ελ
Καινή Διαθήκη
1 ΤΟΤΕ προσέρχονται τῷ Ἰησοῦ οἱ ἀπὸ Ἱεροσολύμων γραμματεῖς καὶ Φαρισαῖοι λέγοντες·
Τότε ἔρχονται πρὸς τὸν Ἰησοῦν γραμματεῖς καὶ Φαρισαῖοι ἀπὸ ἐκείνους, ποὺ ἐμεναν εἰς τὰ Ἱεροσόλυμα καὶ εἶπαν·
2 διατί οἱ μαθηταί σου παραβαίνουσι τὴν παράδοσιν τῶν πρεσβυτέρων; οὐ γὰρ νίπτονται τὰς χεῖρας αὐτῶν ὅταν ἄρτον ἐσθίωσιν.
Διατὶ οἱ μαθηταί σου παραβαίνουν τὴν παράδοσιν τῶν παλαιοτέρων μας διδασκάλων; Παραβαίνουν δὲ πράγματι τὴν παράδοσιν, διότι δὲν νίπτουν τὰ χέρια τους, ὅταν τρώγουν ἄρτον.
3 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· διατί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν;
Ὁ δὲ Κύριος ἀπεκρίθη καὶ τοὺς εἶπε· Διατὶ καὶ σεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ νὰ συμμορφωθῆτε πρὸς τὴν παράδοσιν σας;
4 ὁ γὰρ Θεὸς ἐνετείλατο λέγων· τίμα τὸν πατέρα καὶ τὴν μητέρα· καὶ ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω.
Ὁ Θεὸς δηλαδὴ ὥρισεν ἐντολὴ καὶ εἶπε· Τίμα τὸν Πατέρα καὶ τὴν μητέρα· καί· ἐκεῖνος ποὺ βλασφημεῖ καὶ ὑβρίζει τὸν πατέρα του ἤ τὴν μητέρα του, πρέπει να θανατώνεται.
5 ὑμεῖς δὲ λέγετε· ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί, δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, καὶ οὐ μὴ τιμήσῃ τὸν πατέρα αὐτοῦ ἢ τὴν μητέρα αὐτοῦ·
Σεῖς ὅμως λέγετε· Ὁποιοσδήποτε υἱὸς εἴπῃ εἰς τὸν πατέρα ἢ τὴν μητέρα, ποὺ ζητοῦν κάτι ὡς βοήθειαν ἀπὸ τὸ παιδί τους· ἄς εἶναι ἀφιέρωμα εἰς τὸν Θεὸν ἐκεῖνο, ποὺ θέλεις νὰ λάβῃς ὡς βοήθειαν καὶ ἐνίσχυσιν ἀπὸ ἑμέ· αὐτὸς ὁ υἱὸς ἀπαλλάσσεται τοῦ καθήκοντος νὰ βοηθήσῃ τὸν πατέρα του ἢ τὴν μητέρα του καὶ δὲν ὑποχρεοῦται νὰ δώσῃ εἰς αὐτοὺς ἐκεῖνο, ποὺ αὐτοὶ τοῦ ζητοῦν. Καὶ ὡς συνέπεια τῆς παραδόσεως σας αὐτῆς ἐπακολουθεῖ, ὅτι αὐτὸς ὁ υἱὸς δὲν θὰ τιμήσῃ τὸν πατέρα του ἢ τὴν μητέρα του.
6 καὶ ἠκυρώσατε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν.
Καὶ ἀκυρώσατε τὴν ἐντολὴν τοῦ Θεοῦ ἕνεκα τῆς παραδόσεώς σας.
7 ὑποκριταί! καλῶς προεφήτευσε περὶ ὑμῶν Ἡσαΐας λέγων·
Ὑποκριταί, ποὺ κατορθώνετε νὰ παρουσιάζεσθε τηρηταὶ τοῦ νόμου, ἐνῷ πράγματι τὸν παραβαίνετε· καλὰ ἐπροφήτευσε διὰ σᾶς ὁ Ἡσαΐας, ὅταν ἔλεγεν·
8 ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι αὐτῶν καὶ τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾿ ἐμοῦ·
Ὁ λαὸς αὐτὸς μὲ πλησιάζει μὲ τὸ στόμα του καὶ μὲ τιμᾷ μὲ τὰ χείλη του μόνον· ἡ καρδία τους ὅμως ἀπέχει μακρὰν ἀπὸ ἑμέ.
9 μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.
Ματαίως δὲ καὶ ψεύτικα μὲ λατρεύουν, ἐπειδὴ διδάσκουν διδασκαλίας, ποὺ εἶναι παραγγέλματα καὶ ἐντολαὶ ἀνθρώπων καὶ ὄχι ἰδικαί μου.
10 Καὶ προσκαλεσάμενος τὸν ὄχλον εἶπεν αὐτοῖς· ἀκούετε καὶ συνίετε·
Καὶ ἀφοῦ προσεκάλεσε τὰ πλήθη τοῦ λαοῦ τοὺς εἶπεν· Ἀκούσατε αὐτό, ποὺ θὰ εἴπω, καὶ προσέξατε νὰ τὸ καταλάβετε.
11 οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος τοῦτο κοινοῖ τὸν ἄνθρωπον.
Δὲν κάνει βέβηλον καὶ θρησκευτικῶς ἀκάθαρτον τὸν ἄνθρωπον ἐκεῖνο ποὺ εἰσάγεται μὲ τὴν τροφὴν εἰς τὸ στόμα, ἀλλ’ ἐκεῖνο ποὺ βγαίνει ἀπὸ τὸ στόμα, οἱ πονηροὶ δηλαδὴ καὶ ἐφάμαρτοι λόγοι, αὐτὸ καθιστᾷ τὸν ἄνθρωπον ἀκάθαρτον.
12 τότε προσελθόντες οἱ μαθηταὶ αὐτοῦ εἶπον αὐτῷ· οἶδας ὅτι οἱ Φαρισαῖοι ἐσκανδαλίσθησαν ἀκούσαντες τὸν λόγον;
Τότε ἦλθαν πρὸς αὐτόν οἰ μαθηταί του καὶ τοῦ εἶπον· Γνωρίζεις, ὅτι οἱ Φαρισαῖοι, ὅταν ἤκουσαν τὸν λόγον, ποὺ εἶπες διὰ τὰς τροφάς, ἐσκανδαλίσθησαν καὶ ἠγανάκτησαν;
13 ὁ δὲ ἀποκριθεὶς εἶπε· πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται.
Ὁ δὲ Κύριος ἀπεκρίθη καὶ τοὺς εἶπε· Κάθε φυτειά, ποὺ δὲν τὴν ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος, θὰ ξερριζωθῇ ἀπὸ τὸ χωράφι τοῦ Θεοῦ. Κάθε ἄνθρωπος δηλαδή, ποὺ λόγῳ τῆς ἀναξιότητός του δὲν τὸν προώρισεν ὁ Πατήρ μου διὰ τὴν βασιλείαν του, θὰ ἀποβληθῇ καὶ θὰ ξερριζωθῇ ἀπὸ αὐτήν.
14 ἄφετε αὐτούς· ὁδηγοί εἰσι τυφλοὶ τυφλῶν· τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται.
Ἀφήσατέ τους· εἶναι ὁδηγοὶ τυφλοὶ ποὺ ὁδηγοῦν τυφλούς· ἐὰν δὲ ἕνας τυφλὸς ὁδηγῇ ἄλλον τυφλόν, θὰ πέσουν καὶ οἱ δύο εἰς βαθὺν λάκκον.
15 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· φράσον ἡμῖν τὴν παραβολὴν ταύτην.
Ἀπεκρίθη δὲ ὁ Πέτρος καὶ τοῦ εἶπε· Δός μας νὰ καταλάβωμεν τὸν ἀσαφῆ αὐτὸν λόγον, ποὺ εἶναι σὰν αἴνιγμα.
16 ὁ δὲ Ἰησοῦς εἶπεν· ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε;
Ὁ δὲ Ἰησοῦς εἶπεν· Ἀκόμη καὶ τώρα ὕστερα ἀπὸ τόσας διδασκαλίας, ποὺ σᾶς ἔκαμα, εἶσθε καὶ σεῖς ἀνίκανοι νὰ ἐννοήσετε τὴν ἀλήθειαν, ποὺ εἶπα;
17 οὔπω νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται;
Ἀκόμη δὲν καταλαβαίνετε, ὅτι ἐκεῖνο ποὺ εἰσάγεται εἰς τὸ στόμα μὲ τὰς τροφὰς προχωρεῖ πρὸς τὴν κοιλίαν καὶ ἀποβάλλεται εἰς τὸν κοπρῶνα;
18 τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον.
Ἐκεῖνα ὅμως ποὺ βγαίνουν ἀπὸ τὸ στόμα, ἐξέρχονται ἀπὸ τὴν καρδίαν καὶ ἐκεῖνα μολύνουν τὸν ἄνθρωπον.
19 ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βασφημίαι.
Διότι ἀπὸ τὴν καρδίαν βγαίνουν σκέψεις πονηραί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι. Ὅλαι αὐταὶ αἱ παραβάσεις εἰς τὴν καρδίαν κατ’ ἀρχὰς φυτρώνουν ὡς λογισμοὶ καὶ ἐπιθυμίαι καὶ ἀποφάσεις καὶ ἀπ’ ἐκεῖ πηγάζουν.
20 ταῦτά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον· τὸ δὲ ἀνίπτοις χερσὶ φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον.
Αὐτὰ εἶναι ἐκεῖνα ποὺ μολύνουν τὸν καθ’ αὐτὸ καὶ κυρίως ἄνθρωπον, τὴν ψυχὴν δηλαδή. Τὸ νὰ φάγῃ δὲ κανεὶς μὲ ἄνιπτα χέρια, δὲν μολύνει τὸν ἄνθρωπον. Ἐνδέχεται μὲν νὰ μολύνῃ τὸν σωματικὸν ὀργανισμὸν τοῦ ἀνθρώπου, ἡ ψυχὴ ὅμως παραμένει ἀμόλυντος καὶ καθαρά.
21 Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος.
Καὶ ἀφοῦ ἐβγῆκεν ἀπὸ τὸ μέρος ἐκεῖνο ὁ Ἰησοῦς, ἀνεχώρησε πρὸς τὰ μέρη Τύρου καὶ Σιδῶνος.
22 καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἐκραύγασεν αὐτῷ λέγουσα· ἐλέησόν με, Κύριε, υἱὲ Δαυΐδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται.
Καὶ ἰδοὺ μία γυναῖκα Χαναναία, ποὺ ἐβγῆκεν ἀπὸ τὰ σύνορα ἐκεῖνα, ἐφώναξε δυνατὰ πρὸς αὐτὸν καὶ εἶπεν· Ἐλέησόν με, Κύριε, ἔνδοξε ἀπόγονε τοῦ Δαβίδ. Ἡ θυγατέρα μου κατέχεται ἀπὸ δαιμόνιον καὶ ὑποφέρει φρικτά.
23 ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτων αὐτὸν λέγοντες· ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν.
Αὐτὸς ὅμως δὲν ἀπεκρίθη εἰς αὐτὴν οὔτε λέξιν. Καὶ ἀφοῦ ἐπλησίασαν οἱ μαθηταί του, τὸν παρεκάλουν λέγοντες· Κάμε της αὐτὸ ποὺ ζητεῖ διὰ νὰ φύγῃ, διότι φωνάζει δυνατὰ ἀπὸ πίσω μας καὶ ἀπὸ τὰς φωνάς της θὰ μαζευθῇ λαὸς πολύς.
24 ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.
Αὐτὸς ὅμως ἀπεκρίθη καὶ εἶπε· Δὲν ἀπεστάλην ἀπὸ τὸν Πατέρα μου παρὰ διὰ τὰ χαμένα πρόβατα τοῦ Ἰσραηλιτικοῦ γένους.
25 ἡ δὲ ἐλθοῦσα προσεκύνησεν αὐτῷ λέγουσα· Κύριε, βοήθει μοι.
Ἀλλ’ αὐτή, ἀφοῦ ἦλθε πλησίον, ἔπεσε μὲ εὐλάβειαν είς τοὺς πόδας τοῦ Κυρίου καὶ ἔλεγε· Κύριε, βοήθα με εἰς τὴν δυστυχίαν μου!
26 ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις.
Αὐτὸς ὅμως ἀπεκρίθη καὶ εἶπε· Δὲν εἶναι σωστὸ νὰ πάρῃ κανεὶς τὸ ψωμὶ τῶν παιδιῶν καὶ νὰ τὸ ρίψῃ στὰ σκυλάκια.
27 ἡ δὲ εἶπε· ναί, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψυχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν.
Αὐτὴ δὲ εἶπε· Ναί, Κύριε· δέχομαι ὅτι εἶμαι σκυλάκι. Διότι καὶ τὰ σπιτίσια σκυλάκια τρώγουν ἀπὸ τὰ ψίχουλα, ποὺ πίπτουν ἀπὸ τὸ τραπέζι τῶν κυρίων των.
28 τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ· ὦ γύναι, μεγάλη σου ἡ πίστις! γενηθήτω σοι ὡς θέλεις. καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.
Τότε ἀπεκρίθη ὁ Ἰησοῦς καὶ τῆς εἶπεν· Ὦ γυναῖκα, ἡ πίστις σου εἶναι μεγάλη. Ἂς γίνῃ εἰς σὲ ὅπως θέλεις. Καὶ πράγματι ἀπὸ τὴν ὥραν ἀκριβῶς ἐκείνην ἰατρεύθη ἡ θυγατέρα της.
29 Καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰησοῦς ἦλθε παρὰ τὴν θάλασαν τῆς Γαλιλαίας, καὶ ἀναβὰς εἰς τὸ ὄρος ἐκάθητο ἐκεῖ.
Καὶ ἀφοῦ ἀνεχώρησεν ἀπ’ ἐκεῖ ὁ Ἰησοῦς ἦλθε πλησίον τῆς θαλάσσης τῆς Γαλιλαίας καὶ ἀφοῦ ἀνέβη εἰς τὸ ὄρος, ἐκάθητο ἐκεῖ.
30 καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοὶ ἔχοντες μεθ᾿ ἑαυτῶν χωλούς, τυφλούς, κωφούς, κυλλοὺς καὶ ἑτέρους πολλούς, καὶ ἔρριψαν αὐτοὺς παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐθεράπευσεν αὐτούς,
Καὶ ἦλθαν πρὸς αὐτὸν πλήθη λαοῦ πολλά, ποὺ εἶχαν μαζί τους κουτσούς, τυφλούς, κουφούς, ἀνθρώπους μὲ πιασμένα καὶ παράλυτα χέρια καὶ ἄλλους πολλοὺς ἀρρώστους καὶ τοὺς ἔρριψαν πλησίον τῶν ποδῶν τοῦ Ἰησοῦ. Καὶ τοὺς ἰάτρευσεν,
31 ὥστε τοὺς ὄχλους θαυμάσαι βλέποντας κωφοὺς ἀκούοντας, ἀλάλους λαλοῦντας, κυλλοὺς ὑγιεῖς, χωλοὺς περιπατοῦντας καὶ τυφλοὺς βλέποντας· καὶ ἐδόξασαν τὸν Θεὸν Ἰσραήλ.
ὥστε τὰ πλήθη νὰ θαυμάσουν, σὰν ἔβλεπαν κωφάλαλοι νὰ ἀκούουν καὶ νὰ ὁμιλοῦν, ἄνθρωποι μὲ πιασμένα χέρια νὰ εἶναι ὑγιεῖς, κουτσοὶ νὰ περιπατοῦν καὶ τυφλοὶ νὰ βλέπουν. Καὶ ἐδόξασαν τὸν Θεὸν τῶν Ἰσραηλιτῶν, ὁ ὁποῖος ἑξαιρετικῶς μεταξὺ τοῦ λαοῦ του ἐνήργει διὰ τοῦ Ἰησοῦ τόσα καὶ τέτοια θαύματα.
32 Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπε· σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσί μοι καὶ οὐκ ἔχουσι τί φάγωσι· καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ.
Ὁ δὲ Ἰησοῦς ἐπροσκάλεσε τοὺς μαθητάς του καὶ τοὺς εἶπεν· Αἰσθάνομαι βαθεῖαν συμπάθειαν διὰ τὸ πλῆθος τοῦ λαοῦ, διότι εἶναι τώρα τρεῖς ἡμέραι, ἀφ’ ὅτου μένουν πλησίον μου καὶ δὲν ἔχουν τί νὰ φάγουν. Καὶ δὲν θέλω νὰ τοὺς ἐξαποστείλω εἰς τὰ μέρη τους νηστικούς, μήπως ἀποκάμουν εἰς τὸν δρόμον.
33 καὶ λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι ὥστε χορτάσαι ὄχλον τοσοῦτον;
Καὶ λέγουν εἰς αὐτὸν οἰ μαθηταί του· Ἀπὸ ποῦ νὰ προμηθευθῶμεν ἐδῶ εἰς τὴν ἐρημιὰν τόσον πολλοὺς ἄρτους, ὥστε νὰ χορτάσωμεν τόσον πλῆθος λαοῦ;
34 καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· πόσους ἄρτους ἔχετε; οἱ δὲ εἶπον· ἑπτά, καὶ ὀλίγα ἰχθύδια.
Καὶ λέγει εἰς αὐτοὺς ἡ Ἰησοῦς· Πόσους ἄρτους ἔχετε; Αὐτοὶ δὲ εἶπαν· ἑπτὰ ἄρτους καὶ ὀλίγα ψαράκια.
35 καὶ ἐκέλευσε τοῖς ὄχλοις ἀναπεσεῖν ἐπὶ τὴν γῆν.
Καὶ παρήγγειλεν ὁ Ἰησοῦς εἰς τὰ πλήθη τοῦ λαοῦ νὰ καθίσουν εἰς τὴν γῆν.
36 καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας, εὐχαριστήσας ἔκλασε καὶ ἔδωκε τοῖς μαθηταῖς αὐτοῦ, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις.
Καὶ ἀφοῦ ἐπῆρε εἰς τὰς χεῖρας του τοὺς ἄρτους καὶ τὰ ψάρια, εὐχαρίστησε τὸν Πατέρα του, ποὺ δίδει καὶ πολλαπλασιάζει αὐτὸς ὅλα τὰ ἀγαθά, καὶ ἔκοψε τοὺς ἄρτους καὶ τὰ ψάρια καὶ ἔδωκεν εἰς τοὺς μαθητάς του, οἱ δὲ μαθηταὶ τοῦ ἔδωκαν εἰς τὰ πλήθη τοῦ λαοῦ.
37 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων ἑπτὰ σπυρίδας πλήρεις·
Καὶ ἔφαγαν ὅλοι καὶ ἐχόρτασαν καὶ ἐσήκωσαν τὸ περίσσευμα τῶν κομματιῶν ἑπτὰ μεγάλα κοφίνια γεμᾶτα.
38 οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες χωρὶς γυναικῶν καὶ παιδίων.
Ἐκεῖνοι δὲ ποὺ ἔφαγαν, ἦσαν τέσσαρες χιλιάδες ἄνδρες, χωρὶς νὰ ὑπολογίζωνται εἰς τὸν ἀριθμὸν αὐτὸν γυναῖκες καὶ παιδιά.
39 καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ πλοῖον καὶ ἦλθεν εἰς τὰ ὅρια Μαγδαλά.
Καὶ ἀφοῦ διέλυσε τὰ πλήθη τοῦ λαοῦ, ἐμβῆκεν εἰς τὸ πλοῖον καὶ ἦλθεν εἰς τὰ σύνορα τῆς Μαγδαλά.
Ερμηνεία Π. Τρεμπέλα