ελ
Καινή Διαθήκη
1 ΚΑΙ ἀποκριθεὶς ὁ Ἰησοῦς πάλιν εἶπεν αὐτοῖς ἐν παραβολαῖς λέγων·
Καὶ ἀπεκρίθη ὁ Ἰησοῦς πάλιν εἰς αὐτοὺς μὲ παραβολὰς λέγων·
2 ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ.
Ἠ βασιλεία τῶν οὐρανῶν ὁμοιάζει πρὸς ἄνθρωπον βασιλέα, ποὺ ἔκαμε χαρὲς γάμου διὰ τὸν υἱόν του.
3 καὶ ἀπέστειλε τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν.
Καὶ ἀπέστειλε τοὺς δούλους του διὰ νὰ καλέσῃ αὐτούς, ποὺ εἶχαν προσκληθῇ εἰς τοὺς γάμους, καὶ ἐκεῖνοι δὲν ἤθελαν νὰ ἔλθουν.
4 πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων· εἴπατε τοῖς κεκλημένοις· ἰδοὺ τὸ ἄριστόν μου ἡτοίμασα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους.
Πάλιν ἀπέστειλε ἄλλους δούλους λέγων· εἶπατε εἰς τοὺς καλεσμένους· ἰδοὺ ἐτοίμασα τὸ μεσημεριανό μου τραπέζι· οἱ ταῦροι μου καὶ τὰ θρεφτάρια εἶναι σφαγμένα καὶ ὅλα εἶναι ἕτοιμα. Ἔλθετε εἰς τοὺς γάμους.
5 οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ὁ μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὁ δὲ εἰς τὴν ἐμπορίαν αὐτοῦ·
Αὐτοὶ ὅμως ἀδιαφόρησαν καὶ ἔφυγαν, ἄλλος μὲν εἰς τὸ χωράφι του, ἄλλος δὲ εἰς τὴν ἐμπορικήν του ἐπιχείρησιν.
6 οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν.
Οἱ δὲ ὑπόλοιποι, ἀφοῦ ἔπιασαν τοὺς δούλους του, ὕβρισαν καὶ ἐφόνευσαν αὐτούς.
7 ἀκούσας δὲ ὁ βασιλεὺς ἐκεῖνος ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσε τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησε.
Ἀλλ’ ὅταν ἤκουσε ταῦτα ὁ βασιλεὺς ἐκεῖνος, ἐθύμωσε, καὶ ἀφοῦ ἔστειλε τὰ στρατεύματά του, ἐξωλόθρευσε τοὺς φονεῖς ἐκεῖνους καὶ κατέκαυσε τὴν πόλιν τους. (Καὶ τὴν τιμωρίαν αὐτὴν ἔλαβον οἱ Ἰουδαῖοι καὶ τὰ Ἱεροσόλυμα, τοὺς ὁποίους ὑπονοεῖ ἡ παραβολή).
8 τότε λέγει τοῖς δούλοις αὐτοῦ· ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι·
Τότε λέγει εἰς τοὺς δούλους του· Τὸ τραπέζι τοῦ γάμου εἶναι ἔτοιμον· οἱ προσκαλεσμένοι ὅμως δὲν ἦσαν ἄξιοι νὰ λάβουν μέρος εἰς αὐτό.
9 πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ἐὰν εὕρητε καλέσατε εἰς τοὺς γάμους,
Πηγαίνετε λοιπὸν εἰς τὰ σταυροδρόμια καὶ τὰ τρίστρατα καὶ ὅσους τύχῃ νὰ εὕρετε ἐκεῖ, καλέσατέ τους εἰς τοὺς γάμους.
10 καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας ὅσους εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων.
Καὶ ἀφοῦ ἐβγῆκαν οἱ δοῦλοι ἐκεῖνοι εἰς τοὺς δρόμους, ἐμάζευσαν ὅλους ὅσους ηὔραν, κακοὺς καὶ καλούς, καὶ ἐγέμισεν η αἴθουσα τοῦ γάμου ἀπὸ ἀνθρώπους, ποῦ ἐκάθησαν εἰς τὸ τραπέζι. (Καὶ αὐτὸ ἐπραγματοποιήθη μὲ τὴν Ἐκκλησίαν, εἰς τὴν ὁποίαν ἐκλήθησαν καὶ προσῆλθον οἱ εἰδωλολάτραι πιστεύσαντες).
11 εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου,
Ὅταν δὲ ἐμβῆκεν ὁ βασιλεὺς διὰ νὰ ἴδη τοὺς καθισμένους εἰς τὸ τραπέζι, εἶδεν ἐκεῖ ἄνθρωπον, ποῦ δὲν ἐφοροῦσεν ἔνδυμα γάμου. Δὲν εἶχε δηλαδὴ μαζὶ μὲ τὴν πίστιν καὶ τὸν καρπὸν τῆς πίστεως, τουτέστι τὰς ἀρετάς.
12 καὶ λέγει αὐτῷ· ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; ὁ δὲ ἐφιμώθη.
Καὶ λέγει εἰς αὐτόν· Φίλε, πῶς ἐμβῆκες ἐδῶ, χωρὶς νὰ ἔχῃς ἔνδυμα γάμου; Εὔκολον ἦτο νὰ ἀπευθυνθῇς εἰς τὴν ὑπηρεσίαν μου καὶ νὰ σοῦ προμηθεύσῃ τοιοῦτον. Αὐτὸς δὲ ἀπεστομώθη.
13 τότε εἶπεν ὁ βασιλεὺς τοῖς διακόνοις· δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας ἄρατε αὐτὸν καὶ ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
Τότε εἶπεν ὁ βασιλεὺς εἰς τοὺς ὑπηρέτας· Ἀφοῦ τοῦ δέσετε χέρια καὶ πόδια, πάρτε τον καὶ ρίψατέ τον ἔξω εἰς τὸ σκότος τὸ πιὸ βαθύ, ποὺ εἶναι μακρυὰ ἀπὸ τὴν βασιλείαν τοῦ Θεοῦ. Ἐκεῖ θὰ εἶναι ὁ κλαυθμὸς καὶ τὸ τρίξιμο τῶν δοντιῶν.
14 πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.
Διότι πολλοὶ εἶναι οἱ καλεσμένοι εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, ὀλίγοι ὅμως εἶναι ἐκλεκτοί, ποὺ ἔχουν τὰς ἀρετάς, καὶ θὰ κληρονομήσουν τὴν βασιλείαν αὐτήν.
15 Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ.
Τότε ἀφοῦ ἐπῆγαν οἱ Φαρισαῖοι εἰς τὸν τόπον τῶν συσκέψεών τους, συνεφώνησαν νὰ τὸν πιάσουν εἰς παγίδα μὲ λόγον.
16 καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν λέγοντες· διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων·
Καὶ τοῦ ἀποστέλλουν τοὺς μαθητάς των μαζὶ μὲ ἐκεῖνους, ποὺ ἀνῆκον εἰς τὸ κόμμα τοῦ Ἡρῴδου, καὶ τοῦ εἶπαν· Διδάσκαλε, γνωρίζομεν, ὅτι εἶσαι εἰλικρινὴς καὶ ἀληθὴς καὶ διδάσκεις μὲ τὴν ἀλήθειαν καὶ χωρὶς ψέματα τὸν δρόμον τοῦ Θεοῦ καὶ δὲν σὲ μέλει γιὰ τίποτε· διότι δὲν ἐπηρεάζεσαι ἀπὸ σκέψεις καὶ ἰδέας ἀνθρώπων, οὔτε χαρίζεσαι εἰς πρόσωπα.
17 εἰπὲ οὖν ἡμῖν, τί σοι δοκεῖ; ἔξεστι δοῦναι κῆνσον Καίσαρι ἢ οὔ;
Εἰπέ μας λοιπόν, ποίαν γνώμην ἔχεις; Ἐπιτρέπεται ἢ δὲν ἑπιτρέπεται νὰ δώσωμεν κεφαλικὸν φόρον εἰς τὸν Καίσαρα καὶ νὰ ἀναγνωρίσωμεν ἔτσι ὅτι εἴμεθα ὑποτελεῖς καὶ δοῦλοι τοῦ Καίσαρος; Ἐσκόπευαν δὲ οἱ Φαρισαῖοι ἢ νὰ κινήσουν κατ’ αὐτοῦ τὴν ὀργὴν τοῦ πλήθους, ἐὰν ἐπέτρεπε τὴν πληρωμὴν τοῦ φόρου, ἢ νὰ τὸν καταγγείλουν διὰ τῶν Ἠρωδιανῶν ὡς ἐπαναστάτην, ἐὰν ἀπηγόρευε τὴν πληρωμὴν τοῦ φόρου.
18 γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπε· τί με πειράζετε, ὑποκριταί;
Ὁ Ἰησοῦς ὅμως ἀντελήφθη τὴν πονηρίαν τους καὶ εἶπε· διατὶ μὲ ἐκθέτετε εἰς πειρασμόν, ὦ ὑποκριταί;
19 ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον.
Δείξατέ μου τὸ νόμισμα, μὲ τὸ ὁποῖον πληρώνεται ὁ φόρος. Αὐτοὶ δὲ τοῦ ἔφεραν ἕνα δηνάριον, τὸ ὁποῖον ὡς νόμισμα ρωμαϊκὸν ἔφερεν ἐπάνω τὴν εἰκόνα καὶ τὴν ἐπιγραφὴν τοῦ Καίσαρος.
20 καὶ λέγει αὐτοῖς· τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή;
Καὶ τότε δεικνύων τὸ νόμισμα τοὺς λέγει· Ποίου εἶναι αὐτὴ ἡ εἰκόνα καὶ ἡ ἐπιγραφή;
21 λέγουσιν αὐτῷ· Καίσαρος· τότε λέει αὐτοῖς· ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.
Λέγουν εἰς αὐτὸν· τοῦ Καίσαρος. Τότε τοὺς εἶπε· Δώσατε λοιπὸν ὀπίσω εἰς τὸν Καίσαρα ἐκεῖνα, ποῦ ἀνήκουν εἰς τὸν Καίσαρα· καὶ εἰς τὸν Θεὸν δώσατε ἐκεῖνα, ποῦ ἀνήκουν εἰς τὸν Θεόν. Εἰς τὸν Καίσαρα καὶ εἰς τοὺς ἄρχοντας ἀνήκουν οἱ φόροι καὶ ὁ σεβασμὸς καὶ ἡ ὑποταγὴ εἰς τοὺς νόμους, ἐφ’ ὅσον δὲν παραβλάπτουν ταῦτα τὴν εὐσέβειαν. Ἡ ψυχή σας ὅμως καὶ ὁλόκληρον τὸ ἐσωτερικόν σας καὶ ὁ ἑαυτός σας ὅλος ἀνήκουν εἰς τὸν Θεόν.
22 καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.
Καὶ ὅταν ἤκουσαν τὴν ἀπάντησιν, ἐθαύμασαν καὶ ἀφοῦ τὸν ἄφησαν, ἔφυγαν.
23 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, οἱ λέγοντες μὴ εἶναι ἀνάστασιν. καὶ ἐπηρώτησαν αὐτὸν
Κατ’ ἐκείνην τὴν ἡμέραν τὸν ἐπλησίασαν οἱ Σαδδουκαῖοι, οἱ ὁποῖοι ἔλεγαν, ὅτι δὲν ὑπάρχει ἀνάστασις νεκρῶν, καὶ τὸν ἡρώτησαν
24 λέγοντες· διδάσκαλε, Μωσῆς εἶπεν, ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
λέγοντες· Διδάσκαλε, ὁ Μωϋσῆς εἶπεν· Ἐὰν κανεὶς ἀποθάνῃ χωρὶς νὰ ἀποκτήσῃ παιδιά, πρέπει νὰ νυμφευθῇ ὁ ἀδελφός του τὴν γυναῖκα του καὶ νὰ γεννήσῃ ἀπόγονον εἰς τὸν ἀδελφόν του.
25 ἦσαν δὲ παρ᾿ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος γαμήσας ἐτελεύτησε, καὶ μὴ ἔχων σπέρμα ἀφῆκε τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ·
Ἦσαν δὲ μεταξύ μας ἑπτὰ ἀδελφοί. Καὶ ὁ πρῶτος, ἀφοῦ ἦλθεν εἰς γάμον, ἀπέθανε καὶ ἐπειδὴ δὲν εἶχε παιδιά, ἀφῆκε τὴν γυναῖκα του εἰς τὸν ἀδελφόν του·
26 ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά.
Κατὰ τὸν ἴδιον τρόπον καὶ ὁ δεύτερος καὶ ὁ τρίτος ἐνυμφεύθησαν τὴν αὐτὴν γυναῖκα, μέχρις οὗ καὶ οἱ ἑπτὰ ἔλαβον αὐτήν.
27 ὕστερον δὲ πάντων ἀπέθανε καὶ ἡ γυνή.
Ὕστερον δὲ ἀπὸ ὅλους ἀπέθανε καὶ ἡ γυνή.
28 ἐν τῇ οὖν ἀναστάσει τίνος τῶν ἑπτὰ ἔσται ἡ γυνή; πάντες γὰρ ἔσχον αὐτήν.
Κατὰ τὴν ἀνάστασιν λοιπὸν ποίου σύζυγος ἐκ τῶν ἑπτὰ θὰ εἶναι ἡ γυνή; Διότι ὅλοι τὴν εἶχαν γυναῖκα.
29 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ.
Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη καὶ τοὺς εἶπε· Πλανᾶσθε καὶ δὲν γνωρίζετε οὔτε τὰς Γραφάς, αἱ ὁποῖαι δὲν ὑποστηρίζουν ὑλιστικὰς καὶ παχυλὰς ἀντιλήψεις περὶ ἀναστάσεως, ὅπως φαντάζεσθε τὴν ἀνάστασιν σεῖς, αὔτε τὴν δύναμιν τοῦ Θεοῦ, διὰ τὴν ὁποίαν τίποτε δὲν εἶναι ἀδύνατον ἢ δύσκολον.
30 ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε ἐκγαμίζονται, ἀλλ᾿ ὡς ἄγγελοι Θεοῦ ἐν οὐρανῷ εἰσι.
Πλανᾶσθε δὲ καὶ δὲν ἐννοεῖτε τὸ ἀληθὲς νόημα τῶν Γραφῶν, διότι δὲν ξεύρετε, ὅτι εἰς τὴν ἀνάστασιν οὔτε οἱ ἄνδρες ἔρχονται εἰς γάμον, οὔτε αἱ γυναῖκες δίδονται εἰς γάμον, ἀλλ’ εἶναι ὅλοι σὰν ἄγγελοι Θεοῦ εἰς τὸν οὐρανόν.
31 περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ρηθὲν ὑμῖν ὑπὸ τοῦ Θεοῦ λέγοντος,
Διὰ τὴν ἀνάστασιν δὲ τῶν νεκρῶν δὲν ἀνεγνώσατε ἐκεῖνο, ποῦ σᾶς ἐλέχθη ἀπὸ τὸν Θεόν, ὁ ὁποῖος εἰς καιρόν, ποὺ πρὸ πολλοῦ εἶχον ἀποθάνει οἱ τρεῖς πατριάρχαι, εἶπεν·
32 ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ; οὐκ ἔστιν ὁ Θεὸς Θεὸς νεκρῶν, ἀλλὰ ζώντων.
Ἐγὼ εἶμαι ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ; Δὲν εἶναι ὁ Θεός, Θεὸς νεκρῶν, ποὺ κατάντησαν εἰς ἀνυπαρξίαν, ὅπως φαντάζεσθε σεῖς, ἀλλ’ εἶναι Θεὸς ζωντανῶν. Καὶ οἱ πατριάρχαι λοιπόν, μολονότι εἶναι πεθαμένοι, ζοῦν.
33 καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
Καὶ ὅταν ἤκουσαν αὐτὰ τὸ πλῆθος τοῦ λαοῦ ἐκυριεύθησαν ἀπὸ ἔκπληξιν καὶ βαθὺν θαυμασμὸν διὰ τὴν διδαχήν του.
34 Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσε τοὺς Σαδδουκαίους, συνήχθησαν ἐπὶ τὸ αὐτό,
Οἱ δὲ Φαρισαῖοι, ὅταν ἤκουσαν, ὅτι ἀπεστόμωσε τοὺς Σαδδουκαίους, ἐμαζεύθησαν εἰς τὸ αὐτὸ μέρος ὅπου ἦτο καὶ ὁ Ἰησοῦς μετὰ τῶν Σαδδουκαίων,
35 καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν, νομικός, πειράζων αὐτὸν καὶ λέγων·
καὶ ἕνας ἀπὸ αὐτοὺς νομοδιδάσκαλος ἠρώτησε δοκιμάζων αὐτόν, σὰν ποίαν ἀπόκρισιν θὰ ἔδιδε, καὶ λέγων·
36 διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ;
Διδάσκαλε, ποία ἐντολὴ εἶναι ἡ πιὸ μεγάλη μέσα εἰς τὸν νόμον;
37 ὁ δὲ Ἰησοῦς ἔφη αὐτῷ· ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου.
Ὁ δὲ Ἰησοῦς τοῦ εἶπεν· Ὀφείλεις νὰ ἀγαπᾷς Κύριον τὸν Θεόν σου μὲ ὅλην σου τὴν καρδίαν, ὥστε αὐτὸν ἐξ ὁλοκλήρου νὰ ποθῇς, καὶ μὲ ὅλην σου τὴν ψυχήν, ὥστε ὁλόκληρος ἡ θέλησίς σου εἰς αὐτὸν νὰ εἶναι παραδομένη, καὶ μὲ τὸν νοῦν σου ὁλόκληρον, ὥστε αὐτὸν πάντοτε νὰ σκέπτεσαι.
38 αὕτη ἐστὶ πρώτη καὶ μεγάλη ἐντολή.
Αὐτὴ εἶναι ἡ πρώτη καὶ μεγάλη ἐντολή.
39 δευτέρα δὲ ὁμοία αὐτῇ· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
Δευτέρα δὲ ἐντολὴ ὁμοία πρὸς αὐτὴν εἶναι· Νὰ ἀγαπᾷς τὸν πλησίον σου, ὅπως ἀγαπᾷς τὸν ἑαυτόν σου.
40 ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται.
Εἰς αὐτὰς τὰς δύο ἐντολὰς ὅλος ὁ νόμος καὶ ἡ διδασκαλία τῶν προφητῶν στηρίζονται.
41 Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς
Ἐνῷ δὲ ἦσαν συναγμένοι οἱ Φαρισαῖοι, τοὺς ἐρώτησεν ὁ Ἰησοῦς
42 λέγων· τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος υἱός ἐστι; λέγουσιν αὐτῷ· τοῦ Δαυΐδ.
λέγων· Τί ἰδέαν ἔχετε περὶ τοῦ Μεσσίου, ποὺ θὰ ἀναδειχθῇ καὶ θὰ χρισθῇ τοιοῦτος ἀπὸ αὐτὸν τὸν Θεόν; Τίνος ἀπόγονος εἶναι; Λέγουν εἰς αὐτόν· Εἶναι ἀπόγονος τοῦ Δαβίδ.
43 λέγει αὐτοῖς· πῶς οὖν Δαυΐδ ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ λέγων,
Λέγει εἰς αὐτούς· Πῶς λοιπὸν ὁ Δαβὶδ ἐμπνεόμενος ἀπὸ τὸ Ἅγιον Πνεῦμα τὸν ἀποκαλεῖ Κύριον, ὅταν λέγῃ:
44 εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου;
Εἶπεν ὁ Κύριος καὶ Θεὸς εἰς τὸν Κύριόν μου Χριστόν· Κάθησε ἐπὶ τοῦ θρόνου μου εἰς τὰ δεξιά μου, μέχρις ὅτου θέσω τοὺς ἐχθρούς σου σὰν ἄλλο ὑποστήριγμα, ποὺ θὰ ἀκουμποῦν καὶ θὰ πατοῦν ἐπάνω τὰ πόδια σου. Ἀλλ’ οἱ πάπποι ποτὲ δὲν καλοῦν τὰ ἐγγόνια καὶ τρισέγγονα τῶν κυρίους των. Οὔτε στέκει ποτὲ οἱ πρόγονοι νὰ προσφωνοῦν τοὺς ἀπογόνους των κυρίους.
45 εἰ οὖν Δαυΐδ καλεῖ αὐτὸν Κύριον, πῶς υἱός αὐτοῦ ἐστι;
Ἐὰν λοιπὸν ὁ Δαβὶδ τὸν ἀποκαλῇ Κύριον, πῶς εἶναι υἱὸς καὶ ἀπόγονός του; Αὐτὸ σημαίνει ὅτι ὁ Μεσσίας δὲν εἶναι μόνον υἱὸς τοῦ Δαβίδ, ἀλλὰ καὶ υἱὸς τοῦ Θεοῦ καὶ ὡς τοιοῦτος εἶναι καὶ κύριος τοῦ Δαβίδ.
46 καὶ οὐδεὶς ἐδύνατο αὐτῷ ἀποκριθῆναι λόγον, οὐδὲ ἐτόλμησέ τις ἀπ᾿ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.
Καὶ κανεὶς δὲν ἠμπόρεσε νὰ τοῦ ἀποκριθῇ οὔτε λέξιν, οὐδὲ ἐτόλμησε κανεὶς ἀπὸ τὴν ἡμέραν ἐκείνην νὰ τὸν ἐρωτήσῃ πλέον.
Ερμηνεία Π. Τρεμπέλα