ελ
Καινή Διαθήκη
1 ΚΑΙ μεθ᾿ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾿ ἰδίαν·
Καὶ ὕστερα ἀπὸ ἓξ ἡμέρας παρέλαβε μαζί του ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην τὸν ἀδελφόν του καὶ τοὺς ἀνέβασεν εἰς ὅρος ὑψηλὸν ἰδιαιτέρως αὐτοὺς μόνους·
2 καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς.
καὶ μετεμορφώθη ἐμπρὸς εἰς αὐτούς· καὶ ἐγινε λαμπρὸν τὸ πρόσωπόν του σὰν τὸν ἥλιον, τὰ δὲ ἐνδύματά του ἔγιναν λευκὰ σὰν τὸ φῶς.
3 καὶ ἰδοὺ ὤφθησαν αὐτοῖς Μωσῆς καὶ Ἠλίας μετ᾿ αὐτοῦ συλλαλοῦντες.
Καὶ ἰδοὺ ἐνεφανίσθησαν καὶ ἔγιναν ὁρατοὶ εἰς αὐτοὺς ὁ Μωϋσῆς καὶ ὁ Ἠλίας, οἱ ὁποῖοι συνωμίλουν μαζί του.
4 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε τῷ Ἰησοῦ· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ποιήσωμεν ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωσεῖ μίαν καὶ μίαν Ἠλίᾳ.
Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν εἰς τὸν Ἰησοῦν· Κύριε, καλὸν εἶναι νὰ μένωμεν ἐδῶ. Ἐὰν θέλῃς, ἂς κάμωμεν ἐδῶ τρεῖς σκηνάς· μίαν διὰ σὲ καὶ διὰ τὸν Μωϋσὴν μίαν καὶ μίαν διὰ τὸν Ἠλίαν.
5 ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε·
Ἐνῷ δὲ αὐτὸς ὡμίλει ἀκόμη, ἰδοὺ νεφέλη γεμᾶτη φῶς ἐσκέπασεν αὐτούς, καὶ ἔξαφνα ἠκούσθη φωνὴ ἀπὸ τὴν νεφέλην, ποὺ ἔλεγεν· Αὐτὸς εἶναι ὁ υἱός μου, ποὺ ἐξαιρετικὰ τὸν ἀγαπῶ καὶ εἰς τὸν ὁποῖον εὐηρεστήθην. Νὰ ὑπακούετε εἰς αὐτόν.
6 καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα.
Καὶ ὅταν ἤκουσαν τὴν φωνὴν αὐτήν οἱ μαθηταί, ἔπεσαν μὲ τὸ πρόσωπον εἰς τὸ χῶμα καὶ ἐφοβήθησαν πάρα πολύ.
7 καὶ προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν· ἐγέρθητε καὶ μὴ φοβεῖσθε.
Καὶ ἀφοῦ τοὺς ἐπλησίασεν ὁ Ἰησοῦς, τοὺς ἤγγισε καὶ εἶπε· Σηκωθῆτε καὶ μὴ φοβεῖσθε.
8 ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ τὸν Ἰησοῦν μόνον.
Ὅταν δὲ ἐσήκωσαν τὰ μάτια τους, δὲν εἶδαν κανένα παρὰ τὸν Ἰησοῦν μόνον.
9 καὶ καταβαινόντων αὐτῶν ἀπὸ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.
Καὶ ὅταν κατέβαιναν ἀπὸ τὸ ὅρος, τοὺς παρήγγειλεν ὁ Ἰησοῦς καὶ τοὺς εἶπε· Νὰ μὴν εἴπητε εἰς κανένα αὐτὸ ποὺ εἴδατε, ἕως ὅτου ὁ υἱὸς τοῦ ἀνθρώπου ἀναστηθῇ ἐκ νεκρῶν, ὁπότε δὲν θὰ ὑπάρχῃ κίνδυνος ἀκαίρων ἐνθουσιασμῶν τοῦ πλήθους, ἀλλὰ καὶ περισσότερον κατανοητὸν καὶ πιστευτὸν τὸ γεγονὸς αὐτὸ θὰ καταστῇ.
10 Καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον;
Καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταί του λέγοντες· Ὅταν ὁ Ἠλίας ἦλθε καὶ σὲ ἐχαιρέτησεν εἰς τὸ ὅρος, ἔφυγε πάλιν. Διατὶ λοιπὸν οἱ γραμματεῖς λέγουν, ὅτι πρὸ τῆς ἐλεύσεως τοῦ Μεσσίου πρέπει νὰ ἔλθῃ πρῶτον ὁ Ἠλίας;
11 ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτοῖς· Ἠλίας μὲν ἔρχεται πρῶτον καὶ ἀποκαταστήσει πάντα·
Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη καὶ εἶπεν εἰς αὐτούς· ὁ Ἠλίας μέν, καθὼς ἐπροφήτευσεν ὁ Μαλαχίας, ἔρχεται πρῶτον καὶ θὰ ἀποκαταστήσῃ ὅλας τὰς σχέσεις τῶν ἀνθρώπων, ὥστε καὶ μεταξύ των καὶ μετὰ τοῦ Θεοῦ νὰ εἰρηνεύσουν καὶ νὰ συνδεθοῦν περισσότερον οὗτοι.
12 λέγω δὲ ὑμῖν ὅτι Ἠλίας ἤδη ἦλθε, καὶ οὐκ ἐπέγνωσαν αὐτόν, ἀλλ᾿ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν· οὕτω καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ᾿ αὐτῶν.
Ἐγὼ ὅμως σᾶς λέγω, ὅτι τώρα πλέον ὁ Ἠλίας ἦλθε. Ἦλθε δηλαδὴ ὁ κατὰ πάντα ὅμοιος πρὸς τὸν Ἠλίαν Ἰωάννης. Αὐτὸς ἦτο ὁ πρόδρομός μου καὶ αὐτοὶ δὲν τὸν ἀνεγνώρισαν, ἀλλὰ τοῦ ἔκαμαν ὅσα μὲ τὰς διεστραμμένας θελήσεις των ἠθέλησαν. Ἔτσι καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει νὰ πάθῃ ἀπὸ αὐτούς.
13 τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ Ἰωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς.
Τότε ἐκατάλαβαν οἱ μαθηταί, ὅτι διὰ τὸν Ἰωάννην τὸν βαπτιστὴν εἶπεν εἰς αὐτούς.
14 Καὶ ἐλθόντων αὐτῶν πρὸς τὸν ὄχλον προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν καὶ λέγων·
Καὶ ὅταν ἦλθαν εἰς τὸ πλῆθος τοῦ λαοῦ, τὸν ἐπλησἰασε κάποιος ἄνθρωπος, ποὺ ἐγονάτισεν ἐμπρός του, καὶ ἔλεγε·
15 Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ.
Κύριε, δεῖξε ἔλεος καὶ εὐσπλαγχνίαν εἰς τὸ παιδί μου, διότι σεληνιάζεται καὶ ὑποφέρει ἄσχημα, ἀλλὰ καὶ κινδυνεύει τὸν ἔσχατον κίνδυνον· διότι πολλὲς φορὲς καὶ εἰς τὴν φωτιὰ πίπτει καὶ πολλὲς φορὲς εἰς τὸ νερὸ καὶ κινδυνεύει ἔτσι νὰ καῇ ἢ νὰ πνιγῇ.
16 καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι.
Καὶ τὸν ἔφερα εἰς τοὺς μαθητάς σου καὶ δὲν ἠμπόρεσαν νὰ τὸν θεραπεύσουν.
17 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη! ἕως πότε ἔσομαι μεθ᾿ ὑμῶν; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε.
Ἀπεκρίθη δὲ ὁ Ἰησοῦς καὶ εἶπεν· Ὦ γενεά, ποὺ τόσα θαύματα εἶδες καὶ εἶσαι ἀκόμη ἄπιστος, καὶ ἀπὸ τὴν κακίαν σου εἶσαι διεστραμμένη, ἕως πότε θὰ εἶμαι μαζί σας; Ἕως πότε θὰ σᾶς ἀνέχωμαι; Φέρτε τόν μου ἐδῶ.
18 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ᾿ αὐτοῦ τὸ δαιμόνιον καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης.
Καὶ ἐπέπληξεν αὐτὸν ὁ Ἰησοῦς καὶ ἐβγῆκεν ἀπ’ αὐτὸν τὸ δαιμόνιον καὶ ἐθεραπεύθη τὸ παιδίον ἀπὸ τὴν ὥραν ἐκείνην.
19 Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ᾿ ἰδίαν εἶπον· διατί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;
Τότε ἀφοῦ οἰ μαθηταὶ ἐπλησίασαν ἰδιαιτέρως τὸν Ἰησοῦν, εἶπον· Διατὶ ἠμεῖς δὲν ἠμπορέσαμεν νὰ βγάλωμεν τὸ δαιμόνιον αὐτό;
20 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· διὰ τὴν ἀπιστίαν ὑμῶν. ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν.
Ὁ δὲ Κύριος τοὺς εἶπε· Ἐπειδὴ σᾶς λείπει πίστις. Διότι ἀληθῶς σᾶς λέγω, ἐὰν ἔχετε πίστιν θερμὴν καὶ σφοδρὰν σὰν τὸν μικρὸν σπόρον τοῦ σιναπιοῦ, θὰ εἴπητε εἰς τὸ βουνὸν αὐτό, πήγαινε ἀπ’ ἐδῶ ἐκεῖ, καὶ θὰ μετακινηθῇ. Καὶ τίποτε δὲν θὰ εἶναι ἀδύνατον εἰς σᾶς.
21 τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.
Αὐτὸ δὲ τὸ εἶδος τῶν δαιμόνων δὲν βγαίνει ἀπὸ τὸν ἄνθρωπον, ποὺ ἔχει καταληφθῇ ἀπὸ αὐτό, παρὰ μὲ προσευχὴν συνοδευομένην καὶ μὲ νηστείαν, ὥστε ἡ προσευχὴ νὰ γίνεται μὲ διάνοιαν, ὅσον τὸ δυνατὸν ἐλαφροτέραν καὶ περισσότερον προσηλωμένην εἰς τὸν Θεόν.
22 Ἀναστρεφομένων δὲ αὐτῶν εἰς τὴν Γαλιλαίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων
Καὶ ἐνῷ ἐγύριζαν αὐτοὶ εἰς τὴν Γαλιλαίαν, τοὺς εἶπεν ὁ Ἰησοῦς· Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου νὰ παραδοθῇ ἐντὸς ὀλίγου εἰς χεῖρας ἀνθρώπων
23 καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. καὶ ἐλυπήθησαν σφόδρα.
καὶ θὰ τὸν θανατώσουν, καὶ τὴν τρίτην ἡμέραν ἀπὸ τοῦ θανάτου του θὰ ἀνασηθῇ. Καὶ ἐλυπήθησαν οἰ μαθηταὶ ὑπερβολικά.
24 Ἐλθόντων δὲ αὐτῶν εἰς Καπερναοὺμ προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ εἶπον· ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα;
Ὅταν δὲ ἦλθαν εἰς Καπερναούμ, ἐπῆγαν εἰς τὸν Πέτρον ἐκεῖνοι, ποὺ εἰσέπρατταν τὸν φόρον τῶν διδράχμων, τὸν ὁποῖον ἐξ εὐλαβείας προσέφεραν ὑπὲρ τοῦ ναοῦ οἱ Ἰουδαῖοι, καὶ εἶπαν· Ὁ διδάσκαλός σας δὲν πληρώνει τὰ δίδραχμα;
25 λέγει, ναί. καὶ ὅτε εἰσῆλθεν εἰς τὴν οἰκίαν, προέφθασεν αὐτὸν ὁ Ἰησοῦς λέγων· τί σοι δοκεῖ, Σίμων; οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσι τέλη ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων;
Λέγει ὁ Πέτρος· Ναί, θὰ τὰ πληρώσῃ. Καὶ ὅταν ἐμβῆκεν εἰς τὸ σπίτι, τὸν ἐπρόλαβεν ὁ Ἰησοῦς καὶ εἶπε· Τί σοῦ φαίνεται, Σίμων; Οἱ βασιλεῖς τῆς γῆς ἀπὸ ποίους παίρνουν φόρους ἢ κεφαλιάτικο; Ἀπὸ τὰ παιδιά τους ἢ ἀπὸ τοὺς ξένους, ποὺ δὲν εἶναι μέλη τοῦ βασιλικοῦ των οἴκου;
26 λέγει αὐτῷ ὁ Πέτρος· ἀπὸ τῶν ἀλλοτρίων. ἔφη αὐτῷ ὁ Ἰησοῦς· ἄραγε ἐλεύθεροί εἰσιν οἱ υἱοί.
Λέγει εἰς αὐτὸν ὁ Πέτρος· Ἀπὸ τοὺς ξένους. Εἶπεν εἰς αὐτὸν ὁ Ἰησοῦς· Λοιπόν οἱ υἱοὶ τοῦ βασιλέως εἶναι ἐλεύθεροι ἀπὸ κάθε φορολογίαν. Οὔτε ἐγὼ λοιπόν, ποὺ εἶμαι γνήσιος υἱὸς τοῦ Θεοῦ, οὔτε σεῖς ποὺ ὑπηρετεῖτε ἐμὲ εἴμεθα ὑποχρεωμένοι νὰ πληρώνωμεν φόρον διὰ τὸν οἶκον τοῦ Πατρός μας.
27 ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς εἰς τὴν θάλασσαν βάλε ἄγκιστρον καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.
Διὰ νὰ μὴ τοὺς σκανδαλίσωμεν ὅμως καὶ παρεξηγοῦντες τὸ παράδειγμά μας παρακινηθοῦν ἀπὸ αὐτὸ νὰ περιφρονοῦν τὸν ναόν, πήγαινε εἰς τὴν θάλασσαν καὶ ρίψε ἀγκίστρι. Καὶ τὸ πρῶτο ψάρι, ποὺ θὰ ἀνεβάσῃς, πάρε το, καὶ ἀφοῦ ἀνοίξῃς τὸ στόμα του θὰ εὕρῃς ἀργυροῦν τετράδραχμον. Λάβε ἐκεῖνο καὶ δῶσε το εἰς αὐτοὺς δι’ ἐμὲ καὶ διὰ σέ.
Ερμηνεία Π. Τρεμπέλα