ελ
Καινή Διαθήκη
1 ΚΑΙ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς πάντας τοὺς λόγους τούτους εἶπεν τοῖς μαθηταῖς αὐτοῦ·
Καὶ συνέβη, ὅταν ἐτελείωσεν ὁ Ἰησοῦς ὅλους τοὺς λόγους αὐτούς, εἶπεν εἰς τοὺς μαθητάς του·
2 οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι.
Ξεύρετε ὅτι μετὰ δύο ἡμέρας γίνεται ἡ ἑορτὴ τοῦ Πάσχα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου θὰ παραδοθῇ διὰ νὰ σταυρωθῇ.
3 τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ, εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα,
Τότε ἐμαζεύθησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ προεστοὶ τοῦ λαοῦ εἰς τὸ μέγαρον τοῦ ἀρχιερέως, ὁ ὁποῖος ὠνομάζετο Καϊάφας.
4 καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν δόλῳ κρατήσωσι καὶ ἀποκτείνωσιν.
Καὶ συναπεφάσισαν νὰ συλλάβουν τὸν Ἰησοῦν μὲ δόλον καὶ νὰ τὸν φονεύσουν.
5 ἔλεγον δέ· μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ.
Ἔλεγον δέ· Νὰ μὴ γίνῃ τοῦτο κατὰ τὴν ἑορτήν, διὰ νὰ μὴ προκληθῇ ταραχὴ εἰς τὸν λαόν.
6 Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ,
Καὶ ὅταν ὁ Ἰησοῦς ἦλθεν εἰς τὴν Βηθανίαν εἰς τὴν οἰκίαν Σίμωνος τοῦ λεπροῦ,
7 προσῆλθεν αὐτῷ γυνὴ ἀλάβαστρον μύρου ἔχουσα βαρυτίμου, καὶ κατέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἀνακειμένου.
προσῆλθε πρὸς αὐτὸν μία γυναῖκα, ποὺ ἐκράτει ἀγγεῖον ἀπὸ ἀλάβαστρον γεμᾶτο μύρον πολὺ ἀκριβὸν καὶ περιέχυνε τοῦτο εἰς τὴν κεφαλήν του, ἐνῷ ἦτο γερμένος εἰς τὸ τραπέζι.
8 ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἠγανάκτησαν λέγοντες· εἰς τί ἡ ἀπώλεια αὕτη;
Ὅταν δὲ εἶδαν τοῦτο οἱ μαθηταί, ἠγανάκτησαν καὶ ἔλεγαν· Διατὶ νὰ γίνῃ αὐτὴ ἡ ἄσκοπος καὶ χαμένη σπατάλη τοῦ πολυτίμου αὐτοῦ μύρου;
9 ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι πολλοῦ καὶ δοθῆναι τοῖς πτωχοῖς.
Διότι μποροῦσε τὸ μύρον αὐτὸ νὰ πωληθῇ ἀκριβὰ καὶ τὸ ἀντίτιμόν του νὰ δοθῇ εἰς τοὺς πτωχούς.
10 γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· τί κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ.
Ἀλλ’ ὁ Ἰησοῦς ἀντελήφθη τοῦτο καὶ εἶπεν εἰς αὐτούς· Διατὶ ἐνοχλεῖτε τὴν γυναῖκα; Μὴ τὴν πικραίνετε. Διότι ἔργον καλὸν ἔκαμεν εἰς ἐμέ. Τὸ ἔργον αὐτὸ εἶναι διὰ τὴν παροῦσαν περίστασιν προτιμότερον καὶ ἀπὸ αὐτὴν τὴν ἐλεημοσύνην καὶ συνδρομὴν τῶν πτωχῶν.
11 τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ' ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
Διότι τοὺς πτωχοὺς τοὺς ἔχετε πάντοτε μαζί σας καὶ μπορεῖτε ὀποτεδήποτε νὰ τοὺς εὐεργετήσετε. Ἐμὲ ὅμως δὲν μὲ ἔχετε πάντοτε. Καὶ δι’ αὐτὸ μὴ ἐνοχλεῖτε τὴν γυναῖκα δι’ αὐτό,ποὺ ἔκαμε.
12 βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου, πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν.
Διότι ὅταν αὐτὴ ἔχυσε τὸ μύρον τοῦτο εἰς τὸ σῶμά μου, τὸ ἔκαμε διὰ νὰ μὲ ἑτοιμάσῃ πρὸς ταφήν.
13 ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς.
Ἀληθινὰ σᾶς λέγω, ὁπουδήποτε καὶ ἂν κηρυχθῇ τὸ εὐαγγέλιον αὐτό, τὸ ὁποῖον κηρύττω καὶ σᾶς παρέδωκα, εἰς ὅλον τὸν κόσμον δηλαδή, θὰ διαλαληθῇ καὶ αὐτὸ ποὺ ἔκαμεν αὐτή, διὰ νὰ παραμένῃ ἀλησμόνητος ἡ μνήμη τῆς γυναικὸς αὐτῆς.
14 Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς εἶπε·
Τότε ἐπῆγεν ἕνας ἀπὸ τοὺς δώδεκα, αὐτὸς ποὺ ἐλέγετο Ἰούδας Ἰσκαριώτης, εἰς τοὺς ἀρχιερεῖς καὶ εἶπε·
15 τί θέλετέ μοι δοῦναι, καὶ ἐγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια.
τί θέλετε νὰ μοῦ δώσετε καὶ ἐγὼ θὰ σᾶς τὸν παραδώσω; Αὐτοὶ δὲ τοῦ ἐζύγισαν καὶ τοῦ παρέδωκαν ἄργυρον βάρους τριάκοντα διδράχμων, ἀξίας περίπου ὀγδοήκοντα πέντε χρυσῶν δραχμῶν.
16 καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ.
Καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν διὰ νὰ τὸν παραδώσῃ.
17 Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες αὐτῷ· ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα;
Κατὰ δὲ τὴν πρώτην ἀπὸ τὰς ἑπτὰ ἡμέρας, ποὺ διήρκει ἡ ἑορτὴ τῶν ἀζύμων ἢ τοῦ Πάσχα, ἦλθαν οἱ μαθηταὶ εἰς τὸν Ἰησοῦν καὶ τοῦ εἶπαν· Ποὺ θέλεις νὰ σοῦ ἐτοιμάσωμεν νὰ φάγῃς τὸ Πάσχα;
18 ὁ δὲ εἶπεν· ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ· ὁ διδάσκαλος λέγει, ὁ καιρός μου ἐγγύς ἐστι· πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου.
Ὁ δὲ Ἰησοῦς εἶπε· Πηγαίνετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατέ του· ὁ διδάσκαλος λέγει· Ὁ καιρὸς τοῦ πάθους μου πλησιάζει· σκέπτομαι νὰ κάμω μὲ τοὺς μαθητάς μου εἰς τὸ σπίτι σου τὸ καινούργιο Πάσχα καὶ ὅχι ἐκεῖνο, ποὺ ἀπὸ αὔριον τὸ βράδυ θὰ ἀρχίσουν νὰ ἐορτάζουν οἱ Ἰουδαῖοι.
19 καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς, καὶ ἡτοίμασαν τὸ πάσχα.
Καὶ ἔκαμαν οἱ μαθηταί, καθὼς τοὺς παρήγγειλεν ὁ Ἰησοῦς καὶ ἐτοίμασαν τὸ μέρος, ὅπου θὰ ἐγίνετο τὸ Πάσχα.
20 Ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα.
Ὅταν δὲ ἐβράδυασεν, ἦταν γερμένος εἰς τὸ τραπέζι μὲ τοὺς δώδεκα.
21 καὶ ἐσθιόντων αὐτῶν εἶπεν· ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.
Καὶ ἐνῷ ἔτρωγον αὐτοί, εἶπε· Μετὰ βεβαιότητος σᾶς λέγω, ὅτι ἕνας ἀπὸ σᾶς θὰ μὲ παραδώσῃ διὰ προδοσίας εἰς τοὺς ἐχθρούς μου.
22 καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ ἕκαστος αὐτῶν· μήτι ἐγώ εἰμι, Κύριε;
Καὶ μὲ λύπην πολλὴν ἤρχισαν νὰ λέγουν εἰς αὐτὸν καθένας ἀπὸ αὐτούς· μήπως εἶμαι ἐγώ, Κύριε;
23 ὁ δὲ ἀποκριθεὶς εἶπεν· ὁ ἐμβάψας μετ᾿ ἐμοῦ ἐν τῷ τρυβλίῳ τὴν χεῖρα, οὗτός με παραδώσει.
Ὁ δὲ Κύριος ἀπεκρίθη καὶ εἶπεν· Ἐκεῖνος ποὺ ἐβούτηξε μαζί μου εἰς τὸν ζωμὸν τῆς πιατέλλας τὸ χέρι, αὐτὸς θὰ μὲ παραδώσῃ νὰ θανατωθῶ.
24 ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾿ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.
Ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου φεύγει ἀπὸ τὴν παροῦσαν ζωήν, σύμφωνα μὲ τάς προφητείας, ποὺ ἔχουν γραφῆ περὶ αὐτοῦ. Ἀλλοίμονον ὅμως εἰς τὸν ἄνθρωπον ἐκεῖνον, ποὺ γίνεται ὄργανον διὰ νὰ παραδοθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου. Ἦτο συμφερώτερον δι’ αὐτὸν νὰ μὴν εἶχε γεννηθῇ ὁ ἄνθρωπος ἐκεῖνος.
25 ἀποκριθεὶς δὲ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπε· μήτι ἐγώ εἰμι, ραββί; λέγει αὐτῷ, σὺ εἶπας.
Ἀπεκρίθη δὲ ὁ Ἰούδας, ποὺ τὸν παρέδωκε, καὶ εἶπε· Μήπως εἶμαι ἐγώ, διδάσκαλε; Λέγει εἰς αὐτόν· Σὺ εἶπες, ὅτι εἶσαι σύ.
26 Ἐσθιόντων δὲ αὐτῶν λαβὼν ὁ Ἰησοῦς τὸν ἄρτον καὶ εὐχαριστήσας ἔκλασε καὶ ἐδίδου τοῖς μαθηταῖς καὶ εἶπε· λάβετε φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου·
Ἐνῷ δὲ αὐτοὶ ἔτρωγον, ἐπῆρεν εἰς τὰς χεῖρας του ὁ Ἰησοῦς τὸν ἄρτον καὶ ἀφοῦ ηὐχαρίστησε, τὸν ἔκοψεν εἰς τεμάχια καὶ ἔδιδεν εἰς τοὺς μαθητὰς καὶ εἶπε· Λάβετε, φάγετε, τοῦτο εἶναι τὸ σῶμα μου.
27 καὶ λαβὼν τὸ ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων· πίετε ἐξ αὐτοῦ πάντες·
Καὶ ἀφοῦ ἐπῆρε τὸ ποτήριον καὶ ηὐχαρίστησεν, ἔδωκεν εἰς αὐτοὺς καὶ εἶπε· Πίετε ἀπὸ αὐτὸ ὅλοι·
28 τοῦτο γάρ ἐστι τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.
διότι αὐτὸ εἶναι τὸ αἷμα μου, διὰ τοῦ ὁποίου ἐπικυροῦται ἡ νέα Διαθήκη καὶ τὸ ὁποῖον χύνεται πρὸς σωτηρίαν πολλῶν διὰ νὰ συγχωρηθοῦν αἱ ἁμαρτίαι των.
29 λέγω δὲ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπ᾿ ἄρτι ἐκ τούτου τοῦ γεννήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης, ὅταν αὐτὸ πίνω μεθ᾿ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου.
Σᾶς λέγω δέ, ὅτι ἀπὸ τώρα δὲν θὰ ξαναπιῶ ἀπὸ τὸ προϊὸν αὐτὸ καὶ γένημα τῆς ἀμπέλου μέχρι τῆς ἡμέρας ἐκείνης, ὅταν εὐφραινόμενος θὰ τὸ πίνω μαζί σας καὶ καινούργιο καὶ πολὺ πιὸ χαρμόσυνον εἰς τὴν βασιλείαν τοῦ Πατρός μου. Ὁ μυστικὸς οὗτος δεῖπνος δηλαδὴ εἶναι πρόγευμα τῆς τελείας κοινωνίας καὶ ἑνώσεώς μας, ἡ ὁποία θὰ πραγματοποιηθῇ ἐν ἀτελευτήτῳ εὐφροσύνη καὶ χαρὰ εἰς τὴν μέλλουσαν ἐν οὐρανοῦ βασιλείαν.
30 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν. τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς·
Καὶ ἀφοῦ ἔψαλαν ὕμνον, ἐβγῆκαν εἰς τὸ ὅρος τῶν Ἐλαιῶν. Τότε λέγει εἰς αὐτοὺς ὁ Ἰησοῦς·
31 πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, γέγραπται γάρ, πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης·
Κατὰ τὴν νύκτα αὐτὴν ὅλοι σεῖς θὰ κλονισθῆτε εἰς τὴν πρὸς ἐμὲ πίστιν σας. Διότι ἔχει γραφῆ εἰς τὸν Ζαχαρίαν· Θὰ ἐπιτρέψω ἐγὼ ὁ Θεὸς καὶ Πατὴρ νὰ κτυπηθῇ καὶ νὰ θανατωθῇ ὁ ποιμήν, ἤτοι ἐγὼ ὁ Χριστός, καὶ θὰ διασκορπισθοῦν τὰ πρόβατα τοῦ κοπαδιοῦ, τουτέστι σεῖς οἱ μαθηταί μου.
32 μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.
Ὅταν ὅμως ἀναστηθῶ, θὰ σᾶς προλάβω εἰς τὴν Γαλιλαῖαν, ὅπου θὰ ὑπάγω προτήτερα ἀπὸ σᾶς καὶ θὰ σᾶς περιμένω, ἐκεῖ δὲ θὰ συναντηθῶμεν πάλιν.
33 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ δὲ οὐδέποτε σκανδαλισθήσομαι.
Ἀλλ’ ὁ Πέτρος ἀπεκρίθη καὶ εἶπε πρὸς αὐτόν· Ἐὰν ὅλοι κλονισθοῦν εἰς τὴν πρὸς σὲ πίστιν, ἐγὼ ὅμως οὐδέποτε θὰ σκανδαλισθῶ.
34 ἔφη αὐτῷ ὁ Ἰησοῦς· ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με.
Εἶπεν εἰς αὐτὸν ὁ Ἰησοῦς· Ἐν πάσῃ ἀλήθεια σὲ βεβαιῶ, ὅτι κατ’ αὐτὴν τὴν νύκτα προτοῦ νὰ λαλήσῃ ὁ πετεινός, θὰ μὲ ἀρνηθῇς τρεῖς φοράς.
35 λέγει αὐτῷ ὁ Πέτρος· κἂν δέῃ με σύν σοι ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. ὁμοίως δὲ καὶ πάντες οἱ μαθηταὶ εἶπον.
Λέγει εἰς αὐτὸν ὁ Πέτρος· Καὶ ἂν ἀκόμῃ χρειασθῇ νὰ ἀποθάνω ἐγὼ μαζί σου, κατ’ οὐδένα λόγον θὰ σὲ ἀρνηθῶ. Παρόμοια δὲ εἶπον καὶ ὅλοι οἱ μαθηταί.
36 Τότε ἔρχεται μετ᾿ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς· καθίσατε αὐτοῦ ἕως οὗ ἀπελθὼν προσεύξωμαι ἐκεῖ.
Τότε ὁ Ἰησοῦς ἔρχεται μαζὶ μὲ αὐτοὺς εἰς κάποιο ἀγρόκτημα, ποὺ ἐλέγετο Γεθσημανῆ, καὶ εἶπεν εἰς τοὺς μαθητάς· Καθίσατε αὐτοῦ ἕως ὄτου ὑπάγω καὶ προσευχηθῶ ἐκεῖ.
37 καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱούς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν.
Καὶ ἀφοῦ ἐπῆρε μαζί του τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς τοῦ Ζεβεδαίου, ἤρχισε νὰ λυπῆται καὶ νὰ στενοχωρῆται πολύ.
38 τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετ᾿ ἐμοῦ.
Τότε τοὺς λέγει ὁ Ἰησοῦς· Καταλυπημένη εἶναι ἡ ψυχή μου μέχρι σημείου, ποὺ νὰ κινδυνεύω νὰ ἀποθάνω ἀπὸ τὴν λύπην. Μείνατε ἐδῶ καὶ ἀγρυπνεῖτε μαζί μου.
39 καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων· πάτερ μου, εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ᾿ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾿ ὡς σύ.
Καὶ ἀφοῦ ἐπροχώρησεν ὀλίγον, ἔπεσε μὲ τὸ πρόσωπον κατὰ γῆς καὶ προσηύχετο καὶ ἔλεγε· Πάτερ μου, ἐὰν εἶναι δυνατὸν νά, συμβιβασθῇ πρὸς τὸ περὶ σωτηρίας τῶν ἀνθρώπων σχέδιόν σου, ἂς περάσῃ ἀπὸ ἐμὲ τὸ ποτήριον αὐτὸ τοῦ πάθους. Ὄχι ὅμως νὰ γίνῃ ὅπως θέλω ἐγώ, ἀλλ’ ὅπως θέλεις σύ.
40 καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ᾿ ἐμοῦ!
Καὶ ἔρχεται εἰς τοὺς μαθητὰς καὶ τοὺς εὑρίσκει νὰ κοιμῶνται καὶ λέγει εἰς τὸν Πέτρον· Τόσην δύναμιν εἴχατε, ὥστε δεν ἠμπορέσατε μίαν ὥραν νὰ μείνετε μαζί μου ἄγρυπνοι;
41 γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.
Ἀγρυπνεῖτε καὶ προσεύχεσθε διὰ νὰ μὴ πέσετε εἰς πειρασμόν, ποὺ θὰ σᾶς παρασύρῃ εἰς τὴν ἁμαρτίαν τῆς ἄρνησεως καὶ τοῦ σκανδαλισμοῦ σας δι’ ἐμέ. Τὸ βάθος τῆς ψυχῆς σας ναὶ πρόθυμον νὰ ὑπακούῃ εἰς τὸ καθῆκον, τὸ σαρκικὸν φρόνημα ὅμως κάμνει τὴν ἀνθρωπίνην φύσιν ἀδύνατον καὶ παρασύρει τὸν ἄνθρωπον παρὰ τὴν ἀγαθὴν διάθεσιν του εἰς τὸ κακόν.
42 πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων· πάτερ μου, εἰ οὐ δύναται τοῦτο τὸ ποτήριον παρελθεῖν ἀπ᾿ ἐμοῦ ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου.
Πάλιν διὰ δευτέραν φορὰν ἐπῆγε καὶ προσηυχήθη λέγων· Πάτερ μου, ἐὰν δὲν εἶναι δυνατὸν τὸ ποτήριον αὐτὸ νὰ παρέλθῃ ἀπὸ ἐμέ, καὶ δὲν μπορῇ νὰ γίνῃ διαφορετικὰ παρὰ νὰ πίω τὸ ποτήριον, ἂς γίνῃ τὸ θέλημά σου.
43 καὶ ἐλθὼν εὑρίσκει αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι.
Καὶ σὰν ἦλθε, πάλιν τοὺς εὗρε νὰ κοιμῶνται, διότι ἦσαν τὰ μάτια τους βαριὰ ἀπὸ τὸν νυσταγμόν.
44 καὶ ἀφεὶς αὐτοὺς ἀπελθὼν πάλιν προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπών·
Καὶ ἀφήσας αὐτούς, ἐπῆγε πάλιν καὶ προσηυχήθη διὰ τρίτην φορὰν καὶ εἶπε τὰ αὐτὰ λόγια τῆς προσευχῆς.
45 τότε ἔρχεται πρὸς τοὺς μαθητὰς αὐτοῦ καὶ λέγει αὐτοῖς· καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε! ἰδοὺ ἤγγικεν ἡ ὥρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν.
Τότε ἔρχεται πρὸς τοὺς μαθητάς του καὶ τοὺς λέγει· Ἐξακολουθεῖτε λοιπὸν νὰ κοιμᾶσθε καὶ νὰ ἀναπαύεσθε! Ἰδοὺ πλησίασεν ἡ ὥρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδεται εἰς χεῖρας ἁμαρτωλῶν.
46 ἐγείρεσθε ἄγωμεν· ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με.
Σηκωθῆτε, ἂς ὑπάγωμεν πρὸς συνάντησίν των. Ἰδοὺ ἐπλησίασεν αὐτὸς ποὺ μὲ παραδίδει.
47 Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθε, καὶ μετ᾿ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ.
Καὶ ἐνῷ ὁ Ἰησοῦς ὡμίλει ἀκόμη, ἰδοὺ ὁ Ἰούδας, ἕνας ἀπὸ τοὺς δώδεκα, ἦλθε καὶ μαζί του πλῆθος πολὺ ὡπλισμένος μὲ μαχαίρας καὶ μὲ ρόπαλα, τὸ ὁποῖον εἶχεν ἀποσταλῆ ἀπὸ τοὺς ἀρχιερεῖς καὶ τοὺς πρεσβυτέρους τοῦ λαοῦ.
48 ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων· ὃν ἂν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτόν.
Ἐκεῖνος δὲ ποὺ τὸν παρέδωκεν, εἶχε δώσει εἰς αὐτοὺς προσυμφωνημένον σημεῖον καὶ εἶπεν· Ἐκεῖνον ποὺ θὰ φιλήσω, αὐτὸς εἶναι· συλλάβετέ τον, προσέχοντες νὰ μὴ σᾶς διαφύγῃ·
49 καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπε· χαῖρε, ραββί, καὶ κατεφίλησεν αὐτόν.
Καὶ ἀμέσως ἐπλησίασε τὸν Ἰησοῦν καὶ εἶπε· Χαῖρε, διδάσκαλε. Καὶ τὸν ἐφίλησε μὲ προσποιητὴν ἐγκαρδιότητα.
50 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· ἑταῖρε, ἐφ᾿ ᾧ πάρει; τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν.
Ὁ δὲ Ἰησοῦς τοῦ εἶπε· Σύντροφε, ἄφησε τὸ φίλημα καὶ κάμε ἐκεῖνο, διὰ τὸ ὁποῖον ἦλθες καὶ εὐρίσκεσαι τώρα ἐδῶ. Τότε ἐπλησίασαν καὶ ἔβαλαν τὰς χεῖρας ἐπὶ τοῦ Ἰησοῦ καὶ τὸν συνέλαβον.
51 καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασε τὴν μάχαιραν αὐτοῦ, καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον.
Καὶ ἰδοὺ ἕνας ἀπὸ ἐκείνους, ποὺ ἦσαν μαζὶ μὲ τὸν Ἰησοῦν, ἄπλωσε τὸ χέρι του καὶ ἔβγαλε τὸ μαχαίρι του. Καὶ ἀφοῦ ἐκτύπησε τὸν δοῦλον τοῦ ἀρχιερέως, τοῦ ἔκοψε τὸ αὐτί.
52 τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀπόστρεψόν σου τὴν μάχαιραν εἰς τὸν τόπον αὐτῆς· πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρᾳ ἀποθανοῦνται.
Τότε τοῦ εἶπεν ὁ Ἰησοῦς· Γύρισε πίσω τὴν μάχαιράν σου εἰς τὴν θήκην της· διότι ὅλοι ὅσοι ἐπῆραν μάχαιραν διὰ νὰ τὴν χρησιμοποιήσουν κατὰ τοῦ πλησίον, μὲ μάχαιραν θὰ ἀποθάνουν.
53 ἢ δοκεῖς ὅτι οὐ δύναμαι ἄρτι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι πλείους ἢ δώδεκα λεγεῶνας ἀγγέλων;
Ἢ νομίζεις, ὅτι δὲν μπορῶ τώρα νὰ παρακαλέσω τὸν Πατέρα μου καὶ νὰ παρατάξῃ εἰς τὸ πλευρόν μου περισσοτέρας ἀπὸ δώδεκα λεγεῶνας ἀγγελῶν;
54 πῶς οὖν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὕτω δεῖ γενέσθαι;
Ἀλλ’ ἐὰν ζητήσω τὴν βοήθειαν τῶν ἀγγέλων, πῶς λοιπὸν θὰ πληρωθοῦν καὶ θὰ ἐπαληθεύσουν αἱ προφητεῖαι τῶν Γραφῶν, αἱ ὁποῖαι λέγουν, ὅτι ἔτσι πρέπει νὰ γίνῃ καὶ ἔτσι πρέπει ὁ Μεσσίας νὰ θανατωθῇ;
55 Ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις· ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με· καθ᾿ ἡμέραν πρὸς ὑμᾶς ἐκαθεζόμην διδάσκων ἐν τῷ ἱερῷ, καὶ οὐκ ἐκρατήσατέ με.
Ἐκείνην τὴν ὥραν εἶπεν ὁ Ἰησοῦς πρὸς τοὺς ὄχλους· Σὰν νὰ ἐπρόκειτο περὶ λῃστοῦ, ἐβγήκατε μὲ μαχαίρας καὶ μὲ ρόπαλα νὰ μὲ πιάσετε. Κάθε ἡμέρα κοντά σας ἐκαθήμην διδάσκων μέσα εἰς τὸ ἱερὸν καὶ δὲν μὲ συνελάβετε.
56 τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. Τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον.
Ὅμως αὐτὸ ὅλον ἔγινε διὰ νὰ πληρωθοῦν καὶ ἀληθεύσουν ὅσα προφητικῶς ἔγραψαν οἱ προφῆται. Τότε ὅλοι οἱ μαθηταὶ τὸν ἀφῆκαν καὶ ἔφυγαν.
57 Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν.
Οὗτοι δέ, ἀφοῦ ἔπιασαν τὸν Ἰησοῦν, τὸν ἔφεραν εἰς τὸν Καϊάφαν τὸν Ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι ἐμαζεύθησαν.
58 ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως, καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος.
Ὁ δὲ Πέτρος τὸν ἠκολούθει ἀπὸ μακρὰν μέχρι τοῦ προαυλίου τοῦ σπιτιοῦ τοῦ ἀρχιερέως καὶ ἀφοῦ ἐμβῆκεν εἰς τὴν ἐσωτερικὴν αὐλήν, ἐκάθητο μαζὶ μὲ τοὺς ὑπηρέτας διὰ νὰ ἴδῃ, πῶς θὰ ἐτελείωνεν ἡ ὑπόθεσις.
59 Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ ὅπως θανατώσωσιν αὐτόν,
Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ ὅλα τὰ μέλη τοῦ συνεδρίου, ἀφοῦ ἦτο ἀδύνατον νὰ εὔρουν μαρτυρίαν ἀληθῆ ἐναντίον τοῦ Ἰησοῦ, ἐζήτουν ψευδομαρτυρίαν κατ’ αὐτοῦ, διὰ νὰ τὸν θανατώσουν,
60 καὶ οὐχ εὗρον· καὶ πολλῶν ψευδομαρτύρων προσελθόντων, οὐχ εὗρον. ὕστερον δὲ προσελθόντες δύο ψευδομάρτυρες
καὶ δὲν ηὖραν. Καὶ μολονότι ἦλθαν πρὸς ἐξέτασιν πολλοὶ ψευδομάρτυρες, δὲν ηὖραν. Ὕστερον δὲ ἀπὸ πολλά, ἦλθαν ἐμπρὸς εἰς τὸ δικαστήριον δύο ψευδομάρτυρες
61 εἶπον· οὗτος ἔφη, δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ Θεοῦ καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι αὐτόν.
καὶ εἶπαν· Αὐτὸς εἶπεν· ἠμπορῶ νὰ κρημνίσω τὸν ναὸν τοῦ Θεοῦ καὶ μέσα εἰς τρεῖς ἡμέρας νὰ κτίσω αὐτόν.
62 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· οὐδὲν ἀποκρίνῃ; τί οὗτοί σου καταμαρτυροῦσιν;
Καὶ ἀφοῦ ἐσηκώθη ὄρθιος ὁ ἀρχιερεύς, εἶπεν εἰς αὐτόν· Δὲν ἀποκρίνεσαι τίποτε; Τί σὲ κατηγοροῦν αὐτοί;
63 ὁ δὲ Ἰησοῦς ἐσιώπα. καὶ ἀποκριθεὶς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ.
Ὁ Ἰησοῦς ὅμως ἐσιώπα. Καὶ ἀπεκρίθη ὁ ἀρχιερεὺς καὶ τοῦ εἶπε· Σὲ ὁρκίζω εἰς τὸν Θεόν, ὁ ὁποῖος ζῇ καὶ τιμωρεῖ τοὺς ἐπιόρκους, νὰ μᾶς εἴπῃς, ἐὰν εἶσαι σὺ ὁ Χριστός, ὁ υἱὸς τοῦ Θεοῦ.
64 λέγει αὐτῷ ὁ Ἰησοῦς· σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπ᾿ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.
Λέγει εἰς αὐτὸν ὁ Ἰησοῦς· Τὸ εἶπες σύ, ὅτι εἶμαι ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ. Ἀλλ’ ὅμως σᾶς λέγω, ὅτι ἀπὸ τώρα θὰ ἰδῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου, τὸν Θεάνθρωπον Μεσσίαν, νὰ κάθηται εἰς τὰ δεξιὰ τοῦ παντοδυνάμου Θεοῦ καὶ νὰ ἔρχεται ἐπάνω εἰς τὰ συννεφα τοῦ οὐρανοῦ ὡς ἔνδοξος Κριτής.
65 τότε ὁ ἀρχιερεὺς διέρρηξε τὰ ἱμάτια αὐτοῦ λέγων ὅτι ἐβλασφήμησε· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἴδε νῦν ἠκούσατε τὴν βλασφημίαν αὐτοῦ.
Τότε ὁ ἀρχιερεὺς ἐκδηλώνων ὑποκριτικῶς τὴν ἀγανάκτησιν καὶ ἀποδοκιμασίαν αὐτοῦ κατὰ τῆς φρικτῆς βλασφημίας ποὺ ἠκούσθη, ἔσχισε τὰ ρούχα του κατὰ συνήθειαν, ποὺ ἐπεκράτει μεταξὺ τῶν Ἰουδαίων, καὶ εἶπεν ὅτι ὁ κατηγορούμενος ἐβλασφήμησε. Τί μᾶς χρειάζονται πλέον μάρτυρες; Νά, τώρα ἠκούσατε τὴν βλασφημίαν.
66 τί ὑμῖν δοκεῖ; οἱ δὲ ἀποκριθέντες εἶπον· ἔνοχος θανάτου ἐστί.
Τί γνώμην ἔχετε; Οὔτοι δὲ ἀπεκρίθησαν καὶ εἶπον· Εἶναι ἔνοχος ἐγκλήματος, ποὺ τιμωρεῖται μὲ θάνατον.
67 τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐρράπισαν
Τότε τὸν ἔπτυσαν εἰς τὸ πρόσωπόν του καὶ τοῦ ἔδωσαν σβερκιές, ἄλλοι δὲ τὸν ἐρράπισαν
68 λέγοντες· προφήτευσον ἡμῖν Χριστέ, τίς ἐστιν ὁ παίσας σε;
λέγοντες· Προφήτευσέ μας, Χριστέ, ποῖος εἶναι ἐκεῖνος, ποὺ σὲ ἐκτύπησε;
69 Ὁ δὲ Πέτρος ἔξω ἐκάθητο ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα· καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου.
Ὁ δὲ Πέτρος ἐκάθητο ἔξω εἰς τὴν αὐλήν. Καὶ τὸν ἐπλησίασε μία μικρὰ ὑπηρέτρια καὶ τοῦ εἶπε· Καὶ σὺ ἤσουν μαζὶ μὲ τὸν Ἰησοῦν τὸν Γαλιλαῖον.
70 ὁ δὲ ἠρνήσατο ἔμπροσθεν αὐτῶν πάντων λέγων· οὐκ οἶδα τί λέγεις.
Αὐτὸς δὲ ἠρνήθη ἐμπρὸς εἰς ὅλους αὐτοὺς καὶ εἶπε· Δὲν ξεύρω τι λέγεις.
71 ἐξελθόντα δὲ αὐτὸν εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ λέγει αὐτοῖς· ἐκεῖ καὶ οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου.
Ὅταν δὲ ἐβγῆκεν εἰς τὴν ἐξώπορταν καὶ τὸ προαύλιον, τὸν εἶδεν ἄλλη καὶ εἶπεν εἰς αὐτούς, ποὺ ἦσαν μαζευμένοι· Ἐκεῖ ἦτο καὶ αὐτὸς μαζὶ μὲ τὸν Ἰησοῦν τὸν Ναζωραῖον.
72 καὶ πάλιν ἠρνήσατο μεθ᾿ ὅρκου ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον.
Καὶ πάλιν ἠρνήθη μὲ ὅρκον, ὅτι δὲν γνωρίζω τὸν ἄνθρωπον.
73 μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ· ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ· καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ.
Ὕστερον δὲ ἀπὸ ὀλίγον, ἀφοῦ ἐπλησίασαν ἐκεῖνοι, ποὺ ἐστέκοντο ἐκεῖ, εἶπαν εἰς τὸν Πέτρον· Πράγματι καὶ σὺ ἀπὸ αὐτοὺς εἶσαι. Γιατὶ καὶ ἡ προφορὰ τῆς ὁμιλίας σου σὲ φανερώνει.
74 τότε ἤρξατο καταναθεματίζειν καὶ ὀμνύειν ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον· καὶ εὐθέως ἀλέκτωρ ἐφώνησε.
Τότε ἤρχισε νὰ καταρᾶται τὸν ἑαυτόν του καὶ νὰ ὁρκίζεται, ὅτι δὲν ἠξεύρω τὸν ἄνθρωπον. Καὶ ἀμέσως ὁ πετεινὸς ἐλάλησε.
75 καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ρήματος Ἰησοῦ εἰρηκότος αὐτῷ ὅτι πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με· καὶ ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς.
Καὶ ἐνεθυμήθη ὁ Πέτρος τὸν λόγον τοῦ Ἰησοῦ, ποὺ τοῦ εἶχεν εἴπει, ὅτι προτοῦ ὁ πετεινὸς λαλήσῃ θὰ μὲ ἀρνηθῇς τρεῖς φοράς. Καὶ ἀφοῦ ἐβγῆκεν ἔξω ἀπὸ τὴν ἐξώπορταν καὶ τὸ προαύλιον ἔκλαυσε πικρά.
Ερμηνεία Π. Τρεμπέλα