ελ
Καινή Διαθήκη
1 ΤΟΥ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα
Οταν δὲ ὁ Ἰησοῦς ἐγεννήθη εἰς τὴν Βηθλεὲμ τῆς Ἰουδαίας κατὰ τὰς ἡμέρας τοῦ βασιλέως Ἡρῴδου ἰδοὺ σοφοὶ ἀστρολόγοι ἀπὸ τὰ μέρη τῆς ἀνατολῆς ἦλθαν εἰς τὰ Ἱεροσόλυμα
2 λέγοντες· ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.
καὶ εἶπαν· Ποῦ εἶναι ὁ βασιλεὺς τῶν Ἰουδαίων, ποὺ τώρα τελευταίως ἐγεννήθη; Διότι εἴδαμεν τὸν ἀστέρα του τὴν ὥραν, ποὺ μὲ τὴν ἀνατολήν του ἔδιδεν εἴδησιν διὰ τὴν γέννησιν τοῦ νέου βασιλέως καὶ ἤλθαμεν νὰ τὸν προσκυνήσωμεν.
3 Ἀκούσας δὲ Ἡρῴδης ὁ βασιλεὺς ἐταράχθη καὶ πᾶσα Ἱεροσόλυμα μετ᾿ αὐτοῦ,
Ὅταν ὅμως ὁ βασιλεὺς Ἡρῴδης ἤκουσε τὸν λόγον αὐτόν, ποὺ εἶπαν οἱ μάγοι, ἐταράχθη, ἐπειδὴ ἐφοβήθη, μήπως ὁ νέος βασιλεὺς γίνῃ ἀντίζηλός του. Συγχρόνως ὅμως ἐταράχθησαν μαζὶ μὲ αὐτὸν καὶ οἰ κάτοικοι ὅλης τῆς πόλεως τῶν Ἱεροσολύμων, ἐπειδὴ ἐφοβήθησαν, μήπως ἡ στενοχωρία τοῦ σκληροῦ Ἡρῴδου ξεσπάσῃ εἰς αὐτούς.
4 καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο παρ᾿ αὐτῶν ποῦ ὁ Χριστὸς γεννᾶται.
Καὶ ἀφοῦ ἐμάζευσεν ὁ Ἡρῴδης ὅλους τοὺς ἀρχιερεῖς καὶ τοὺς γραμματεῖς τοῦ λαοῦ, ποὺ ἐθεωροῦντο γνῶσται καὶ διδάσκαλοι τοῦ νόμου, ἐζήτει νὰ μάθῃ ἀπὸ αὐτούς, εἰς ποῖον μέρος σύμφωνα μὲ τὰς προφητείας ἐπρόκειτο νὰ γεννηθῇ ὁ Χριστός, ὁ Μεσσίας δηλαδὴ καὶ βασιλεὺς τοῦ Ἰσραήλ.
5 οἱ δὲ εἶπον αὐτῷ· ἐν Βηθλεὲμ τῆς Ἰουδαίας· οὕτω γὰρ γέγραπται διὰ τοῦ προφήτου·
Αὐτοὶ δὲ τοῦ εἶπαν· γεννᾶται εἰς τὴν Βηθλεὲμ τῆς Ἰουδαίας, διότι ἔτσι ἔχει γραφῆ ἀπὸ τὸν Θεὸν διὰ μέσου τοῦ προφήτου Μιχαίου·
6 Καὶ σὺ Βηθλεέμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ.
Καὶ σύ, Βηθλεέμ, ποὺ περιλαμβάνεσαι εἰς τὴν χώραν τῆς φυλῆς τοῦ Ἰούδα, μολονότι φαίνεσαι χωρίον μικρόν, δὲν εἶσαι ὅμως καθόλου ἡ πλέον ἀσήμαντος ἀπὸ τὰς πρωτευούσας πόλεις, ποὺ ἡγεμονεύουν εἰς τὴν χώραν τῆς φυλῆς τοῦ Ἰούδα. Καὶ δὲν εἶσαι ἡ πλέον,μικρά, διότι ἀπὸ σὲ θὰ βγῇ ἄρχων, ὁ ὁποῖος θὰ ποιμάνῃ τὸν λαόν μου τὸν Ἰσραήλ.
7 Τότε Ἡρῴδης λάθρα καλέσας τοὺς μάγους ἠκρίβωσε παρ᾿ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος,
Τότε ὁ Ἡρῴδης, ἀφοῦ κρυφίως ἐκάλεσε τοὺς μάγους, ἐξηκρίβωσεν ἀπὸ αὐτοὺς τὸν χρόνον, ἀφ’ ὅτου ἐφαίνετο τὸ ἄστρον.
8 καὶ πέμψας αὐτοὺς εἰς Βηθλεὲμ εἶπε· πορευθέντες ἀκριβῶς ἐξετάσατε περὶ τοῦ παιδίου, ἐπὰν δὲ εὕρητε, ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ.
Καὶ ἀφοῦ τοὺς ὡδήγησε νὰ μεταβοῦν εἰς τὴν Βηθλεέμ, εἶπε· Πηγαίνετε ἐκεῖ καὶ ἐξετάσετε μὲ πᾶσαν ἀκρίβειαν διὰ τὸ παιδίον. Ὅταν δὲ εὕρετε, φέρετέ μου εἴδησιν, διὰ νὰ ἔλθω καὶ ἑγὼ εἰς Βηθλεὲμ νὰ τὸ προσκυνήσω.
9 οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν· καὶ ἰδοὺ ὁ ἀστὴρ ὃν εἶδον ἐν τῇ ἀνατολῇ προῆγεν αὐτούς, ἕως ἐλθὼν ἔστη ἐπάνω οὗ ἦν τὸ παιδίον·
Αὐτοὶ δέ, ἀφοῦ ἤκουσαν τοὺς λόγους αὐτοὺς τοῦ βασιλέως, ἔφυγον διὰ τὴν Βηθλεέμ. Καὶ ἰδοὺ ἄστρον ὑπερφυσικόν, ποὺ ἔλαμπε καὶ τὴν ἡμέραν, ὅμοιον ὅμως πρὸς ἐκεῖνο, ποὺ εἶδαν ἀπ’ ἀρχῆς τῆς ἀνατολῆς του, ἐπήγαινεν ἐμπρὸς ἀπὸ αὐτούς, ἕως ὅτου ἦλθε καὶ ἐστάθη ἐπάνω ἀπὸ τὸ σπίτι, ποὺ ἧτο τὸ παιδίον.
10 ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα,
Ὅταν δὲ εἶδαν τὸν ἀστέρα οἱ μάγοι ἐχάρησαν πολὺ μεγάλην χαράν, διότι εἶχαν πλέον ἀσφαλῆ ὁδηγόν.
11 καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ, καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν·
Καὶ ἀφοῦ ἦλθαν εἰς τὸ σπίτι, εἶδαν τὸ παιδίον μὲ τὴν μητέρα του Μαρίαν, καὶ ἀφοῦ ἔπεσαν κατὰ γῆς τὸ προσεκύνησαν, καὶ ἀνοίξαντες τὰ θησαυροφυλάκιά τους τοῦ προσέφεραν δῶρα, χρυσὸν καὶ ἀπὸ τὰ πολύτιμα ἀρωματικὰ τῆς Ἀραβίας, λίβανον καὶ σμύρναν.
12 καὶ χρηματισθέντες κατ᾿ ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρῴδην, δι᾿ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.
Καὶ ἀφοῦ ἔλαβαν ἀπὸ τὸν Θεὸν ὁδηγίαν εἰς ὄνειρόν τους νὰ μὴ ξαναγυρίσουν εἰς τὸν Ἡρῴδην, ἀνεχώρησαν ἀπὸ ἄλλον δρόμον εἰς τὴν πατρίδα τους.
13 Ἀναχωρησάντων δὲ αὐτῶν ἰδοὺ ἄγγελος Κυρίου φαίνεται κατ᾿ ὄναρ τῷ Ἰωσὴφ λέγων· ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι· μέλλει γὰρ Ἡρῴδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό.
Ὅταν δὲ ἀνεχώρησαν οἱ μάγοι, ἰδοὺ ἄγγελος Κυρίου ἐφάνη εἰς τὸ ὄνειρόν του εἰς τὸν Ἰωσὴφ καὶ τοῦ εἶπε· Σήκω καὶ παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα του καὶ φεῦγε εἰς τὴν Αἴγυπτον καὶ μένε ἐκεῖ, ἕως ὅτου σοῦ εἴπω. Φύγε, διότι πρόκειται ὁ Ἡρῴδης νὰ ζητήσῃ τὸ παιδίον μὲ τὸν σκοπὸν νὰ τὸ θανατώσῃ.
14 Ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον,
Ὁ Ἰωσὴφ δὲ ἐσηκώθη καὶ παρέλαβε νύκτα τὸ παιδίον καὶ τὴν μητέρα του καὶ ἀνεχώρησεν εἰς τὴν Αἴγυπτον.
15 καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρῴδου, ἵνα πληρωθῇ τὸ ρηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου.
Καὶ ἦτο ἐκεῖ, μέχρις ὅτου ἀπέθανεν ὁ Ἡρῴδης, διὰ νὰ ἐπαληθεύσῃ τελείως ἐκεῖνο, ποὺ ἐλέχθη ἀπὸ τὸν Κύριον διὰ μέσου τοῦ Προφήτου, ὁ ὁποῖος εἶπεν· Ἀπὸ τὴν Αἴγυπτον ἐκάλεσα τὸν υἱόν μου νὰ ἐπιστρέψῃ εἰς τὸν τόπον τῆς γεννήσεώς του.
16 Τότε Ἡρῴδης ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων.
Τότε ὁ Ἡρῴδης, ὅταν εἶδεν ὅτι οἱ μάγοι τὸν ἐξηπάτησαν καὶ τὸν ἐγέλασαν, ἐθύμωσε πολὺ καὶ ἔστειλε στρατιώτας, οἱ ὁποῖοι ἐθανάτωσαν ὁλα τὰ παιδιά, ποὺ ἦσαν εἰς τὴν Βηθλεὲμ καὶ εἰς ὅλα τὰ περίχωρα καὶ σύνορά της, ἀπὸ ἡλικίας δύο ἐτῶν καὶ κάτω, σύμφωνα μὲ τὸν χρόνον, τὸν ὁποῖον ἐξηκρίβωσεν ἀπὸ τοὺς μάγους.
17 τότε ἐπληρώθη τὸ ρηθὲν ὑπὸ Ἱερεμίου τοῦ προφήτου λέγοντος·
Τότε ἔλαβε πλήρη πραγματοποίησιν ἐκεῖνο, ποὺ ἐλέχθη ἀπὸ τὸν προφήτην Ἱερεμίαν, ὁ ὁποῖος ἐπροφήτευσε καὶ εἶπε·
18 Φωνὴ ἐν Ραμᾷ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολύς· Ραχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσίν.
Φωνὴ σπαρακτικὴ ἠκούσθη εἰς τὸ χωρίον τῆς φυλῆς Βενιαμὶν Ραμᾶ, θρῆνος καὶ κλάματα καὶ ὀδυρμὸς πολύς. Ἡ σύζυγος τοῦ Ἰακὼβ Ραχήλ, ποὺ ἦτο ἐκεῖ θαμμένη, διὰ τῶν ἀπογόνων τῆς μητέρων, ποὺ ἐστερήθησαν τὰ μικρά τους, κλαίει τὰ τέκνα της, καὶ δὲν ἤθελε μὲ κανένα τρόπον νὰ παρηγορηθῇ, διότι τὰ ἀθῷα αὐτὰ παιδιὰ δὲν ὑπάρχουν πλέον εἰς τὴν ζωήν.
19 Τελευτήσαντος δὲ τοῦ Ἡρῴδου ἰδοὺ ἄγγελος Κυρίου κατ᾿ ὄναρ φαίνεται τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ
Ὅταν δὲ ἀπέθανεν ὁ Ἡρῴδης, ἰδοὺ ἐφάνη εἰς τὸ ὄνειρόν του εἰς τὸν Ἰωσὴφ ἄγγελος Κυρίου ἐν Αἰγύπτῳ
20 λέγων· ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ πορεύου εἰς γῆν Ἰσραήλ· τεθνήκασι γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου.
καὶ τοῦ εἶπε· Σήκω καὶ πάρε τὸ παιδίον καὶ τὴν μητέρα του καὶ πήγαινε μὲ τὴν ἡσυχίαν σου εἰς τὴν χώραν τῶν Ἰσραηλιτῶν. Διότι ἔχουν πλέον ἀποθάνει ἐκεῖνοι, ποὺ ἐζήτουν τὴν ζωὴν τοῦ παιδιοῦ.
21 ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ ἦλθεν εἰς γῆν Ἰσραήλ.
Αὐτὸς δέ, ἀφοῦ ἐσηκώθη, ἐπῆρε τὸ παιδίον καὶ τὴν μητέρα του καὶ ἦλθεν εἰς τὴν Παλαιστίνην.
22 ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει ἐπὶ τῆς Ἰουδαίας ἀντὶ Ἡρῴδου τοῦ πατρὸς αὐτοῦ, ἐφοβήθη ἐκεῖ ἀπελθεῖν· χρηματισθεὶς δὲ κατ᾿ ὄναρ ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας,
Ἀλλ’ ὅταν ἤκουσεν, ὅτι ὁ Ἀρχέλαος ἐβασίλευεν εἰς τὴν Ἰουδαίαν ἀντὶ τοῦ πατρός του Ἡρῴδου, ἐφοβήθη νὰ μεταβῇ ἐκεῖ. Καὶ καθὼς ὡδηγήθη εἰς ὄνειρον ἀπὸ τὸν Θεόν, ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας, ὅπου ἦτο ἡγεμὼν ὁ ὀλιγώτερον σκληρὸς ἀπὸ τὸν ἀδελφόν του Ἀρχέλαον Ἡρῴδης ὁ Ἀντίπας.
23 καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ, ὅπως πληρωθῇ τὸ ρηθὲν διὰ τῶν προφητῶν ὅτι Ναζωραῖος κληθήσεται.
Καὶ ἀφοῦ ἦλθε, κατοίκησεν εἰς πόλιν ποὺ λέγεται Ναζαρέτ, διὰ νὰ πραγματοποιηθῇ ἐκεῖνο, ποὺ ἐλέχθη ἀπὸ τοὺς προφήτας, ὅτι ὁ Ἰησοῦς θὰ ὀνομασθῇ ἀπὸ τοὺς ἐχθρούς του περιφρονητικῶς Ναζωραῖος.
Ερμηνεία Π. Τρεμπέλα