ελ
Καινή Διαθήκη
1 ΕΝ ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρῴδης ὁ τετράρχης τὴν ἀκοὴν Ἰησοῦ.
Κατ’ ἐκεῖνον τὸν καιρὸν ἤκουσεν ὁ Ἡρῴδης ὁ Ἀντίπας, ὁ τετράρχης τῆς Γαλιλαίας καὶ Περαίας, τὴν φήμην τοῦ Ἰησοῦ
2 καὶ εἶπε τοῖς παισὶν αὐτοῦ· οὗτός ἐστιν Ἰωάννης ὁ βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ.
καὶ εἶπεν εἰς τοὺς αὐλικούς του αὐτὸς εἶναι ὁ Ἰωάννης ὁ βαπτιστής· αὐτὸς ἀνεστήθη ἐκ νεκρῶν μὲ νέαν ἀποστολὴν ἀπὸ τὸν Θεὸν καὶ δι’ αὐτὸ αἱ ὑπερφυσικαὶ δυνάμεις ἐνεργοῦν διὰ μέσου αὐτοῦ.
3 ὁ γὰρ Ἡρῴδης κρατήσας τὸν Ἰωάννην ἔδησεν αὐτὸν καὶ ἔθετο ἐν φυλακῇ διὰ Ἡρωδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ.
Εἰπὲ δὲ ὁ Ἡρῴδης περὶ τοῦ Ἰωάννου, ὅτι ἀνεστήθη ἐκ νεκρῶν, διότι ὁ Ἡρῴδης τὸν εἶχε θανατώσει· ἀφοῦ δηλαδὴ συνέλαβε τὸν Ἰωάννην, τὸν ἔδεσε καὶ τὸν ἔβαλεν εἰς τὴν φυλακὴν ἐξ αἰτίας τῆς Ἡρῳδιάδος, ἡ ὁποία ἦτο σύζυγος τοῦ Φιλίππου τοῦ ἀδελφοῦ του, καὶ συνέζη τώρα μὲ τὸν Ἡρῴδην.
4 ἔλεγε γὰρ αὐτῷ ὁ Ἰωάννης· οὐκ ἔξεστί σοι ἔχειν αὐτήν.
Διότι τοῦ ἔλεγεν ὁ Ἰωάννης· Δὲν σοῦ ἐπιτρέπεται ἀπὸ τὸν νόμον τοῦ Θεοῦ νὰ ἔχῃς αὐτὴν σύζυγον.
5 καὶ θέλων αὐτὸν ἀποκτεῖναι ἐφοβήθη τὸν ὄχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον.
Καὶ ἐνῷ εἰς τὰς ἀρχάς, παρακινούμενος ἀπὸ τὴν Ἡρῳδιάδα, ἤθελε νὰ τὸν φονεύσῃ, ἐφοβήθη τὰ πλήθη τοῦ λαοῦ, διότι ἐθεώρουν καὶ ἐσέβοντο αὐτὸν ὡς προφήτην.
6 γενεσίων δὲ ἀγομένων τοῦ Ἡρῴδου ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρωδιάδος ἐν τῷ μέσῳ καὶ ἤρεσε τῷ Ἡρῴδη·
Ἀλλ’ ὅταν ἑωρτάζοντο τὰ γενέθλια τοῦ Ἡρῴδου, ἐχόρευσεν ἡ κόρη τῆς Ἠρῳδιάδος εἰς τὸ μέσον τῶν προσκαλεσμένων εἰς τὸ τραπέζι καὶ ἄρεσεν ὁ χορός της εἰς τὸν Ἡρῴδην.
7 ὅθεν μεθ᾿ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται.
Δι’ αὐτὸ τῆς ὑπεσχέθη μὲ ὅρκον νὰ τῆς δώσῃ κάθε τι ποὺ θὰ ἐζήτει.
8 ἡ δέ, προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς, δός μοι, φησίν, ὧδε επὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.
Αὐτὴ δὲ ὁδηγηθεῖσα ἀπὸ τὴν μητέρα της· Δός μοι, εἶπεν, ἐδῶ ἐπάνω εἰς τὸ πιάτο, τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.
9 καὶ ἐλυπήθη ὁ βασιλεύς, διὰ δὲ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσε δοθῆναι,
Καὶ ἐλυπήθη ὁ βασιλεύς, διὰ τοὺς ὅρκους ὅμως καὶ δι’ ἐκείνους, ποὺ ἐκάθηντο μαζὶ εἰς τὸ τραπέζι, εἰς τοὺς ὁποίους ἦτο ἐκτεθειμένος καὶ δὲν ἤθελε νὰ παρουσιασθῇ, ὅτι ἠθέτει τὸν λόγον του καὶ τὸν ὅρκον του, ἔδωκε διαταγὴν νὰ δοθῇ ἡ κεφαλὴ τοῦ Ἰωάννου.
10 καὶ πέμψας ἀπεκεφάλισε τὸν Ἰωάννην ἐν τῇ φυλακῇ.
Καὶ ἀφοῦ ἔστειλε δήμιον, ἀπεκεφάλισε τὸν Ἰωάννην εἰς τὴν φυλακήν.
11 καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι καὶ ἐδόθη τῷ κορασίῳ, καὶ ἤνεγκε τῇ μητρὶ αὐτῆς.
Καὶ ἐφέρθη ἡ κεφαλή του ἐπάνω εἰς πιάτο καὶ ἐδόθη εἰς τὸ κοράσιον, καὶ τὴν ἔφερεν ἐκεῖνο εἰς τὴν μητέρα του.
12 καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ σῶμα καὶ ἔθαψαν αὐτό, καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ.
Καὶ ἐπῆγαν οἱ μαθηταὶ τοῦ Ἰωάννου εἰς τὴν φυλακὴν καὶ ἐσήκωσαν τὸ σῶμα του καὶ τὸ ἔθαψαν. Καὶ μετὰ τὴν ταφὴν ἦλθαν καὶ ἀνήγγειλαν εἰς τὸν Ἰησοῦν τὸ συμβάν.
13 Ἀκούσας δὲ ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ᾿ ἰδίαν· καἰ ἀκούσανες οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων.
Ὅταν δὲ ἤκουσε ταῦτα ὁ Ἰησοῦς, ἀνεχώρησεν ἀπ’ ἐκεῖ διὰ πλοίου εἰς ἔρημον τόπον, ὥστε νὰ μείνῃ μόνος μὲ τοὺς μαθητάς του. Καὶ ὅταν ἤκουσαν τὰ πλήθη τοῦ λαοῦ, ὅτι ἀπεχώρησεν εἰς ἔρημον τόπον, τὸν ἠκολούθησαν πεζοὶ ἀπὸ τὰς πόλεις.
14 Καὶ ἐξελθὼν ὁ Ἰησοῦς εἶδε πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ᾿ αὐτοῖς καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν.
Καὶ ὁ Ἰησοῦς, ὅταν ἐβγῆκεν ἀπὸ τὸ ἐρημικὸν καταφύγιόν του, εἶδε πολὺν λαὸν καὶ τοὺς συνεπάθησε πολὺ καὶ ἐθεράπευσε τοὺς ἀρρώστους των.
15 ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα.
Ὅταν δὲ ἐπλησίαζε νὰ βραδυάσῃ, προσῆλθον εἰς αὐτόν οἰ μαθηταί του λέγοντες· Εἶναι ἔρημος ὁ τόπος καὶ ἡ ὤρα πλέον ἐπέρασε. Δῶσε διαταγὴν νὰ διαλυθοῦν τὰ πλήθη τοῦ λαοῦ, διὰ νὰ ὑπάγουν εἰς τὰ χωρία καὶ νὰ ἀγοράσουν διὰ τοὺς ἑαυτούς των τροφάς.
16 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν.
Ὁ Ἰησοῦς ὅμως τοὺς εἶπε δὲν ἔχουν ἀνάγκην νὰ ἀπέλθουν καὶ νὰ ἀγοράσουν τρόφιμα. Δώσατέ τους σεῖς νὰ φάγουν.
17 οἱ δὲ λέγουσιν αὐτῷ· οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας.
Ἀλλ’ ἐκεῖνοι τοῦ εἶπον· Δὲν ἔχομεν ἐδῶ παρὰ πέντε ψωμιὰ καὶ δύο ψάρια.
18 ὁ δὲ εἶπε· φέρετέ μοι αὐτοὺς ὧδε.
Ὁ δὲ Κύριος εἶπε· Φέρετέ τά μου ἐδῶ.
19 καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοὺς χόρτους, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησε, καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς τοὺς ἄρτους, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις.
Καὶ ἀφοῦ παρεκίνησε τὰ πλήθη τοῦ λαοῦ νὰ ἑξαπλωθοῦν εἰς τὴν πρασινάδα, ἐπῆρε τὰ πέντε ψωμιὰ καὶ τὰ δύο ψάρια, καί, ἀφοῦ ἐσήκωσε τὰ μάτια του εἰς τὸν οὐρανόν, ηὐχαρίστησε καὶ ἐπεκαλέσθη τὸν Πατέρα του καὶ ἀφοῦ ἔκοψε τὰ ψωμιά, τὰ ἔδωκεν εἰς τοὺς μαθητὰς καὶ οἰ μαθηταὶ εἰς τὰ πλήθη τοῦ λαοῦ.
20 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις.
Καὶ ἔφαγαν ὅλοι καὶ ἐχόρτασαν, καὶ ἐσήκωσαν ὅ,τι ἐπερίσσευσεν ἀπὸ τὰ κομμάτια, δώδεκα κοφίνια γεμᾶτα.
21 οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων.
Ἐκεῖνοι δὲ ποὺ ἔφαγαν ἦσαν περίπου πέντε χιλιάδες ἄνδρες, χωρὶς νὰ συνυπολογίζωνται εἰς τὸν ἀριθμὸν αὐτὸν γυναῖκες καὶ παιδιά.
22 Καὶ εὐθέως ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους.
Καὶ ἀμέσως ὁ Ἰησοῦς διὰ νὰ μὴ παρασυρθοῦν οἱ μαθηταί του ἀπὸ τὸν ἐνθουσιασμὸν τοῦ πλήθους, ποὺ ἤθελε νὰ τὸν ἀνακηρύξῃ βασιλέα, ἠνάγκασεν αὐτοὺς νὰ ἔμβουν εἰς τὸ πλοῖον καὶ νὰ περάσουν προτήτερα ἀπὸ αὐτὸν εἰς τὸ ἀπέναντι μέρος τῆς λίμνης, ἕως ὅτου αὐτὸς διαλύσῃ τὰ πλήθη τοῦ λαοῦ.
23 καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ᾿ ἰδίαν προσεύξασθαι. ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ.
Καὶ ἀφοῦ διέλυσε τὰ πλήθη, ἀνέβη εἰς τὸ βουνὸν διὰ νὰ προσευχηθῇ μόνος του. Ὅταν δὲ ἐβράδυασε καλά, ἦτο ἐκεῖ μοναχός.
24 τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἦν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων· ἦν γὰρ ἐναντίος ὁ ἄνεμος.
Τὸ δὲ πλοῖον εἶχε προχωρήσει πλέον εἰς τὸ μέσον τῆς λίμνης καὶ συνεταράσσετο ἀπὸ τὰ κύματα. Διότι ἦτο ἐναντίος ὁ ἄνεμος.
25 τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἀπῆλθε πρὸς αὐτοὺς ὁ Ἰησοῦς περιπατῶν ἐπὶ τῆς θαλάσσης.
Κατὰ δὲ τὸ τελευταῖον τρίωρον τῆς νυκτός, ὁπότε παρελάμβανε τὴν στρατιωτικὴν φρουρὰν τὸ τέταρτον τμῆμα τῶν σκοπῶν, ἔφυγεν ἀπὸ τὸ ὅρος καὶ ἦλθε πρὸς αὐτοὺς ὁ Ἰησοῦς, περιπατῶν ἐπάνω εἰς τὴν θάλασσαν, σὰν νὰ ἦτο αὐτὴ ξηρά.
26 καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ ἐπὶ τὴν θάλασσαν περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι φάντασμά ἐστι, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν.
Καὶ ὅταν τὸν εἶδαν οἱ μαθηταὶ νὰ περιπατῇ ἐπάνω εἰς τὴν θάλασσαν, ἐταράχθησαν λέγοντες, ὅτι αὐτὸ ποὺ ἔβλεπαν εἶναι φάντασμα. Καὶ ἀπὸ τὸν φόβον τους ἀφῆκαν κραυγήν.
27 εὐθέως δὲ ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς λέγων· θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε.
Ἀμέσως ὅμως ὡμίλησεν εἰς αὐτοὺς ὁ Ἰησοῦς καὶ εἶπεν· Ἔχετε θάρρος. Ἐγὼ εἶμαι. Μὴ φοβεῖσθε.
28 ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπε· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρός σε ἐλθεῖν ἐπὶ τὰ ὕδατα.
Ἀπεκρίθη δὲ εἰς αὐτὸν ὁ Πέτρος καὶ εἶπε· Κύριε, ἐὰν εἶσαι σύ, διατάξέ με νὰ ἔλθω πρὸς σὲ ἐπάνω εἰς τὰ νερά.
29 ὁ δὲ εἶπεν, ἐλθέ. καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα ἐλθεῖν πρὸς τὸν Ἰησοῦν.
Ὁ δὲ Κύριος εἶπεν· Ἐλθέ. Καὶ ἀφοῦ κατέβη ἀπὸ τὸ πλοῖον ὁ Πέτρος, περιεπάτησεν ἐπάνω εἰς τὰ νερὰ διὰ νὰ ἔλθῃ πρὸς τὸν Ἰησοῦν.
30 βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξε λέγων· Κύριε, σῶσόν με.
Ἀλλ’ ὅταν εἶδε τὸν ἀέρα, ὅτι ἦτο δυνατός, ἐκλονίσθη ἡ πίστις του καὶ ἐφοβήθη, καὶ σὰν ἤρχισε νὰ βουλιάζῃ, ἐφώναξε δυνατὰ καὶ εἶπε· Κύριε, σῶσε με, διότι κινδυνεύω νὰ πνιγῶ.
31 εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ· ὀλιγόπιστε! εἰς τί ἐδίστασας;
Ἀμέσως δὲ ὁ Ἰησοῦς ἤπλωσε τὴν χεῖρα του, τὸν ἔπιασε καὶ τοῦ εἶπε· Ὀλιγόπιστε, διατὶ ἐδείλιασες;
32 καὶ ἐμβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος·
Καὶ ὅταν ὁ Χριστὸς καὶ ὁ Πέτρος ἐμβῆκαν εἰς τὸ πλοῖον, ἡσύχασεν ὁ ἄνεμος.
33 οἱ δὲ ἐν τῷ πλοίῳ ἐλθόντες προσεκύνησαν αὐτῷ λέγοντες· ἀληθῶς Θεοῦ υἱὸς εἶ.
Αὐτοὶ δέ, ποὺ ἦσαν ἀπὸ προτήτερα εἰς τὸ πλοῖον, ἦλθαν καὶ τὸν ἐπροσκύνησαν μὲ πολλὴν εὐλάβειαν λέγοντες· Ἀληθινά, εἶσαι Υἱὸς τοῦ Θεοῦ.
34 Καὶ διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γεννησαρέτ.
Καὶ ἀφοῦ ἐπέρασαν ἀπὸ τὸ ἕν μέρος τῆς λίμνης εἰς τὸ ἄλλο, ἦλθαν εἰς τὴν χώραν Γεννησαρέτ.
35 καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας,
Καὶ ὅταν οἱ ἄνθρωποι τοῦ τόπου ἐκείνου τὸν ἀντελήφθησαν, ἔστειλαν ἀπεσταλμένους εἰς ὅλην τὴν περιφέρειαν ἐκείνην διὰ νὰ εἰδοποιήσουν τοὺς κατοίκους της περὶ τῆς ἀφίξεώς του, καὶ τοῦ ἔφεραν ὅλους τοὺς ἀσθενεῖς.
36 καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι ἥψαντο διεσώθησαν.
Καὶ τὸν παρεκάλουν νὰ τοὺς ἀφήσῃ νὰ ἐγγίσουν μόνον τὸ ἄκρον τοῦ ἐξωτερικοῦ του ἐνδύματος. Καὶ ὅσοι τὸ ἤγγισαν, ἐθεραπεύθησαν τελείως.
Ερμηνεία Π. Τρεμπέλα