ελ
Καινή Διαθήκη
1 ΚΑΙ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα καὶ ἦλθον εἰς Βηθσφαγῆ πρὸς τὸ ὄρος τῶν ἐλαιῶν, τότε ὁ Ἰησοῦς ἀπέστειλε δύο μαθητὰς
Καὶ ὅταν ἐπλησίασαν εἰς τὰ Ἱεροσόλυμα καὶ ἦλθαν εἰς τὴν Βηθσφαγῆ, πλησίον τοῦ ὅρους τῶν Ἐλαιῶν, τότε ὁ Ἰησοῦς ἀπέστειλε δύο μαθητὰς
2 λέγων αὐτοῖς· πορεύθητε εἰς τὴν κώμην τὴν ἀπέναντι ὑμῶν, καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ᾿ αὐτῆς· λύσαντες ἀγάγετέ μοι.
καὶ τοὺς εἶπε· Πηγαίνετε εἰς τὸ χωριό, ποῦ βλέπετε ἀπέναντί σας, καὶ ἀμέσως θὰ εὕρητε μίαν ὅνον δεμένην καὶ ἕνα πουλάρι μαζί της. Ἀφοῦ τὴν λύσετε, φέρτε μου καὶ τὰ δύο ἐδῶ.
3 καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι ὁ Κύριος αὐτῶν χρείαν ἔχει· εὐθέως δὲ ἀποστέλλει αὐτούς.
Καὶ ἐὰν σᾶς εἴπῃ κανεὶς τίποτε, θὰ εἴπητε, ὅτι ὁ Κύριος τὰ χρειάζεται· ἀμέσως δὲ θὰ σᾶς τὰ ἐπιστρέψῃ καὶ θὰ σᾶς τὰ ἀποστείλῃ.
4 τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ρηθὲν διὰ τοῦ προφήτου λέγοντος·
Αὐτὸ δὲ ἔγινε διὰ νὰ πραγματοποιηθῇ ἐκεῖνο, ποὺ ἐλέχθη διὰ μέσου τοῦ προφήτου, ὁ ὁποῖος εἶπε·
5 εἴπατε τῇ θυγατρὶ Σιών, ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραυ±ς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου.
Εἴπατε εἰς τὴν θυγατέρα Σιών, δηλαδὴ εἰς τὴν Ἱερουσαλήμ· Ἰδοὺ ὁ βασιλεύς σου, ὁ Μεσσίας, ἔρχεται εἰς σὲ πρᾶος καὶ καθισμένος ἐπάνω εἰς ὄνον καὶ εἰς πουλάρι γέννημα ζώου, ποὺ ἐμβῆκεν εἰς ζυγόν.
6 πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς προσέταξεν αὐτοῖς ὁ Ἰησοῦς,
Ἀφοῦ δὲ ἐπῆγαν οἱ μαθηταὶ καὶ ἔκαμαν ὅπως τοὺς διέταξεν ὁ Ἰησοῦς,
7 ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον, καὶ ἐπέθηκαν ἐπάνω αὐτῶν τὰ ἱμάτια αὐτῶν, καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν.
ἔφεραν τὴν ὅνον καὶ τὸ πουλάρι καὶ ἐπειδὴ δὲν ἤξευραν εἰς ποῖον ἀπὸ τὰ δύο θὰ καθίσῃ ὁ διδάσκαλος, ἔβαλαν τὰ ἐξωτερικά τους φορέματα ἐπάνω εἰς αὐτὰ καὶ ὁ Ἰησοῦς ἐκάθησεν ἐπάνω εἰς τὰ φορέματα, ποὺ εἶχαν τεθῆ εἰς τὸ πουλάρι.
8 ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ, ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ.
Καὶ τὸ περισσότερον πλῆθος τοῦ λαοῦ ἔστρωσαν εἰς τὸν δρόμον, ἀπὸ τὸν ὁποῖον διέβαινεν ὁ Χριστός, τὰ ἐξωτερικά τους ροῦχα διὰ νὰ περάσῃ ἐπ’ αὐτῶν, ἄλλοι δὲ ἔκοπταν κλάδους ἀπὸ τὰ δένδρα καὶ τοὺς ἔστρωναν εἰς τὸν δρόμον.
9 οἱ δὲ ὄχλοι οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες· ὡσαννὰ τῷ υἱῷ Δαυΐδ· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
Τὰ δὲ πλήθη τοῦ λαοῦ, ὅσα ἐπροπορεύοντο καὶ ὅσα ἀκολουθοῦσαν, μὲ δυνατὲς φωνὲς ἔλεγον· Δόξα εἰς τὸν ἀπόγονον τοῦ Δαβίδ, ποὺ ἕως τώρα τὸν ἐπεριμέναμεν. Δοξασμένος νὰ εἶναι αὐτός, ποὺ ἔρχεται σταλμένος ἀπὸ τὸν Κύριον. Δόξα σοι ἂς κράζουν καὶ οἱ ἐν τοῖς ὑψίστοις τοῦ οὐρανοῦ ἄγγελοι.
10 καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα· τίς ἐστιν οὗτος;
Καὶ ὅταν αὐτὸς ἐμβῆκεν εἰς τὰ Ἱεροσόλυμα, συνεκινήθησαν καὶ ἐσηκώθησαν ἐπὶ ποδὸς ὅλοι οἱ κάτοικοι τῆς πόλεως λέγοντες· Ποῖος εἶναι αὐτός;
11 οἱ δὲ ὄχλοι ἔλεγον· οὗτός ἔστιν Ἰησοῦς ὁ προφήτης ὁ ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας.
Τὰ δὲ πλήθη τοῦ λαοῦ ἔλεγον· Αὐτὸς εἶναι ὁ Ἰησοῦς ὁ προφήτης, ποὺ κατάγεται ἀπὸ τὴν Ναζαρὲτ τῆς Γαλιλαίας.
12 Καὶ εἰσῆλθεν ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν τοῦ Θεοῦ, καὶ ἐξέβαλε πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψε καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς,
Καὶ ἐμβῆκεν ὁ Ἰησοῦς εἰς τὸν ἱερὸν ναόν, τὸν ἀφιερωμένον εἰς τὸν Θεόν, καὶ ἔβγαλεν ἔξω ὅλους ἐκείνους ποὺ ἐπώλουν καὶ ἠγόραζον εἰς τὸ ἱερὸν προαύλιον τῶν ἐθνῶν, καὶ τὰς τραπέζας τῶν ἀργυραμοιβῶν ἀναποδογύρισε, καθὼς καὶ τὰ καθίσματα, ὅπου ἐκάθηντο αὐτοὶ ποὺ ἐπώλουν τὰς περιστεράς.
13 καὶ λέγει αὐτοῖς· γέγραπται, ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.
Καὶ λέγει εἰς αὐτούς· Εἶναι γραμμένον εἰς τὸν Ἡσαΐαν· Ὁ οἶκος μου θὰ ὀνομασθῇ οἶκος προσευχῆς. Σεῖς δὲ τὸν ἐκάματε σπήλαιον, ποὺ συχνάζουν λῃσταί, ἀφοῦ μὲ τὰς αἰσχροκερδείας σας κατακλέπτετε καὶ λῃστεύετε τοὺς προσκυνητάς.
14 Καὶ προσῆλθον αὐτῷ χωλοὶ καὶ τυφλοὶ ἐν τῷ ἱερῷ καὶ ἐθεράπευσεν αὐτούς.
Καὶ τὸν ἐπλησίασαν κουτσοὶ καὶ τυφλοὶ εἰς τὸ ἱερὸν καὶ τοὺς ἐθεράπευσεν.
15 ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἃ ἐποίησε καὶ τοὺς παῖδας κράζοντας ἐν τῷ ἱερῷ καὶ λέγοντας, ὡσαννὰ τῷ υἱῷ Δαυΐδ, ἠγανάκτησαν
Ὅταν δὲ εἶδαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἔργα, ποὺ ἔκαμεν ὁ Ἰησοῦς, καὶ τὰ παιδιά, ποῦ ἐφωναζαν μέσα εἰς τὸ ἱερὸν καὶ ἔλεγαν· Δόξα εἰς τὸν ἀπόγονον τοῦ Δαβίδ, ἠγανάκτησαν
16 καὶ εἶπον αὐτῷ· ἀκούεις τί οὗτοι λέγουσιν; ὁ δὲ Ἰησοῦς λέγει αὐτοῖς· ναί· οὐδέποτε ἀνέγνωτε ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον;
καὶ εἶπαν εἰς αὐτόν· Ἀκούεις, τὶ λέγουν αὐτοί; Ὁ δὲ Ἰησοῦς λέγει εἰς αὐτούς· Ναί. Δὲν ἀνεγνώσατε ποτέ, ὅτι ἀπὸ τὸ στόμα νηπίων καὶ μικρῶν παιδιῶν, ποῦ θηλάζουν ἀκομη, ἔφτιασες, ὦ Θεέ, τέλειον ὕμνον; Διατὶ λοιπὸν ἀγανακτεῖτε, σὰν νὰ ἀνέχωμαι κάτι, ποὺ δὲν τὸ ἐπροφήτευσε τὸ Πνεῦμα τοῦ Θεοῦ;
17 καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως εἰς Βηθανίαν καὶ ηὐλίσθη ἐκεῖ.
Καὶ ἀφοῦ τοὺς ἀφῆκεν, ἐβγῆκεν ἔξω ἀπὸ τὴν πόλιν εἰς τὴν Βηθανίαν καὶ ἐπέρασε τὴν νύκτα του ἐκεῖ.
18 Πρωΐας δὲ ἐπανάγων εἰς τὴν πόλιν ἐπείνασε·
Ὅταν δὲ τὸ πρωῒ ἐπέστρεφεν εἰς τὴν πόλιν, ἐπείνασε.
19 καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ ἦλθεν ἐπ᾿ αὐτήν, καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον, καὶ λέγει αὐτῇ· μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα. καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ.
Καὶ ὅταν εἶδε κάποιαν συκῆν εἰς τὸν δρόμον, ἦλθε πλησίον της καὶ δὲν ηὗρε τίποτε ἐπάνω της παρὰ φύλλα μόνον, ἀκριβῶς ὅπως καὶ ἡ συναγωγὴ τῶν Ἰουδαίων τότε φύλλα μόνον καὶ ἐξωτερικοὺς τύπους, ὅχι δὲ καὶ καρποὺς ἀρετῆς εἶχε νὰ ἐπιδείξῃ. Καὶ διὰ νὰ δώσῃ μάθημα περὶ τοῦ ποία θὰ εἶναι ἡ τύχη κάθε ἀνθρώπου ἀκάρπου σὰν τὴν συκῆν, λέγει εἰς αὐτήν· Νὰ μὴ βγῇ ποτὲ πλέον ἀπὸ σὲ καρπὸς εἰς τὸν αἰῶνα. Καὶ ἐξηράνθη ἀμέσως ἡ συκῆ.
20 καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες· πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ;
Καὶ ὅταν εἶδαν αὐτὸ οἱ μαθηταί, ἐθαύμασαν καὶ εἶπαν· Πῶς ἀμέσως, εἰς τὴν ἰδίαν στιγμὴν ἐξηράνθη ἡ συκῆ;
21 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε, ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται·
Ἀπεκρίθη δὲ ὁ Ἰησοῦς καὶ τοὺς εἶπεν· Ἐν πάσῃ ἀληθείᾳ σᾶς βεβαιῶ, ἐὰν ἔχετε πίστιν εἰς τὴν δύναμιν τοῦ Θεοῦ καὶ δὲν διστάσετε, ὅτι θὰ λάβετε καὶ σεῖς δύναμιν θαυματουργόν, ὅχι μόνον τὸ θαῦμα τῆς συκῆς θὰ κάμετε, ἀλλ’ ἀκόμη καὶ ἐὰν εἰς τὸ ὅρος αὐτὸ εἴπητε· Σήκω καὶ πέσε εἰς τὴν θάλασσαν, θὰ γίνῃ.
22 καὶ πάντα ὅσα ἐὰν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες, λήψεσθε.
Καὶ ὅλα ὅσα ζητήσετε εἰς τὴν προσευχὴν μὲ πίστιν εἰς τὴν δύναμιν τοῦ Θεοῦ, θὰ τὰ λάβετε.
23 Καὶ ἐλθόντι αὐτῷ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες· ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, καὶ τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτην;
Καὶ ὅταν αὐτὸς ἦλθεν εἰς τὸν ναόν, τὸν ἐπλησίασαν τὴν ὥραν, ποὺ ἐδίδασκεν, οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ καὶ τοῦ εἶπαν· Μὲ ποίαν ἐξουσίαν ἐνεργεῖς αὐτά; Καὶ ποῖος σοῦ ἔδωκε τὸ δικαίωμα νὰ διώχνῃς ἀπὸ τὸν ναὸν τοὺς ἀνθρώπους καὶ νὰ διδάσκῃς μέσα εἰς τὸν ἱερὸν αὐτὸν τόπον;
24 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴητέ μοι, κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ τοὺς εἶπε· Θὰ σᾶς ἐρωτήσω καὶ ἐγὼ ἕνα λόγον, εἰς τὸν ὁποῖον ἐὰν μοῦ ἀπαντήσετε, θὰ σᾶς εἶπω καὶ ἐγὼ μὲ ποίαν ἐξουσίαν κάνω αὐτά, ποὺ ἔκαμα.
25 τὸ βάπτισμα Ἰωάννου πόθεν ἦν, ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; οἱ δὲ διελογίζοντο παρ' ἑαυτοῖς λέγοντες· ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν, διατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ·
Τὸ βάπτισμα τοῦ Ἰωάννου, ὁ ὁποῖος ἐμαρτύρησε δι’ ἐμὲ καὶ ὑπῆρξε πρόδρομός μου, ἀπὸ ποῦ ἦτο; Ἀπὸ τὸν Θεὸν ἢ ἀπὸ ἐπινόησιν καὶ ἐντολὴν ἀνθρώπων; Αὐτοὶ δὲ ἐσυλλογίζοντο μέσα τους καὶ ἔλεγαν: Ἐὰν εἴπωμεν, ὅτι ἦτο ἐκ Θεοῦ, θὰ μᾶς εἴπῃ: Διατὶ λοιπὸν δὲν ἐπιστεύσατε εἰς αὐτόν;
26 ἐὰν δὲ εἴπωμεν, ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον, πάντες γὰρ ἔχουσι τὸν Ἰωάννην ὡς προφήτην.
Ἐὰν δὲ εἴπωμεν, ὅτι ἦτο κατ’ ἐντολὴν ἀνθρώπων, φοβούμεθα, μήπως μᾶς κακοποιήσῃ ὁ λαός. Διότι ὅλοι τιμοῦν τὸν Ἰωάννην ὡς προφήτην.
27 καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπον· οὐκ οἴδαμεν. ἔφη αὐτοῖς καὶ αὐτός· οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
Καὶ αὐτοὶ ποὺ ἰσχυρίζοντο, ὅτι ἦσαν οἱ ἀνεγνωρισμένοι διδάσκαλοι τοῦ Ἰσραήλ, ἀπεκρίθησαν εἰς τὸν Ἰησοῦν καὶ εἶπαν· Δὲν ξεύρομεν. Εἶπεν εἰς αὐτοὺς καὶ αὐτός· Ἀφοῦ ξεφεύγετε καὶ δὲν εἶσθε εἰλικρινεῖς, οὔτε ἐγὼ σᾶς λέγω μὲ ποῖον δικαίωμα πράττω αὐτά.
28 Τί δὲ ὑμῖν δοκεῖ; ἄνθρωπός τις εἶχε τέκνα δύο, καὶ προσελθὼν τῷ πρώτῳ εἶπε· τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνί μου.
Τί δὲ σᾶς φαίνεται δι’ αὐτό, ποὺ θὰ σᾶς εἴπω; Ἔνας ἄνθρωπος εἶχε δύο υἱούς. Καὶ ἐλθὼν εἰς τὸν πρῶτον τοῦ εἶπε· Παιδί μου, πήγαινε σήμερον καὶ δούλεψε εἰς τὸ ἀμπέλι μου.
29 ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐ θέλω· ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθε.
Αὐτὸς δὲ ἀπεκρίθη καὶ εἶπε· Δὲν θέλω νὰ ὑπάγω. Ὕστερον ὅμως μετεμελήθη καὶ ἐπῆγε.
30 καὶ προσελθὼν τῷ δευτέρῳ εἶπεν ὡσαύτως. ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἐγώ, κύριε· καὶ οὐκ ἀπῆλθε.
Καὶ ἀφοῦ ἦλθεν εἰς τὸν δεύτερον υἱόν, εἶπε τὰ ἴδια. Αὐτὸς δὲ ἀπεκρίθη καὶ εἶπεν· Ἐγώ, κύριε, πηγαίνω. Καὶ δὲν ἐπῆγε.
31 τίς ἐκ τῶν δύο ἐποίησε τὸ θέλημα τοῦ πατρός; λέγουσιν αὐτῷ· ὁ πρῶτος. λέγει αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.
Ποῖος ἀπὸ τοὺς δύο ἔκαμε τὸ θέλημα τοῦ πατρός; Λέγουν εἰς αὐτόν, ὁ πρῶτος· λέγει εἰς αὐτοὺς ὁ Ἰησοῦς· Ἀληθῶς σᾶς λέγω, ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι, αἱ ὁποῖαι ἐν τῇ ἀρχῇ ἐπέδειξαν ἀπείθειαν εἰς τὸν νόμον τοῦ Θεοῦ, προλαμβάνουν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ σᾶς τοὺς Φαρισαίους καὶ γραμματεῖς, οἱ ὁποῖοι μὲ λόγους μόνον ἐδείξατε ὑπακοὴν εἰς τὸν Θεόν, εἰς τὰ πράγματα ὅμως ὑπήρξατε ἀπειθεῖς καὶ ἄπιστοι.
32 ἦλθε γὰρ πρὸς ὑμᾶς Ἰωάννης ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες οὐ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ.
Διότι ἦλθε πρὸς σᾶς ὁ Ἰωάννης κηρύττων συμπεριφορὰν καὶ βίον συμμορφωμένον πρὸς τὰς ἀπαιτήσεις τῆς δικαιοσύνης καὶ δὲν ἐπιστεύσατε εἰς αὐτόν. Οἱ τελῶναι ὅμως καὶ αἱ πόρναι ἐπίστευσαν εἰς αὐτόν. Σεῖς δέ, ὅταν τοὺς εἴδατε νὰ πιστεύουν, οὐδὲ κὰν ὕστερον μετεμελήθητε, ὥστε νὰ πιστεύσετε καὶ σεῖς εἰς αὐτόν.
33 Ἄλλην παραβολὴν ἀκούσατε. ἄνθρωπός τις ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκε καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν.
Ἄλλην παραβολὴν ἀκούσατε. Ἦτο κάποιος οἰκοκύρης, ὁ Θεὸς δηλαδή, ὁ ὁποῖος ἐφύτευσεν ἄμπελον, τὸ ἰουδαϊκον ἔθνος τουτέστι. Καὶ ἔλαβεν ἰδιαιτέραν πρόνοιαν δι’ αὐτήν. Ἔβαλε δηλαδὴ τριγύρω ἀπ’ αὐτὴν φράκτην καὶ ἔσκαψε μέσα εἰς αὐτὴν ληνὸν καὶ ἔκτισε πύργον διὰ νὰ μένουν οἱ φύλακες καὶ ἐργάται, καὶ τὴν ἐνεπιστεύθη εἰς γεωργούς, εἰς τοὺς ἀρχιερεῖς καὶ εἰς τοὺς ἄρχοντας τοῦ λαοῦ, καὶ ἀνεχώρησεν εἰς ἄλλην χώραν.
34 ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλε τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ.
Ὅταν δὲ ἐπλησίασεν ὁ καιρὸς τῆς ἐσοδείας, ἀπέστειλε τοὺς δούλους του, τοὺς προφήτας, πρὸς τοὺς γεωργοὺς διὰ νὰ παραλάβουν τοὺς καρπούς του, διὰ νὰ διαπιστώσουν δηλαδὴ τὴν εἰς τὸν Θεὸν ἀφοσίωσιν καὶ τὰ ἔργα τῆς ἀρετῆς, τὰ ὁποῖα ὤφειλεν ὁ λαὸς αὐτὸς ὕστερα ἀπὸ τὴν τόσην εὔνοιαν καὶ πρόνοιαν τοῦ Θεοῦ νὰ καρποφορήσῃ ὡς ἄλλη καλλιεργημένη ἄμπελος.
35 καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν.
Καὶ οἱ γεωργοί, οἱ ἄρχοντες τοῦ Ἰσραὴλ τουτέστιν, ἀφοῦ συνέλαβαν τοὺς δούλους του, ἄλλον μὲν ἔδειραν, ἄλλον δὲ ἐφόνευσαν, ἄλλον δὲ ἐλιθοβόλησαν.
36 πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως.
Πάλιν ἀπέστειλεν ὁ οἰκοκύρης ἄλλους δούλους περισσοτέρους ἀπὸ τοὺς πρώτους, καὶ ἔκαμαν εἰς αὐτοὺς τὰ ἴδια.
37 ὕστερον δὲ ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων· ἐντραπήσονται τὸν υἱόν μου.
Ὕστερον δὲ ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱόν του λέγων· Πρέπει τουλάχιστον οἱ ἄνθρωποι αὐτοὶ νὰ ἐντραποῦν τὸν υἱόν μου.
38 οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ.
Οἱ γεωργοὶ ὅμως, ὅταν εἶδαν τὸν υἱόν, τὸν Ἰησοῦν Χριστὸν δηλαδή, τὸν ἐνανθρωπήσαντα υἱὸν τοῦ Θεοῦ, εἶπαν μεταξύ τους· αὐτὸς εἶναι ὁ κληρονόμος· ἐλᾶτε, ἂς τὸν φονεύσωμεν καὶ ἂς καταλάβωμεν τὴν κληρονομίαν του γινόμενοι ἀνενόχλητοι πλέον κύριοι καὶ ἐκμεταλλευταὶ τῆς Ἰουδαϊκῆς συναγωγῆς.
39 καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος, καὶ ἀπέκτειναν.
Καὶ ἀφοῦ τὸν ἔπιασαν, τὸν ἔβγαλαν ἔξω ἀπὸ τὴν ἄμπελον καὶ τὸν ἐφόνευσαν.
40 Ὃταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις;
Ὅταν λοιπὸν ἔλθῃ ὁ κύριος τῆς ἀμπέλου, τί εἶναι δίκαιον νὰ κάνῃ εἰς τοὺς καλλιεργητὰς ἐκείνους;
41 λέγουσιν αὐτῷ· κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν.
Λέγουσιν εἰς αὐτόν· Θὰ ἐξολοθρεύσῃ μὲ θάνατον κακὸν αὐτοὺς ποὺ τόσον κακοὶ εἶναι, καὶ τὴν ἄμπελον θὰ ἐνοικιάσῃ εἰς ἄλλους γεωργούς, οἱ ὁποῖοι θὰ δώσουν εἰς αὐτὸν τοὺς ὀφειλομένους καρποὺς εἰς τὰς ἐποχάς των. Πράγματι δέ, ἀφοῦ ἐξωλόθρευσε τοὺς Ἰουδαίους καὶ κατέστρεψε διὰ τῶν Ρωμαίων τὴν Ἱερουσαλήμ, παρέδωκε τὴν ἄμπελόν του, τὸν νέον Ἰσραὴλ τῆς χάριτος, εἰς τοὺς Ἀποστόλους καὶ τοὺς διαδόχους των πρὸς καρποφόρον καλλιέργειαν.
42 λέγει αὐτοῖς ὁ Ἰησοῦς· οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;
Λέγει εἰς αὐτοὺς ὁ Ἰησοῦς· Δὲν ἀνεγνώσατε ποτὲ εἰς τάς Γραφάς· Λίθον, τὸν ὁποῖον ἀπέρριψαν ὡς ἀκατάλληλον οἱ κτίσται, αὐτὸς ἔγινε τῆς ὅλης οἰκοδομῆς κεφαλὴ καὶ ἀκρογωνιαῖος λίθος· ἀπὸ τὸν Κύριον ἔγινε τοῦτο καὶ εἶναι θαυμαστὸν εἰς τὰ μάτια ἡμῶν τῶν πιστῶν; Ἤτοι ἐγώ, τὸν ὁποῖον ὡς ἄλλον λίθον ἀπέρριψαν ὡς ἀκατάλληλον ἐν τῇ οἰκοδομὴ τοῦ Θεοῦ αὐτοί, ποὺ μὲ τὴν διδασκαλίαν τῶν ἔργον καὶ καθῆκον ἔχουν νὰ σᾶς οἰκοδομοῦν, ἔγινα τῆς ὅλης οἰκοδομῆς κεφαλὴ καὶ συνήνωσα τοὺς λαοὺς εἰς μίαν Ἐκκλησίαν. Τὸ θαυμαστὸν δὲ εἰς τὰ μάτια ὅλων τῶν πιστῶν γεγονὸς τοῦτο ἔγινε ἀπὸ τὸν Κύριον.
43 διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφ᾿ ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς·
Διὰ τοῦτο σᾶς λέγω, ὅτι θὰ ἀφαιρεθῇ ἀπὸ σᾶς ἡ βασιλεία καὶ ἡ ἰδιαιτέρα προστασία τοῦ Θεοῦ καὶ θὰ δοθῇ εἰς ἔθνος, τὸ ὁποῖον θὰ παράγῃ τὰ ἀγαθὰ ἔργα, ποὺ εἶναι οἱ καρποὶ τῆς βασιλείας αὐτῆς.
44 καὶ ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται· ἐφ᾿ ὃν δ᾿ ἂν πέσῃ, λικμήσει αὐτόν.
Καὶ ἐκεῖνος, ποὺ θὰ πέσῃ μὲ ἐχθρικὰς διαθέσεις ἐπάνω εἰς τὸν λίθον αὐτὸν τὸν ἀκρογωνιαῖον, θὰ τσακισθῇ· ἐκεῖνον δὲ ἐπὶ τοῦ ὁποίου θὰ πέσῃ βαρὺς ὁ λίθος αὐτός, θὰ τὸν κάμῃ θρύμματα καὶ θὰ τὸν σκορπίσῃ σὰν σκόνην. Ὄλεθρος δηλαδὴ καὶ ἀφανισμὸς ἐπιφυλάσσεται εἰς ἐκεῖνον, ποὺ θὰ πολεμήσῃ τὸν Χριστὸν καὶ θὰ ἀντικρύσῃ τὴν ὀργήν του.
45 καὶ ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει·
Καὶ ὅταν ἤκουσαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολάς του ἐκατάλαβαν, ὅτι δι’ αὐτοὺς ὁμιλεῖ.
46 καὶ ζητοῦντες αὐτὸν κρατῆσαι ἐφοβήθησαν τοὺς ὄχλους ἐπειδὴ ὡς προφήτην αὐτὸν εἶχον.
Καὶ ἐζητοῦσαν νὰ τὸν συλλάβουν, ἀλλ’ ἐφοβήθησαν τὰ πλήθη τοῦ λαοῦ, ἐπειδὴ ὡς προφήτην τὸν ἐθεώρει καὶ τὸν ἐτίμα ὁ λαός.
Ερμηνεία Π. Τρεμπέλα