ελ
Καινή Διαθήκη
1 ΚΑΙ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους μετῆρεν ἀπὸ τῆς Γαλιλαίας καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου.
Καὶ συνέβη, ὅταν ἐτελείωσεν ὁ Ἰησοῦς τοὺς λόγους αὐτούς, ἀνεχώρησεν ἀπὸ τὴν Γαλιλαίαν καὶ ἦλθεν εἰς τὰ σύνορα τῆς Ἰουδαίας πέραν ἀπὸ τὸν Ἰορδάνην.
2 καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ.
Καὶ τὸν ἠκολούθησαν πλήθη λαοῦ πολλὰ καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ.
3 Καὶ προσῆλθον αὐτῷ οἱ Φαρισαῖοι πειράζοντες αὐτὸν καὶ λέγοντες αὐτῷ· εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν;
Καὶ τὸν ἐπλησίασαν οἱ Φαρισαῖοι καὶ μὲ τὸν δόλιον σκοπὸν νὰ εὔρουν ἀφορμὴν διὰ νὰ τὸν κατηγορήσουν, ἐζήτησαν τὴν γνώμην του λέγοντες εἰς αὐτὸν ἄραγε ἐπιτρέπεται εἰς τὸν ἄνθρωπον νὰ χωρίσῃ τὴν γυναῖκα του διὰ κάθε ἀφορμὴν καὶ αἰτίαν;
4 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· οὐκ ἀνέγνωτε ὅτι ὁ ποιήσας ἀπ᾿ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς καὶ εἶπεν,
Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη καὶ τοὺς εἶπε· Δὲν ἀνεγνώσατε εἰς τὸ βιβλίον τῆς Γενέσεως ὅτι ὁ Θεός, ποῦ ἐδημιούργησε τὰ πάντα, ἔκαμεν ἐξ ἀρχῆς τὸ πρῶτον ἀνδρόγυνον ἀπὸ ἕνα ἄνδρα καὶ ἀπὸ μίαν γυναῖκα; Ἐὰν ὁ Δημιουργὸς ἐνομοθέτει τότε καὶ τὸ διαζύγιον, δὲν θὰ ἐδημιούργει μίαν μόνον ἀλλὰ περισσοτέρας γυναῖκας διὰ τὸν ἕνα ἄνδρα.
5 ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ κολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν;
Καὶ εἶπε τότε Ἀδὰμ ἐμπνεόμενος ἀπὸ τὸν Θεόν· Διότι μία γυνὴ ἐπλάσθη ἀπὸ τὴν πλευρὰν ἐμοῦ τοῦ ἑνός, δι’ αὐτὸ θὰ ἐγκαταλείψῃ ἄνθρωπος τὸν πατέρα του καὶ τὴν μητέρα του καὶ θὰ προσκολληθῇ εἰς τὴν γυναῖκα του καὶ θὰ γίνουν οἱ δύο μία σάρξ, ἓν σῶμα.
6 ὥστε οὐκέτι εἰσὶ δύο, ἀλλὰ σάρξ μία. ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.
Ὥστε σύμφωνα μὲ τοὺς λόγους αὐτούς, ὅσοι ἔρχονται εἰς γάμον δὲν εἶναι πλέον δύο, ὅπως ἦσαν προτήτερα, ἀλλ’ εἶναι ἕνα σῶμα. Ἐκεῖνο λοιπόν, ποὺ ὁ Θεὸς ἤνωσεν εἰς ἓν σῶμα, ὁ ἄνθρωπος ἂς μὴ τὸ χωρίζῃ.
7 λέγουσιν αὐτῷ· τί οὖν Μωσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι αὐτήν;
Λέγουσιν εἰς αὐτόν· Διατὶ λοιπὸν ὁ Μωϋσῆς παρήγγειλε διὰ τὸ διαζύγιον, ὅτι πρέπει νὰ δώσῃ ὁ ἄνδρας ἔγγραφον διαζυγίου εἰς τὴν γυναῖκα καὶ τότε νὰ τὴν χωρίσῃ;
8 λέγει αὐτοῖς· ὅτι Μωσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν· ἀπ᾿ ἀρχῆς δὲ οὐ γέγονεν οὕτω.
Λέγει εἰς αὐτούς· Ὁ Μωϋσῆς ἀπέβλεπεν εἰς τὴν σκληρότητα τῶν καρδιῶν σας καὶ σᾶς ἐπέτρεψε νὰ χωρίσετε τᾶς γυναῖκας σας προλαμβάνων μὲ τὸ διαζύγιον χειρότερα κακά. Διότι μερικοὶ ἀπὸ σᾶς καὶ φόνον ἀκόμη ἢ τὸ δυνατὸν νὰ κάμουν, διὰ νὰ ἁπαλλαγοῦν ἀπὸ τὴν ἀνεπιθύμητον γυναῖκα των. Ἀπὸ τὴν ἀρχὴν τῆς δημιουργίας ὅμως δὲν ἔχει γίνει ἔτσι.
9 λέγω δὲ ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ μὴ ἐπὶ πορνείᾳ καὶ γαμήσῃ ἄλλην, μοιχᾶται·
Σᾶς λέγω δέ, ὅτι ὅποιος τυχὸν χωρίσῃ τὴν γυναῖκα του διὰ πᾶσαν ἄλλην αἰτίαν, καὶ ὅχι λόγῳ πορνείας, καὶ λάβῃ εἰς γάμον ἄλλην, διαπράττει μοιχείαν, ἤτοι ἁμαρτάνει κατὰ τοῦ θεσμοῦ τοῦ γάμου καὶ προδίδει τὴν συζυγικὴν πίστιν. Καὶ ἐκεῖνος, ποῦ θὰ λάβῃ εἰς γάμον χωρισμένην, διαπράττει μοιχείαν, διότι συνδέεται μὲ γυναῖκα, ποῦ ἀνῆκει εἰς ἄλλον.
10 λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι.
Λέγουσιν εἰς αὐτὸν οἱ μαθηταί του· Ἐὰν ὁ λόγος τοῦ διαζυγίου τοῦ ἀνδρὸς μετὰ τῆς γυναικὸς ἔχῃ οὕτω, καὶ μία μόνον εἶναι ἡ αἰτία, διὰ τὴν ὁποίαν ἐπιτρέπεται τὸ διαζύγιον, τότε δὲν συμφέρει νὰ ἔρχεται κανεὶς εἰς γάμον.
11 ὁ δὲ εἶπεν αὐτοῖς· οὐ πάντες χωροῦσι τὸν λόγον τοῦτον, ἀλλ᾿ οἷς δέδοται·
Ὁ δὲ Κύριος εἶπεν εἰς αὐτούς· Δὲν χωρεῖ εἰς τὸ μυαλὸ καὶ εἰς τὴν καρδία ὅλων ὁ λόγος αὐτὸς τῆς ἀγαμίας, ἀλλ’ ἐκεῖνοι μόνον τὸν νοιώθουν καὶ τὸν ἐγκολπώνονται, εἰς τοὺς ὁποίους ἔχει δοθῇ ἀπὸ τὸν Θεὸν ὡς χάρισμα νὰ μείνουν ἄγαμοι.
12 εἰσὶ γὰρ εὐνοῦχοι οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτω. καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. ὁ δυνάμενος χωρεῖν χωρείτω.
Λέγω δέ, ὅτι μόνον ἐκεῖνοι ἐγκολπώνονται τὸν λόγον αὐτὸν εἰς ὅσους ἐδόθη ὡς χάρισμα, διότι ὑπάρχουν εὐνοῦχοι, ποὺ ἀπὸ τὴν κοιλίαν τῆς μητέρας των ἐγεννήθηκαν ἔτσι· καὶ συνεπῶς εἶναι φύσει ἀνίκανοι νὰ ἔλθουν εἰς γάμον· καὶ ὑπάρχουν εὐνοῦχοι, ποῦ εὐνουχίσθησαν ἀπὸ τοὺς ἀνθρώπους· καὶ ἔγιναν ἀπὸ τοὺς ἀνθρώπους ἀνίκανοι διὰ γάμον· καὶ εἶναι ἄλλοι εὐνοῦχοι, ποὺ διὰ τοῦ σωφρονισμένου λογισμοῦ ἐπεβλήθησαν εἰς τὸν ἑαυτόν τους καὶ εὐνούχισαν τὸν ἑαυτόν τους δι’ αὐτοπροαιρέτου ἀποχῆς ἀπὸ τὸν γάμον καὶ αὐστηρὰς ἐγκρατείας. Αὐτοὶ παραμένουν ἄγαμοι καὶ παρθένοι διὰ νὰ ἐργασθοῦν χωρὶς κανένα περισπασμὸν διὰ τὴν βασιλείαν τῶν οὐρανῶν καὶ διὰ νὰ τὴν κερδήσουν εὐκολώτερον. Ὅποιος μπορεῖ νὰ νοιώσῃ καὶ νὰ βάλῃ εἰς ἐφαρμογὴν τὸν λόγον αὐτόν, ἂς τὸν νοιώσῃ καὶ ἂς τὸν ἐφαρμόσῃ.
13 Τότε προσηνέχθη αὐτῷ παιδία, ἵνα ἐπιθῇ αὐτοῖς τὰς χεῖρας καὶ προσεύξηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς.
Τότε τοῦ ἔφεραν μικρὰ παιδιά, διὰ νὰ βάλῃ ἐπάνω τους τᾶς χεῖρας του καὶ νὰ προσευχηθῇ ὑπὲρ αὐτῶν. Οἱ μαθηταὶ ὅμως τοὺς ἐπέπληξαν.
14 ὁ δὲ Ἰησοῦς εἶπεν· ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.
Ὁ δὲ Ἰησοῦς εἶπεν· Ἀφήσατε τὰ παιδιὰ καὶ μὴ τὰ ἐμποδίζετε νὰ ἔλθουν πρὸς ἐμέ· διότι δι’ αὐτούς, ποὺ θὰ γίνουν σὰν αὐτά, εἶναι ἡ βασιλεία τῶν οὐρανῶν.
15 καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτοῖς ἐπορεύθη ἐκεῖθεν.
Καὶ ἀφοῦ ἔβαλε τάς χεῖρας του ἐπάνω τους πρὸς εὐλογίαν, ἔφυγεν ἀπ’ ἐκεῖ.
16 Καὶ ἰδοὺ εἷς προσελθὼν εἶπεν αὐτῷ· διδάσκαλε ἀγαθέ, τί ἀγαθὸν ποιήσω ἵνα ἔχω ζωὴν αἰώνιον;
Καὶ ἰδοὺ ἔνας τὸν ἐπλησίασε καὶ τοῦ εἶπε· Διδάσκαλε ἀγαθέ, τί ἀγαθὸν καὶ τί καλὸν νὰ κάμω διὰ νὰ ἔχω ζωὴν αἰώνιον;
17 ὁ δὲ εἶπεν αὐτῷ· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. εἰ δὲ θέλεις εἰσελθεῖν εἰς τὴν ζωήν, τήρησον τὰς ἐντολάς.
Ὁ δὲ Κύριος τοῦ εἶπε· Ἀφοῦ ἀπευθύνεσαι πρὸς ἐμὲ ὡς εἰς ἄνθρωπον ἀπλοῦν, διατὶ μὲ λέγεις ἀγαθόν; Κανεὶς δὲν εἶναι ἀπὸ τὸν ἑαυτόν του καὶ πραγματικὰ ἀγαθὸς παρὰ μόνον ἕνας, ὁ Θεός. Ἐὰν ὅμως θέλῃς νὰ ἔμβῃς εἰς τὴν αἰώνιον καὶ μακαρίαν ζωήν, φύλαξε καθ’ ὅλον τὸν βίον σου τὰς ἐντολάς.
18 λέγει αὐτῷ· ποίας; ὁ δὲ Ἰησοῦς εἶπε· τὸ οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις,
Λέγει εἰς αὐτόν· Ποίας ἐντολάς; Ὁ δὲ Ἰησοῦς εἶπε· τὸ νὰ μὴ φονεύσῃς, νὰ μὴ μοιχεύσῃς, νὰ μὴ κλέψῃς, νὰ μὴ ψευδομαρτυρήσῃς,
19 τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
τίμα τὸν πατέρα καὶ τὴν μητέρα καὶ νὰ ἀγαπήσῃς τὸν πλησίον σου σὰν τὸν ἑαυτόν σου.
20 λέγει αὐτῷ ὁ νεανίσκος· πάντα ταῦτα ἐφυλαξάμην ἐκ νεότητός μου· τί ἔτι ὑστερῶ;
Λέγει εἰς αὐτὸν ὁ νέος, ὁ ὁποῖος δὲν εἶχε διδαχθῇ ποία εἶναι καὶ πῶς ἐφαρμζεται ἢ πρὸς τὸν πλησίον ἀγάπη· Ὅλα αὐτὰ τὰ ἐφύλαξα ἀπὸ τότε, ποὺ ἤμουν νέος. Τί μοῦ λείπει ἀκόμη;
21 ἔφη αὐτῷ ὁ Ἱησοῦς· εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι.
Εἶπεν εἰς αὐτὸν ὁ Ἰησοῦς· Ἐὰν θέλῃς νὰ εἶσαι τέλειος, πήγαινε, πώλησε τὰ ὑπάρχοντά σου καὶ μοίρασέ τα εἰς τοὺς πτωχοὺς καὶ θὰ ἔχῃς θησαυρὸν εἰς τοὺς οὐρανούς. Καὶ ἔλα νὰ μὲ ἀκολουθήσῃς.
22 ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά.
Ὅταν ὅμως ὁ νέος ἤκουσε τὸν λόγον αὐτόν, ἔφυγε λυπημένος, διότι εἶχε πολλὰ κτήματα καὶ ἡ καρδία του ἦτο κολλημένη εἰς αὐτά.
23 Ὁ δὲ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ· ἀμὴν λέγω ὑμῖν ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
Καὶ ὁ Ἰησοῦς τότε εἶπεν εἰς τοὺς μαθητάς του· Ἀληθῶς σᾶς λέγω, ὅτι δύσκολα ἄνθρωπος πλούσιος θὰ ἔμβη εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
24 πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυπήματος ραφίδος διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.
Πάλιν δὲ σᾶς λέγω, εὐκολώτερον εἶναι νὰ περάσῃ μία γκαμήλα ἀπὸ τὴν τρύπα, ποῦ ἀνοίγει ἡ βελόνα, παρὰ ὁ πλούσιος νὰ ἔμβῃ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.
25 ἀκούσαντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἐξεπλήσσοντο σφόδρα λέγοντες· τίς ἄρα δύναται σωθῆναι;
Ἀλλ’ ὅταν ἤκουσαν τοῦτο οἱ μαθηταί του, τοὺς κατέλαβε πολὺ μεγάλη ἔκπληξις καὶ εἶπαν· Ποῖος τάχα ἠμπορεῖ νὰ σωθῇ;
26 ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι, παρὰ δὲ Θεῷ πάντα δυνατά ἐστι.
Ἀφοῦ δὲ ὁ Ἰησοῦς τοὺς ἐκύτταξεν ἐκφραστικά, τοὺς επε· Εἰς τοὺς ἀνθρώπους αὐτὸ εἶναι ἀδύνατον, εἰς τὸν Θεὸν ὅμως ὅλα εἶναι δυνατά. Δύναται λοιπὸν ὁ Θεὸς διὰ τῆς χάριτός του νὰ λύσῃ κάθε καλοπροαιρέτου πλουσίου τοὺς δεσμοὺς τῆς καρδίας του πρὸς τὸ χρῆμα καὶ νὰ καταστήσῃ αὐτὸν ἄξιον τῆς σωτηρίας.
27 Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν;
Τότε ἀπεκρίθη ὁ Πέτρος καὶ τοῦ εἶπεν· Ἰδού, ἡμεῖς ἀφήκαμεν ὅλα καὶ σὲ ἠκολουθήσαμεν. Τί ἄραγε θὰ δοθῇ εἰς ἡμᾶς ὡς ἀμοιβή;
28 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.
Ὁ δὲ Ἰησοῦς τοὺς εἶπεν· Ἀληθῶς σᾶς λέγω, ὅτι σεῖς ποῦ μὲ ἀκολουθήσατε, ὅταν θὰ ξαναγεννηθῇ ὁ κόσμος καὶ θὰ ἔχῃ συντελεσθῇ ἡ ἐκ νεκρῶν ἀνάστασις, ὁπότε θὰ καθήσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς θρόνον λαμπρόν, ἀντάξιον τῆς δόξῃς του, θὰ καθήσετε καὶ σεῖς εἰς δώδεκα θρόνους δικάζοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.
29 καὶ πᾶς ὃς ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει.
Καὶ καθένας ποὺ ἀφῆκε σπίτια ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ παιδιὰ ἢ χωράφια διὰ νὰ μείνῃ ἐνωμένος καὶ νὰ μὴ χωρισθῇ ἀπὸ ἐμέ, θὰ λάβῃ πολλαπλὰ εἰς τὴν παροῦσαν ζωήν, θὰ κληρονομήσῃ δὲ καὶ τὴν αἰώνιον ζωήν.
30 Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.
Πολλοὶ δέ, ποὺ εἶναι εἰς τὸν κόσμον αὐτὸν πρῶτοι, θὰ εἶναι εἰς τὸν κόσμον τὸν μέλλοντα τελευταῖοι, καὶ πολλοὶ τελευταῖοι θὰ εἶναι ἐκεῖ πρῶτοι.
Ερμηνεία Π. Τρεμπέλα