ελ
Καινή Διαθήκη
1 ΕΓΕΝΕΤΟ δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ τοῦ ἀκούειν τὸν λόγον τοῦ Θεοῦ καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρέτ,
Ενῷ δὲ τὰ πλήθη τοῦ λαοῦ τὸν ἐπίεζαν καὶ τὸν ἐστρίμωναν διὰ νὰ ἀκούουν τὸν λόγον τοῦ Θεοῦ, συνέβη νὰ στέκεται αὐτὸς πλησίον τῆς λίμνης Γεννησαρέτ.
2 καὶ εἶδε δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ᾿ αὐτῶν ἀπέπλυναν τὰ δίκτυα.
Καὶ εἶδε δύο μικρὰ πλοῖα ἀραγμένα πλησίον τῆς λίμνης· οἱ ψαράδες δὲ εἶχαν βγῆ ἀπ’ αὐτὰ εἰς τὴν παραλίαν καὶ ἐπλεναν τὰ δίκτυα.
3 ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν τοῦ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον· καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους.
Ἀφοῦ δὲ ἐμβῆκεν εἰς ἐν ἀπὸ τὰ πλοῖα αὐτά, τὸ ὁποῖον ἦτο τοῦ Σίμωνος, παρεκάλεσεν αὐτὸν νὰ τὸ προχωρήσῃ ὀλίγον καὶ εἰς μικρὰν ἀπόστασιν ἀπὸ τὴν ξηράν. Καὶ ἀφοῦ ἐκάθισεν ἐδίδασκεν ἀπὸ μέσα ἀπὸ τὸ πλοῖον τὰ πλήθη τοῦ λαοῦ, ποὺ εὑρίσκοντο εἰς τὴν παραλίαν.
4 ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σίμωνα· ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν.
Ὅταν δὲ ἔπαυσε νὰ ὁμιλῇ, εἶπε πρὸς τὸν Σίμωνα· Φέρε πάλιν τὸ πλοῖον εἰς τὰ βαθειὰ νερὰ τῆς λίμνης καὶ ρίψατε τὰ δίκτυά σας διὰ νὰ πιάσετε ψάρια.
5 καὶ ἀποκριθεὶς ὁ Σίμων εἶπεν αὐτῷ· ἐπιστάτα, δι᾿ ὅλης τῆς νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ρήματί σου χαλάσω τὸ δίκτυον.
Καὶ ὁ Σίμων ἀπεκρίθη καὶ τοῦ εἶπε· Διδάσκαλε, ὅλην τὴν νύκτα ἐκοπιάσαμεν ρίπτοντες τὰ δίκτυα καὶ δὲν ἐπιάσαμεν τίποτε. Ἀλλ’ ἀφοῦ τὸ διατάσσεις, μὲ τελείαν πεποίθησιν καὶ ὑπακοὴν εἰς τὸν λόγον σου θὰ ρίψω τὸ δίκτυον.
6 καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ· διερρήγνυτο δὲ τὸ δίκτυον αὐτῶν.
Καὶ ἀφοῦ ἔκαμαν αὐτό, ἔκλεισαν μέσα εἰς τὸ δίκτυον πλῆθος πολὺ ψάρια. Καὶ ἤρχισε νὰ σπάζῃ τὸ δίκτυόν τους, ἐπειδὴ δὲν άντεῖχεν εἰς τὸ βάρος τοῦ πλήθους τῶν ψαριῶν.
7 καὶ κατένευσαν τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά.
Καὶ προσεκάλεσαν μὲ νεύματα τοὺς συνεταίρους των, ποὺ ἦσαν εἰς τὸ ἄλλο πλοῖον, νὰ ἔλθουν καὶ νὰ πιάσουν μαζὶ μὲ αὐτοὺς τὰ δίκτυα καὶ νὰ τοὺς βοηθήσουν διὰ νὰ τὰ σύρουν ἐπάνω. Καὶ ἦλθον καὶ ἐγέμισαν καὶ τὰ δύο πλοῖα τόσον πολύ, ὥστε ἀπὸ τὸ βάρος τῶν ψαριῶν ἐκινδύνευαν ταῦτα νὰ βυθισθοῦν.
8 ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσε τοῖς γόνασιν Ἰησοῦ λέγων· ἔξελθε ἀπ᾿ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε·
Ὅταν δὲ εἶδεν ὁ Σίμων Πέτρος τὸ πρωτοφανὲς αὐτὸ καὶ ἀνέλπιστον πλῆθος τῶν ψαριῶν, ἔπεσε κάτω εἰς τὰ γόνατα τοῦ Ἰησοῦ καὶ εἶπεν· Ἔβγα ἀπὸ τὸ πλοῖον μου καὶ φύγε ἀπὸ ἐμέ, Κύριε, διότι εἶμαι ἄνθρωπος ἁμαρτωλός, καὶ δὲν εἶμαι ἄξιος νὰ σὲ ἔχω εἰς τὸ πλοῖον μου.
9 θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ᾗ συνέλαβον,
Καὶ εἶπε τοὺς λόγους αὐτοὺς ὁ Πέτρος, διότι μεγάλη ἔκπληξις κατέλαβε καὶ αὐτὸν καὶ ὅλους ἐκείνους ποὺ ἦσαν μαζί του, διὰ τὴν πρωτοφανῆ σύλληψιν τῶν ψαριῶν, τὰ ὁποῖα εἶχαν πιάσει, καὶ ἡ ὁποία μόνον ἀπὸ παρέμβασιν τῆς θείας δυνάμεως ἠδύνατο νὰ ἐξηγηθῇ.
10 ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην, υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. καὶ εἶπε πρὸς τὸν Σίμωνα ὁ Ἰησοῦς· μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν.
Ὁμοίως δὲ κατέλαβεν ἔκπληξις καὶ τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην τοὺς υἱοὺς τοῦ Ζεβεδαίου, οἱ ὁποῖοι ἦσαν συνεταῖροι τοῦ Σίμωνος. Καὶ εἶπε πρὸς τὸν Σίμωνα ὁ Ἰησοῦς· Μὴ φοβεῖσαι· ἀπὸ τώρα, ποὺ σὲ καλῶ νὰ γίνῃς ἀπόστολός μου, θὰ ἑξακολουθῇς νὰ πιάνῃς ζωντανοὺς ὄχι ψάρια, ἀλλὰ ἀνθρώπους, τοὺς ὁποίους διὰ τοῦ κηρύγματός σου θὰ ὁδηγῇς εἰς τὴν σωτηρίαν.
11 καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν ἀφέντες ἅπαντα ἠκολούθησαν αὐτῷ.
Καὶ ἀφοῦ ἐπανέφεραν τὰ πλοῖα εἰς τὴν ξηράν, ἀφῆκαν τὰ πάντα, καὶ ψάρια δηλαδὴ καὶ δίκτυα καὶ πλοῖα, καὶ τὸν ἠκολούθησαν.
12 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας· καὶ ἰδὼν τὸν Ἰησοῦν, πεσὼν ἐπὶ πρόσωπον ἐδεήθη αὐτοῦ λέγων· Κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι.
Συνέβη δέ, ἐνῷ ἦτο ὁ Ἰησοῦς εἰς μίαν ἀπὸ τὰς πόλεις, καὶ ἰδοὺ ἕνας ἄνθρωπος γεμᾶτος ἀπὸ ἐξανθήματα λέπρας. Καὶ ὅταν εἶδε τὸν Ἰησοῦν, ἔπεσε χάμω μὲ τὸ πρόσωπον κατὰ γῆς καὶ τὸν παρεκάλεσε λέγων· Κύριε, ἐὰν θέλῃς, ἔχεις τὴν δύναμιν νὰ μὲ καθαρίσῃς ἀπὸ τὰς πληγὰς τοῦ ἀκαθάρτου νοσήματός μου.
13 καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ εἰπών· θέλω, καθαρίσθητι. καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπ᾿ αὐτοῦ.
Καὶ ἀφοῦ ἑξάπλωσε τὴν χεῖρα του ὁ Ἰησοῦς, τὸν ἤγγισε καὶ εἶπε· θέλω νὰ καθαρισθῇς καὶ καθαρίσου. Καὶ ἀμέσως ἡ λέπρα ἔφυγεν ἀπὸ ἐπάνω του.
14 καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν, ἀλλὰ ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου καθὼς προσέταξε Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς.
Καὶ ὁ Ἰησοῦς παρήγγειλεν εἰς αὐτὸν νὰ μὴ εἴπῃ εἰς κανένα τὸ θαῦμα τῆς θεραπείας. Ἀλλὰ πήγαινε, τοῦ εἶπε, καὶ δεῖξε τὸν ἑαυτόν σου εἰς τὸν ἱερέα καὶ πρόσφερε διὰ τὸν καθαρισμόν σου θυσίαν, καθὼς διέταξεν ὁ Μωϋσῆς, διὰ νὰ χρησιμεύσῃ ἡ ἐξέτασίς σου ἀπὸ τὸν ἱερέα καὶ ἡ προσφορὰ τῆς θυσίας ὡς μαρτυρία καὶ ἀπόδειξις εἰς τοὺς ἱερεῖς καὶ τὸν λαόν, ὅτι καὶ σὺ πράγματι ἐθεραπεύθης καὶ ἐγὼ δὲν ἦλθον νὰ καταλύσω τὸν νόμον.
15 διήρχετο δὲ μᾶλλον ὁ λόγος περὶ αὐτοῦ, καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν καὶ θεραπεύεσθαι ὑπ᾿ αὐτοῦ ἀπὸ τῶν ἀσθενειῶν αὐτῶν·
Διεδίδετο δὲ περισσότερον τώρα μετὰ τὸ θαῦμα τοῦτο ἡ φήμη του καὶ ἐμαζεύοντο πλήθη λαοῦ πολλά, διὰ νὰ ἀκούουν τὴν διδασκαλίαν του καὶ διὰ νὰ θεραπεύωνται ὑπ’ αὐτοῦ ἀπὸ τὰς ἀσθενείας των.
16 αὐτὸς δὲ ἦν ὑποχωρῶν ἐν ταῖς ἐρήμοις καὶ προσευχόμενος.
Αὐτὸς ὅμως ἀντιθέτως ἀπεσύρετο συνεχῶς εἰς τὰς ἐρήμους καὶ προσηύχετο.
17 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἦν διδάσκων, καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκαλοι, οἳ ἦσαν ἐληλυθότες ἐκ πάσης κώμης τῆς Γαλιλαίας καὶ Ἰουδαίας καὶ Ἱερουσαλήμ· καὶ δύναμις Κυρίου ἦν εἰς τὸ ἰᾶσθαι αὐτούς.
Καὶ συνέβη κατὰ μίαν ἀπὸ τὰς ἡμέρας ἐκείνας, καὶ αὐτὸς ἐδίδασκε. Καὶ ἐκάθηντο ἐκεῖ Φαρισαῖοι καὶ νομοδιδάσκαλοι, οἱ ὁποῖοι εἶχαν ἔλθει ἀπὸ κάθε χωρίον τῆς Γαλιλαίας καὶ τῆς Ἰουδαίας καὶ ἀπὸ τὴν Ἱερουσαλήμ. Καὶ εἰς τὸν Ἰησοῦν ὑπῆρχε πάντοτε καὶ ἐνήργει διαρκῶς δύναμις Κυρίου, διὰ νὰ θεραπεύῃ θαυματουργικῶς τὰ πλήθη τῶν ἀρρώστων.
18 καὶ ἰδοὺ ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶ θεῖναι ἐνώπιον αὐτοῦ.
Καὶ ἰδοὺ μερικοὶ ἄνδρες ἔφεραν ἐπάνω εἰς κρεββάτι κάποιον ἄνθρωπον, ὁ ὁποῖος ἦτο παραλυμένος, καὶ ἐζήτουν νὰ ἐμβάσουν αὐτὸν μέσα εἰς τὸ σπίτι καὶ νὰ τὸν βάλουν ἐμπρός του.
19 καὶ μὴ εὑρόντες ποίας εἰσενέγκωσιν αὐτὸν διὰ τὸν ὄχλον, ἀναβάντες ἐπὶ τὸ δῶμα διὰ τῶν κεράμων καθῆκαν αὐτὸν σὺν τῷ κλινιδίῳ εἰς τὸ μέσον ἔμπροσθεν τοῦ Ἰησοῦ.
Καὶ ἐπειδὴ λόγῳ τῆς κοσμοπλημμύρας δὲν εὗρον ἀπὸ ποίαν εἴσοδον νὰ τὸν ἐμβάσουν μέσα, ἀνέβησαν εἰς τὸ ἠλιακωτὸν τοῦ σπιτιοῦ καὶ μέσα ἀπὸ τὰ κεραμίδια, ἀφοῦ ἔβγαλαν μερικά, κατέβασαν αὐτὸν μαζὶ μὲ τὸ μικρὸν κρεββάτι του εἰς τὸ μέσον, ἐμπρὸς εἰς τὸν Ἰησοῦν.
20 καὶ ἰδὼν τὴν πίστιν αὐτῶν εἶπεν αὐτῷ· ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.
Καὶ ὅταν εἶδεν ὁ Ἰησοῦς τὴν πίστιν καὶ αὐτοῦ καὶ ἐκείνων ποὺ τὸν ἔφεραν, εἶπεν εἰς αὐτόν· Βασανισμένε ἄνθρωπε, φοβεῖσαι, πῶς θὰ διατεθῶ ἔναντι τῆς ἁμαρτωλῆς σου καταστάσεως, διὰ τὴν ὁποίαν σὲ ἔρριψε τὴν στιγμὴν αὐτὴν εἰς ἀνησυχίαν ἡ συνείδησίς σου. Βεβαιώθητι, λοιπόν, ὅτι ἔχουν συγχωρηθῆ αἱ ἁμαρτίαι σου.
21 καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι λέγοντες· τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας· τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ μόνος ὁ Θεός;
Καὶ ἤρχισαν νὰ σκέπτωνται μέσα των οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι, καὶ νὰ λέγουν· Ποῖος εἶναι αὐτός, ποὺ τολμᾷ νὰ λέγῃ βλασφημίας; Ποῖος ἄλλος ἔχει δύναμιν καὶ ἐξουσίαν νὰ συγχωρῇ ἁμαρτίας παρὰ μόνον ὁ Θεός; Πῶς λοιπὸν σφετερίζεται οὗτος ἀσεβῶς τὴν ἐξουσίαν αὐτὴν τοῦ Θεοῦ;
22 ἐπιγνοὺς δὲ ὁ Ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν ἀποκριθεὶς εἶπε πρὸς αὐτούς· τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;
Ὁ Ἰησοῦς ὅμως διὰ τῆς ὑπερφυσικῆς του γνώσεως ἀντελήφθη ἐπακριβῶς καὶ ἐξ ὀλοκλήρου τοὺς ἀποκρύφους διαλογισμούς των καὶ ἀποκριθεὶς τοὺς εἶπε· Τί συλλογίζεσθε μέσα εἰς τὰς καρδίας σας; Ἠξεύρω, τί σκέπτεσθε καὶ ἀπαντῶ εἰς τὰς σκέψεις σας αὐτάς.
23 τί ἐστιν εὐκοπώτερον, εἰπεῖν, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, ἢ εἰπεῖν, ἔγειρε καὶ περιπάτει;
Τί εἶναι εὐκολώτερον ἀπὸ τὰ δύο, νὰ εἴπῃ κανεὶς εἰς τὸν ἄνθρωπον αὐτόν, σοῦ εἶναι συγχωρημέναι αἱ ἁμαρτίαι σου, ἢ νὰ τοῦ εἴπῃ, σήκω ὄρθιος καὶ περιπάτει; Σεῖς θεωρεῖτε δυσκολώτερον τὴν θεραπείαν τοῦ ἀσθενοῦς.
24 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας ~εἶπε τῷ παραλελυμένῳ· σοὶ λέγω, ἔγειρε καὶ ἄρας τὸ κλινίδιόν σου πορεύου εἰς τὸν οἶκόν σου.
Διὰ νὰ μάθετε λοιπόν, ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου, ὁ Μεσσίας, ὁ τέλειος ἐκπρόσωπος τῆς ἀνθρωπότητος, ποὺ θὰ ἔλθῃ κατὰ τὴν συντέλειαν ἐπὶ νεφελῶν, διὰ νὰ κρίνῃ τὸν κόσμον, ἔχει ἐξουσίαν ἐπὶ τῆς γῆς νὰ συγχωρῇ ἁμαρτίας, εἶπεν εἰς τὸν παραλυμένον· Εἰς σὲ ὁμιλῶ· σήκω ὄρθιος καὶ πάρε τὸ κρεββατάκι σου καὶ πήγαινε εἰς τὸ σπίτι σου.
25 καὶ παραχρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν, ἄρας ἐφ᾿ ὃ κατέκειτο ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ δοξάζων τὸν Θεόν.
Καὶ ἀμέσως ἀφοῦ ἐσηκώθη ἐμπρός των, ἐπῆρε τὸ κρεββάτι, ἐπὶ τοῦ ὁποίου ἦτο ἑξαπλωμένος, καὶ ἐπῆγεν εἰς τὸ σπίτι του δοξάζων τὸν Θεόν, ὁ ὁποῖος τοῦ ἔδωκε τὴν ὑγείαν του.
26 καὶ ἔκστασις ἔλαβεν ἅπαντας καὶ ἐδόξαζον τὸν Θεόν, καὶ ἐπλήσθησαν φόβου λέγοντες ὅτι εἴδομεν παράδοξα σήμερον.
Καὶ κατέλαβεν ὅλους βαθὺς θαυμασμὸς καὶ ἐδόξαζαν τὸν Θεόν, ποὺ τοὺς ἐχάρισεν ἕνα τέτοιον θαυματουργόν. Καὶ ἐκυριεύθησαν ἀπὸ φόβον διὰ τὴν παρουσίαν μιᾶς τόσον ὑπερφυσικῆς δυνάμεως καὶ ἔλεγαν, ὅτι εἴδαμεν σήμερον πράγματα παράδοξα καὶ πρωτοφανῆ.
27 Καὶ μετὰ ταῦτα ἐξῆλθε καὶ ἐθεάσατο τελώνην ὀνόματι Λευΐν, καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ εἶπεν αὐτῷ· ἀκολούθει μοι.
Καὶ ὕστερον ἀπὸ αὐτὰ ἐβγῆκεν ἀπὸ τὸ σπίτι, ποὺ ἐθεράπευσε τὸν παραλυτικόν, καὶ εἰς τὸν δρόμον παρετήρησε μὲ ἰδιαίτερον ἐνδιαφέρον καὶ προσοχὴν κάποιον τελώνην, ποὺ ἐλέγετο Λευΐς, νὰ κάθεται εἰς τὴν τράπεζαν τῆς εἰσπράξεως τῶν φόρων καὶ τοῦ εἶπεν· Ἀκολούθει με ὡς μόνιμος καὶ ἰσόβιος μαθητής μου.
28 καὶ καταλιπὼν ἅπαντα ἀναστὰς ἠκολούθησεν αὐτῷ.
Καὶ ἐκεῖνος, ἀφοῦ ἀφῆκε τὰ πάντα, ἐσηκώθη καὶ τὸν ἠκολούθησε.
29 καὶ ἐποίησε δοχὴν μεγάλην Λευΐς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ ἦν ὄχλος τελωνῶν πολὺς καὶ ἄλλων οἳ ἦσαν μετ᾿ αὐτῶν κατακείμενοι.
Καὶ ἔκαμεν εἰς τὸ σπίτι του μεγάλην ὑποδοχὴν ὁ Λευῒς εἰς τὸν Ἰησοῦν. Καὶ ἦτο πλῆθος πολὺ ἀπὸ τελώνας καὶ ἄλλους, οἱ ὁποῖοι ἦσαν μαζί των ἑξαπλωμένοι εἰς τὴν τράπεζαν τοῦ φαγητοῦ καὶ συνέτρωγον.
30 καὶ ἐγόγγυζον οἱ γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες· διατί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε;
Καὶ ἐμουρμούριζαν ἐναντίον του οἱ γραμματεῖς των καὶ οἱ Φαρισαῖοι ἀπευθυνόμενοι πρὸς τοὺς μαθητάς του καὶ λέγοντες· Διατὶ τρώγετε καὶ πίνετε μὲ τοὺς τελώνας καὶ ἁμαρτωλοὺς καὶ ἔρχεσθε οὕτω εἰς στενὴν καὶ φιλικὴν σχέσιν μὲ αὐτούς;
31 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πρὸς αὐτούς· οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ᾿ οἱ κακῶς ἔχοντες·
Καὶ ὁ Ἰησοῦς ἀπεκρίθη καὶ τοὺς εἶπε· Δὲν ἔχουν ἀνάγκην ἰατροῦ οἱ ὑγιεῖς, ἀλλ’ ὅσοι ἔχουν ἄσχημα εἰς τὴν ὑγείαν των.
32 οὐκ ἐλήλυθα καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.
Δὲν ἔχω ἔλθει εἰς τὸν κόσμον διὰ νὰ καλέσω ἐκείνους, ποὺ θεωροῦν τοὺς ἑαυτούς των δικαίους, ἀλλὰ τοὺς ἁμαρτωλοὺς ἦλθα νὰ καλέσω εἰς μετάνοιαν.
33 Οἱ δὲ εἶπον πρὸς αὐτόν· διατί οἱ μαθηταὶ Ἰωάννου νηστεύουσι πυκνὰ καὶ δεήσεις ποιοῦνται, ὁμοίως καὶ οἱ τῶν Φαρισαίων, οἱ δὲ σοὶ ἐσθίουσι καὶ πίνουσιν;
Αὐτοὶ δέ, ἀφοῦ μὲ τὴν ἀπάντησιν αὐτὴν ἀπεστομώθησαν, ἔστρεψαν τὴν συζήτησιν εἰς ἄλλο ζήτημα καὶ τοῦ εἶπαν· Διατὶ οἱ μαθηταὶ τοῦ Ἰωάννου νηστεύουν συχνὰ καὶ κάνουν προσευχάς, καὶ οἱ μαθηταὶ τῶν Φαρισαίων κάνουν τὸ ἴδιο, οἱ δικοί σου δὲ μαθηταὶ τρώγουν καὶ πίνουν;
34 ὁ δὲ εἶπε πρὸς αὐτούς· μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος, ἐν ᾧ ὁ νυμφίος μετ᾿ αὐτῶν ἐστι, ποιῆσαι νηστεύειν;
Αὐτὸς δὲ τοὺς εἶπε· Μήπως ἠμπορεῖτε εἰς τοὺς προσκαλεσμένους εἰς γάμον φίλους τοῦ γαμβροῦ, ἐφ’ ὅσον χρόνον ὁ γαμβρὸς εἶναι μαζί των καὶ ἐορτάζουν τὴν χαρὰν τοῦ γάμου του, νὰ τοὺς ἐπιβάλετε νὰ νηστεύουν; Ἔτσι καὶ οἱ μαθηταί μου. Ἐφ’ ὅσον ἐγὼ ὁ Νυμφίος τῆς Ἐκκλησίας εἶμαι μαζί των, δὲν εἶναι δυνατὸν νὰ πενθοῦν καὶ νὰ νηστεύουν.
35 ἐλεύσονται δὲ ἡμέραι, καὶ ὅταν ἀπαρθῇ ἀπ᾿ αὐτῶν ὁ νυμφίος, τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις.
Θὰ ἔλθουν ὅμως ἡμέραι καὶ τότε, ὅταν θὰ πάρουν ἀπὸ αὐτοὺς τὸν Νυμφίον, θὰ νηστεύσουν καὶ θὰ πενθήσουν καὶ θὰ κακοπαθήσουν κατὰ τὰς ἡμέρας ἐκείνας.
36 ἔλεγε δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς ὅτι οὐδεὶς ἐπίβλημα ἱματίου καινοῦ ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μήγε, καὶ τὸ καινὸν σχίσει καὶ τῷ παλαιῷ οὐ συμφωνεῖ τὸ ἐπίβλημα τὸ ἀπὸ τοῦ καινοῦ.
Τοὺς ἔλεγε δὲ καὶ ἓν ἀλληγορικὸν παράδειγμα, διὰ νὰ τοὺς ἐξηγήσῃ μὲ αὐτὸ καὶ νὰ τοὺς παραστήσῃ ζωηρότερον τὴν ἀλήθειαν αὐτήν. Τοὺς ἔλεγε δηλαδή, ὅτι κανεὶς δὲν βάζει εἰς παλαιὸν ροῦχον ἐμβάλωμα ἀπὸ ροῦχον καινούργιον· εἰ δ’ ἄλλως καὶ τὸ καινούργιον ροῦχον θὰ τὸ σχίσῃ ἀνωφελῶς καὶ θὰ τὸ ἀχρηστεύσῃ, ἀλλὰ καὶ πρὸς τὸ παλαιὸν ροῦχον δὲν ταιριάζει τὸ ἐμβάλωμα, ποὺ ἐκόπη ἀπὸ τὸ καινούργιον ὕφασμα. Ἔτσι καὶ ἡ νέα μου διδασκαλία δὲν εἶναι ὠφέλιμον νὰ προσκολληθῇ εἰς ἐξωτερικοὺς τύπους, ποὺ ἐπάληωσαν. Διότι καὶ αὐτὴ θὰ ἀχρηστευθῇ, ἀλλὰ καὶ ἀταίριαστον μίγμα θὰ προέλθῃ.
37 καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ρήξει ὁ οἶνος ὁ νέος τοὺς ἀσκούς, καὶ αὐτὸς ἐκχυθήσεται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται·
Καὶ κανένας δὲν βάζει μοῦστον εἰς ἀσκοὺς παλαιούς, ποὺ δὲν ἀντέχουν εἰς τὴν βράσιν τοῦ μούστου. Ἐὰν ὅμως γελασθῇ καὶ κάμῃ κάτι τέτοιο, τότε ὁ μοῦστος θὰ σπάσῃ τοὺς ἀσκούς, καὶ ἔτσι καὶ αὐτὸς θὰ χυθῇ ἔξω καὶ οἱ ἀσκοῖ θὰ χαθοῦν.
38 ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον, καὶ ἀμφότεροι συντηροῦνται.
Ἀλλὰ πρέπει νὰ βάζουν τὸν μοῦστον εἰς ἀσκοὺς καινούργιους καὶ τότε καὶ ὁ μοῦστος καὶ οἱ ἀσκοὶ διατηροῦνται. Ἔτσι καὶ τώρα οἱ Φαρισαῖοι καὶ οἱ μαθηταί των εἶναι ἀσκοὶ παλαιοί, ποὺ δὲν ἠμποροῦν νὰ βαστάσουν τὴν νέαν διδασκαλίαν μου, τὴν ὁποίαν θὰ παραλάβουν οἱ μαθηταί μου, ποὺ ὁμοιάζουν μὲ νέους ἀσκούς.
39 καὶ οὐδεὶς πιὼν παλαιὸν εὐθέως θέλει νέον· λέγει γάρ· ὁ παλαιὸς χρηστότερός ἐστιν.
Καὶ ὅταν κανεὶς πίῃ παλαιὸν οἶνον, δὲν θέλει ἀμέσως νὰ πίῃ νέον. Διότι λέγει· ὁ παλαιὸς οἶνος εἶναι καλύτερος. Ἔτσι καὶ ὁ συνηθισμένος εἰς τὴν παλαιότητα τοῦ νόμου δὲν ἀρέσκεται εἰς τὸ νέον πνεῦμα καὶ εἰς τὴν νέαν λατρείαν τοῦ εὐαγγελίου, διότι νομίζει, ὅτι αἱ τελεταὶ τῆς παλαιᾶς λατρείας εἶναι καλύτεροι. Βαθμηδὸν καὶ κατ’ ὀλίγον θὰ συνηθίσῃ οὗτος τὸ νέον πνεῦμα τοῦ εὐαγγελίου.
Ερμηνεία Π. Τρεμπέλα