουδαίαν καὶ τὴν χώραν, ποὺ ἐκτείνεται πέραν ἀπὸ τὸν Ἰορδάνην ποταμόν.
Ερμηνεία Π. Τρεμπέλα