ελ
Καινή Διαθήκη
1 ΚΑΙ εὐθέως ἐπὶ τὸ πρωΐ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον, δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν τῷ Πιλάτῳ.
Καὶ ἀμέσως μόλις ἔγινε πρωΐ, ἔκαναν σύσκεψιν οἱ ἀρχιερεῖς μὲ τοὺς προεστοὺς καὶ γραμματεῖς καὶ ὅλον τὸ συνέδρων περὶ τοῦ πῶς ἔπρεπε νὰ ἐνεργήσουν πλησίον τοῦ Ἐπιτρόπου τῆς Ρώμης. Καὶ μετὰ τὴν σύσκεψιν αὐτήν, ἀφοῦ ἔδεσαν τὸν Ἰησοῦν, τὸν ἔφεραν καὶ τὸν παρέδωκαν εἰς τὸν Πιλᾶτον, κατηγοροῦντες αὐτὸν ὡς ἀντάρτην καὶ ὡς σφετεριζόμενον τὸ ἀξίωμα τοῦ βασιλέως τῶν Ἰουδαίων.
2 καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλᾶτος· σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· σὺ λέγεις.
Καὶ τὸν ἠρώτησεν ὁ Πιλᾶτος· Σὺ εἶσαι ὁ βασιλεὺς τῶν Ἰουδαίων; Αὐτὸς δὲ ἀπεκρίθη καὶ τοῦ εἶπε· Σὺ λέγεις, ὅτι εἶμαι βασιλεὺς τῶν Ἰουδαίων· ἡ βασιλεία μου ὅμως δὲν εἶναι, ὅπως τὴν ἐννοεῖς σὺ καὶ οἱ κατήγοροί μου.
3 καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά, αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο.
Καὶ ἐπειδὴ ἐν τῷ μεταξὺ ὁ Πιλᾶτος ἐπείσθη, ὅτι ἡ κατηγορία αὐτὴ ἦτο ἀβάσιμος, οἱ ἀρχιερεῖς τὸν κατηγόρουν καὶ διὰ πολλὰ ἄλλα. Αὐτὸς ὅμως δὲν ἀπεκρίθη τίποτε.
4 ὁ δὲ Πιλᾶτος πάλιν ἐπηρώτα αὐτὸν λέγων· οὐκ ἀποκρίνῃ οὐδέν; ἴδε πόσα σου καταμαρτυροῦσιν.
Ὁ δὲ Πιλᾶτος πάλιν τὸν ἠρώτησε καὶ εἶπε· Δὲν ἀποκρίνεσαι τίποτε; Κύττα, πόσας κατηγορίας μαρτυροῦν ἐναντίον σου. Δὲν ἀπολογεῖσαι τίποτε δι’ αὐτάς;
5 ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν Πιλᾶτον.
Ἀλλ’ ὁ Ἰησοῦς δὲν ἀπεκρίθη πλέον τίποτε, ὥστε ἐθαύμαζεν ὁ Πιλᾶτος διὰ τὴν γαλήνην καὶ τὴν ἀταραξίαν, τὴν ὁποίαν ἐδείκνυεν εἱς στιγμάς, ποὺ τόσον ἐκινδύνευεν αὐτὴ ἡ ζωή του.
6 Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον, ὅνπερ ᾐτοῦντο.
Εἰς κάθε ἑορτὴν δὲ τοῦ πάσχα συνήθιζεν ὁ ἡγεμὼν νὰ ἀφίνῃ ἐλεύθερον πρὸς χάριν των ἕνα φυλακισμένον, ὅποιον θὰ ἐζήτουν.
7 ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶν συστασιαστῶν δεδεμένος, οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν.
Ἠτο δὲ ἕνας, ποὺ ἐλέγετο Βαραββάς, δεμένος καὶ φυλακισμένος μὲ τοὺς στασιαστάς, οἱ ὁποῖοι εἰς τὴν γνωστὴν κατὰ τὰς ἡμέρας ἐκείνας στάσιν εἶχαν κάμει φόνον.
8 καὶ ἀναβοήσας ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἀεὶ ἐποίει αὐτοῖς.
Καὶ ἐφώναξε δυνατὰ τὸ πλῆθος τοῦ λαοῦ καὶ ἄρχισε νὰ ζητῇ ἀπὸ τὸν Πιλᾶτον ἐκεῖνο, ποὺ πάντοτε ἐσυνήθιζε νὰ τοὺς κάνη, δηλαδὴ νὰ τοὺς ἐλευθερώσῃ ἕνα δέσμιον.
9 ὁ δὲ Πιλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων· θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων;
Ὁ δὲ Πιλᾶτος ἀπεκρίθη εἰς αὐτοὺς καὶ εἶπε· Θέλετε νὰ σᾶς ἐλευθερώσω τὸν βασιλέα τῶν Ἰουδαίων;
10 ἐγίνωσκε γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς.
Καὶ τοὺς ἐπρότεινε νὰ ἐλευθερώσῃ τὸν Ἰησοῦν, διότι ἐγνώριζεν, ὅτι ἕνεκα φθόνου τὸν εἶχαν παραδώσει οἱ ἀρχιερεῖς.
11 οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς.
Οἱ δὲ ἀρχιερεῖς ἔφεραν ἄνω κάτω τὸν ὄχλον καὶ τὸν ἔπεισαν νὰ τοὺς ἐλευθερώσῃ μᾶλλον τὸν Βαραββάν.
12 ὁ δὲ Πιλᾶτος ἀποκριθεὶς πάλιν εἶπεν αὐτοῖς· τί οὖν θέλετε ποιήσω ὃν λέγετε τὸν βασιλέα τῶν Ἰουδαίων;
Ὁ Πιλᾶτος δὲ ἀπεκρίθη πάλιν καὶ τοὺς εἶπε· Τί λοιπὸν θέλετε νὰ κάμω αὐτόν, τὸν ὁποῖον σεῖς ὀνομάζετε βασιλέα τῶν Ἰουδαίων;
13 οἱ δὲ πάλιν ἔκραξαν· σταύρωσον αὐτόν.
Αὐτοὶ δὲ πάλιν ἐφώναξαν· Σταύρωσέ τον.
14 ὁ δὲ Πιλᾶτος ἔλεγεν αὐτοῖς· τί γὰρ ἐποίησεν κακόν; οἱ δὲ περισσοτέρως ἔκραξαν· σταύρωσον αὐτόν.
Ὁ Πιλᾶτος ὅμως τοὺς ἔλεγε· Δὲν ἠμπορῶ νὰ τὸν δικάσω εἰς θάνατον. Διότι ποῖον κακὸν ἔπραξεν; Αὐτοὶ δὲ περισσότερον ἐφώναξαν· σταύρωσέ τον.
15 ὁ δὲ Πιλᾶτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι, ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, καὶ παρέδωκε τὸν Ἰησοῦν φραγγελώσας ἵνα σταυρωθῇ.
Ὁ δὲ Πιλᾶτος, ἐπειδὴ ἤθελε νὰ ἰκανοποιήσῃ καὶ εὐχαριστήσῃ τὸ πλῆθος τοῦ λαοῦ, τοὺς ἠλευθέρωσε τὸν Βαραββὰν καὶ ἀφοῦ διέταξε νὰ μαστιγώσουν τὸν Ἰησοῦν, παρέδωσεν αὐτὸν διὰ νὰ σταυρωθῇ.
16 Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ὅ ἐστι πραιτώριον, καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν·
Οἱ δὲ στρατιῶται ἔφεραν τὸν Ἰησοῦν εἰς τὴν ἐσωτερικὴν αὐλὴν τοῦ οἰκοδομήματος, ποὺ διέμενεν ὁ πραίτωρ, καὶ ἐμάζευσαν ἐκεῖ ὅλην τὴν φρουράν.
17 καὶ ἐνδύουσιν αὐτὸν πορφύραν καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον,
Καὶ διὰ νὰ διακωμωδήσουν τὰς βασιλικάς του ἀξίωσεις, τὸν ἐνέδυσαν κόκκινον μανδύαν, ποὺ ὠμοίαζε πρὸς βασιλικὸν ἔνδυμα, καὶ ἀφοῦ ἔπλεξαν στέφανον ἀπὸ ἀγκάθια, τὸν ἔβαλαν γύρω ἀπὸ τὴν κεφαλήν του ἀντὶ βασιλικοῦ στέμματος.
18 καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν. χαῖρε ὁ βασιλεὺς τῶν Ἰουδαίων·
Καὶ ἤρχισαν νὰ τὸν χαιρετοῦν ἐμπαικτικῶς καὶ νὰ τοῦ λέγουν· χαῖρε, βασιλεῦ τῶν Ἰουδαίων.
19 καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ.
Καὶ τοῦ ἐκτύπων τὴν κεφαλὴν μὲ κάλαμον καὶ τὸν ἔφτυναν. Καὶ ἀφοῦ ἔβαζαν τὰ γόνατά τους κάτω εἰς τὸ ἔδαφος, τὸν ἐπροσκύνουν.
20 καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια τὰ ἴδια, καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν.
Καὶ ὅταν τὸν ἐνέπαιξαν, τοῦ ἔβγαλαν τὸν κόκκινον μανδύαν καὶ τὸν ἔντυσαν τὰ ἰδικά του ρούχα καὶ τὸν ἔβγαλαν ἔξω ἀπὸ τὴν πόλιν διὰ νὰ τὸν σταυρώσουν.
21 Καὶ ἀγγαρεύουσιν παράγοντά τινα Σίμωνα Κυρηναῖον, ἐρχόμενον ἀπ᾿ ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ρούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.
Καὶ ἐπειδὴ δὲν ἀντεῖχε πλέον νὰ βαστάζῃ τὸν σταυρόν του, ἠγγάρευσαν κάποιον, ποὺ διέβαινε ἀπ’ ἐκεῖ τὴν ὥραν ἐκείνην, τὸν Σίμωνα τὸν Κυρηναῖον, ὁ ὁποῖος ἤρχετο ἀπὸ τὸ χωράφι του, τὸν πατέρα τοῦ Ἀλεξάνδρου καὶ τοῦ Ρούφου, καὶ τὸν ὑπεχρέωσαν νὰ σηκώσῃ τὸν σταυρόν του.
22 Καὶ φέρουσιν αὐτὸν ἐπὶ Γολγοθᾶ τόπον, ὅ ἐστι μεθερμηνευόμενον κρανίου τόπος.
Καὶ τὸν ἔφεραν εἰς τὸν τόπον τοῦ Γολγοθά, ὄνομα, ποὺ ὅταν μεταφραστῇ, σημαίνει τόπος κρανίου.
23 καὶ ἐδίδουν αὐτῷ πιεῖν ἐσμυρνισμένον οἶνον· ὁ δὲ οὐκ ἔλαβε.
Καὶ διὰ νὰ μὴ αἰσθανθῇ πολὺ τοὺς πόνους τῆς σταυρώσεως καὶ δυσκολευθοῦν εἰς τὴν ἐκτελεσίν της οἱ σταυρωταί, τοῦ ἔδιναν νὰ πίῃ ὡς ναρκωτικὸν οἶνον ἀνακατευμένον μὲ σμύρναν· αὐτὸς ὅμως δὲν τὸ ἐπῆρε.
24 καὶ σταυρώσαντες αὐτὸν διαμερίζονται τὰ ἱμάτια αὐτοῦ βάλλοντες κλῆρον ἐπ᾿ αὐτὰ τίς τί ἄρῃ.
Καὶ ὅταν τὸν ἐσταύρωσαν, ἐμοίρασαν τὰ ρούχα του, ἀφοῦ ἔρριψαν εἰς αὐτὰ λαχνὸν περὶ τοῦ τί θὰ ἔπαιρνεν ὁ καθένας τους.
25 ἦν δὲ ὥρα τρίτη καὶ ἐσταύρωσαν αὐτόν.
Ἦτο δὲ ὥρα τρεῖς ἀπὸ τὴν ἀνατολὴν τοῦ ἡλίου καὶ τὸν ἐσταύρωσαν.
26 καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη· ὁ βασιλεὺς τῶν Ἰουδαίων.
Καὶ ἦτο ἡ ἐπιγραφὴ τῆς κατηγορίας του γραμμένη εἰς τὸ ἐπάνω μέρος τοῦ σταυροῦ· Ὁ βασιλεὺς τῶν Ἰουδαίων.
27 Καὶ σὺν αὐτῷ σταυροῦσι δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ.
Καὶ μαζὶ μὲ αὐτόν, διὰ νὰ τὸν παραστήσουν ὡς κακοποιὸν καὶ τὸν ἐξευτελίσουν, ἐσταύρωσαν δύο λῃστάς, ἕνα ἀπὸ τὰ δεξιά του καὶ ἕνα ἀπὸ τὰ ἀριστερά του.
28 καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα· καὶ μετὰ ἀνόμων ἐλογίσθη.
Καὶ ἐπραγματοποιήθη ἔτσι ἡ προφητεία τῆς Γραφῆς, ποὺ λέγει· Καὶ κατετάχθη μεταξὺ τῶν παραβατῶν τοῦ νόμου καὶ τῶν κακούργων καὶ ἐτιμωρήθη μαζὶ μὲ αὐτοὺς ὡς ἄνομος.
29 Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες· οὐά, ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν!
Καὶ ἐκεῖνοι, ποὺ ἐπερνοῦσαν κοντά, τὸν ἐβλασφήμουν καὶ ἐκίνουν ἐμπαικτικὰ τὰς κεφαλάς των καὶ ἔλεγαν· Οὐά, σὺ ποὺ θὰ ἐκρήμνιζες τὸν ναὸν καὶ εἰς τρεῖς ἡμέρας θὰ τὸν οἰκοδομοῦσες,
30 σῶσον σεαυτὸν καὶ κατάβα ἀπὸ τοῦ σταυροῦ.
σῶσε τὸν ἑαυτόν σου καὶ κατέβα ἀπὸ τὸν σταυρόν.
31 ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον· ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι.
Παρομοίως δὲ καὶ οἱ ἀρχιερεῖς τὸν περιέπαιζαν μεταξύ τους μὲ τοὺς γραμματεῖς καὶ ἔλεγον· Ἄλλους ἔσωσε μὲ τὰ ἀγυρτικά του θαύματα, τὸν ἑαυτόν του ὅμως δὲν δύναται νὰ σώσῃ.
32 ὁ Χριστὸς ὁ βασιλεὺς τοῦ Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν αὐτῷ. καὶ οἱ συνεσταυρωμένοι αὐτῷ ὠνείδιζον αὐτόν.
Ὁ Χριστός, ὁ βασιλεὺς τοῦ εὐλογημένου λαοῦ τοῦ Θεοῦ, ἂς καταβῇ τώρα ἀπὸ τὸν σταυρόν, διὰ νὰ ἴδωμεν τὸ θαῦμα αὐτὸ τῆς ἀπελευθερώσεώς του καὶ πιστεύσωμεν. Καὶ αὐτοί, ποὺ ἦσαν σταυρωμένοι μαζί του, τὸν ὕβριζαν.
33 Γενομένης δὲ ὥρας ἕκτης σκότος ἐγένετο ἐφ᾿ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης·
Ὅταν δὲ ἡ ὥρα ἔγινεν ἓξ ἀπὸ τὴν ἀνατολὴν τοῦ ἡλίου, δηλαδὴ μεσημέρι, ἔγινε σκότος εἰς ὅλην τὴν γῆν μέχρι τὰς ἐννέα, τουτέστιν ἕως τὰς τρεῖς τὸ ἀπογεῦμα.
34 καὶ τῇ ὥρᾳ τῇ ἐνάτῃ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων· Ἐλωΐ Ἐλωΐ, λιμᾶ σαβαχθανί; ὅ ἐστι μεθερμηνευόμενον, ὁ Θεός μου ὁ Θεός μου, εἰς τί με ἐγκατέλιπες;
Καὶ κατὰ τὴν ἐνάτην ὥραν ἐφώναξε μὲ μεγάλη φωνὴ ὁ Κύριος· Ἐλωΐ, Ἐλωΐ, λιμᾶ σαβαχθανί, τὸ ὁποῖον, ὅταν ἐξηγηθῇ εἰς τὴν ἑλληνικὴν γλῶσσαν, σημαίνει· Θεέ μου, Θεέ μου, διατὶ μὲ ἐγκατέλιπες;
35 καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον· ἴδε Ἠλίαν φωνεῖ.
Καὶ μερικοὶ ἀπὸ ἐκείνους, ποὺ ἔστεκαν ἐκεῖ, ὅταν ἤκουσαν αὐτὸ, ἔλεγαν· Ἰδοὺ φωνάζει τὸν Ἠλίαν.
36 δραμὼν δὲ εἷς καὶ γεμίσας σπόγγον ὄξους περιθείς τε καλάμῳ ἐπότιζεν αὐτὸν λέγων· ἄφετε ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν.
Ἔτρεξε δὲ ἕνας καὶ ἐγέμισε μὲ ξίδι ἕνα σφουγγάρι, καὶ ἀφοῦ τὸ ἔβαλε γύρω ἀπὸ ἕνα καλάμι, τὸν ἐπότιζε λέγων· Ἀφήσατέμε καὶ μὴ μὲ ἐμποδίζετε νὰ προλάβω τὴν λιποθυμίαν του, διὰ νὰ ἴδωμεν, ἐὰν θὰ ἔλθῃ ὁ Ἠλίας νὰ τὸν κατεβάσῃ.
37 ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσε.
Ὁ δὲ Ἰησοῦς ἀφῆκε φωνὴν μεγάλην καὶ ἐξεψύχησε.
38 Καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω.
Καὶ τὸ καταπέτασμα, ποὺ ἐχώριζε εἰς τὸν ναὸν τὰ Ἅγια ἀπὸ τὰ Ἅγια τῶν Ἁγίων, ἐσχίσθη εἰς τὰ δύο ἀπὸ ἐπάνω ἕως κάτω.
39 Ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτω κράξας ἐξέπνευσεν, εἶπεν· ἀληθῶς ὁ ἄνθρωπος οὗτος υἱὸς ἦν Θεοῦ.
Ὅταν δὲ ὁ ἑκατόνταρχος, ποὺ ἐστέκετο ἀπέναντί του, εἶδε μαζὶ μὲ τὰ ἄλλα ἔκτακτα σημεῖα ποὺ συνέβησαν, καὶ ὅτι ὁ Ἰησοῦς ἐξεψύχησεν ὄχι ἀπὸ ἑξάντλησιν, ὅπως ἐπέθαιναν οἱ σταυρωμένοι, ἀλλὰ ἀφοῦ ἀφῆκε φωνὴν δυνατήν, ποὺ δὲν ἔδειχνε κανὲν σημεῖον θανάτου, εἶπεν· Ἀλήθεια, ὁ ἄνθρωπος αὐτὸς ἦτο υἱὸς Θεοῦ.
40 Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς ἦν καὶ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου τοῦ μικροῦ καὶ Ἰωσῆ μήτηρ, καὶ Σαλώμη,
Ἦσαν δὲ καὶ μερικαὶ γυναῖκες, ποὺ ἀπὸ μακρυὰ παρετήρουν, μεταξὺ τῶν ὁποίων ἦσαν καὶ ἡ Μαρία ἡ Μαγδαληνή, καὶ ἡ Μαρία ἡ μητέρα τοῦ Ἰακώβου τοῦ μικροῦ καὶ τοῦ Ἰωσῆ, καὶ ἡ Σαλώμη.
41 αἳ καὶ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.
Αὐταί, καὶ ὅτε ἦτο ὁ Ἰησοῦς ἐν τῇ Γαλιλαίᾳ, τὸν ἠκολούθουν καὶ τὸν ὑπηρέτουν. Ἦσαν δὲ καὶ ἄλλαι πολλαί, αἱ ὁποῖαι ἀνέβησαν μαζὶ μὲ αὐτὸν ἀπὸ τὴν Γαλιλαίαν εἰς τὰ Ἱεροσόλυμα.
42 Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ ἦν παρασκευή, ὃ ἐστι προσάββατον,
Καὶ σὰν ἔγινε πλέον βράδυ, ἐπειδὴ ἦτο ἡμέρα παρασκευῆς καὶ προετοιμασίας, δηλαδὴ παραμονὴ τοῦ Σαββάτου, προτοῦ ἀρχίσῃ μὲ τὴν δύσιν τοῦ ἡλίου ἡ ἡμέρα τοῦ Σαββάτου, κατὰ τὴν ὁποίαν συνέπιπτε καὶ τὸ πάσχα,
43 ἐλθὼν Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, τολμήσας εἰσῆλθε πρὸς Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ.
ἦλθεν ὁ Ἰωσήφ, ποὺ κατήγετο ἀπὸ τὴν πόλιν Ἀριμαθαίαν, σεβαστὸν καὶ ἐπίσημον μέλος τοῦ ἰουδαϊκοῦ συνεδρίου, ποὺ καὶ αὐτὸς εἶχε πιστεύσει εἰς τὸ περὶ βασιλείας τοῦ Θεοῦ κήρυγμα τοῦ Ἰησοῦ καὶ ἐπερίμενε τὴν βασιλείαν αὐτήν, χωρὶς νὰ κλονισθῇ ἡ ἐλπίς του αὐτὴ ἀπὸ τὸν θάνατον τοῦ Ἰησοῦ. Καὶ ἔλαβε τὴν τόλμην καὶ παρουσιάσθη εἰς τὸν Πιλᾶτον καὶ ἐζήτησε τὸ σῶμα τοῦ Ἰησοῦ.
44 ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανε·
Ὁ Πιλᾶτος δὲ ἐξεπλάγη καὶ ἠπόρησεν, ἐὰν τόσον γρήγορα ἀπέθανεν ὁ Ἰησοῦς. Καὶ ἀφοῦ ἐπροσκάλεσε τὸν ἑκατόνταρχον, τὸν ἠρώτησεν, ἐὰν εἶχεν ὤραν πολλὴν ποὺ ἀπέθανε.
45 καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ σῶμα τῷ Ἰωσήφ.
Καὶ ὅταν ἔμαθεν ἀπὸ τὸν ἑκατόνταρχον, ὅτι πράγματι ἀπέθανεν, ἐχάρισεν εἰς τὸν Ἰωσὴφ τὸ σῶμα.
46 καὶ ἀγοράσας σινδόνα καὶ καθελὼν αὐτὸν ἐνείλησε τῇ σινδόνι καὶ κατέθηκεν αὐτὸν ἐν μνημείῳ, ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισε λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου.
Καὶ ἐκεῖνος ἀφοῦ ἠγόρασε σινδόνα καινουργῆ καὶ ἀμεταχείριστον καὶ τὸν ἐκατέβασεν ἀπὸ τὸν σταυρόν, ἐτύλιξε τὸ σῶμα εἰς τὴν σινδόνα καὶ τὸν ἔβαλε χάμω εἰς μνημεῖον, ποὺ ἦτο σκαλισμένον μέσα εἰς τὸν βράχον· καὶ ἐκύλισε λίθον βαρὺν ἐπάνω εἰς τὸ στόμιον τοῦ μνημείου.
47 ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία Ἰωσῆ ἐθεώρουν ποῦ τίθεται.
Ἡ Μαγδαληνὴ δὲ Μαρία καὶ ἡ Μαρία τοῦ Ἰωσῆ παρετήρουν προσεκτικὰ καὶ μὲ πολὺ ἐνδιαφέρον ποὺ ἐτέθη τὸ σῶμα.
Ερμηνεία Π. Τρεμπέλα