ελ
Καινή Διαθήκη
1 ΚΑΙ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πιλᾶτον.
Καὶ ἀφοῦ ἐσηκώθη ὅλον τὸ πλῆθος τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων, ποὺ ἀπετέλουν τὸ συνέδριον, ἔφεραν τὸν Ἰησοῦν εἰς τὸν Πιλᾶτον.
2 ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες· τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος καὶ κωλύοντα Καίσαρι φόρους διδόναι, λέγοντα ἑαυτὸν Χριστὸν βασιλέα εἶναι.
Ἤρχισαν δὲ νὰ τὸν κατηγοροῦν καὶ νὰ λέγουν· Αὐτὸν τὸν ηὕραμε νὰ διαστρέφῃ καὶ νὰ παρακινῇ εἰς ἐπανάστασιν τὸ ἔθνος καὶ νὰ ἐμποδίζῃ νὰ δίδωμεν φόρους εἰς τὸν Καίσαρα. Καὶ ὅλα αὐτὰ τὰ ἔκαμε, διότι λέγει διὰ τὸν ἑαυτόν του, ὅτι εἶναι ὁ Χριστός, δηλαδὴ εἶναι βασιλεύς.
3 ὁ δὲ Πιλᾶτος ἐπηρώτησεν αὐτὸν λέγων· σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη· σὺ λέγεις.
Ὁ δὲ Πιλᾶτος ἠρώτησε τὸν Ἰησοῦν καὶ τοῦ εἶπε· Σὺ ὁ ἀβοήθητος καὶ ἐγκαταλελειμμένος εἶσαι ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ Ἰησοῦς τοῦ ἀπεκρίθη καὶ εἶπεν· Τὸ λέγεις καὶ σὺ ὅτι εἶμαι ὁ βασιλεὺς τῶν Ἰουδαίων. Ἡ βασιλεία μου ὅμως δὲν εἶναι, ὅπως τὴν ἐννοεῖς σὺ καὶ οἱ κατήγοροί μου.
4 ὁ δὲ Πιλᾶτος εἶπε πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους ὅτι οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ.
Ὁ δὲ Πιλᾶτος εἶπε πρὸς τοὺς ἀρχιερεῖς καὶ τὰ πλήθη τοῦ λαοῦ· Δὲν εὑρίσκω τίποτε τὸ ἔνοχον καὶ ἀξιοκατάκριτον εἰς τὸν ἄνθρωπον αὐτόν.
5 οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι ἀνασείει τὸν λαὸν διδάσκων καθ᾿ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε.
Ἀλλ’ αὐτοὶ μὲ δύναμιν καὶ ἐπιμονὴν μεγαλυτέραν κατηγόρουν τὸν Ἰησοῦν καὶ ἔλεγαν, ὅτι ἀναστατώνει τὸν λαόν, καὶ διδάσκει τὸ ἐπαναστατικόν του κήρυγμα εἰς ὅλην τὴν Ἰουδαίαν, διότι τὸ ἤρχισεν ἀπὸ τὴν Γαλιλαῖαν καὶ τὸ μετέφερεν ἕως ἐδῶ.
6 Πιλᾶτος δὲ ἀκούσας Γαλιλαίαν ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστι,
Ὁ Πιλᾶτος δέ, ὅταν ἤκουσε τὴν λέξιν Γαλιλαίαν, ἠρώτησεν ἐὰν ὁ ἄνθρωπος εἶναι Γαλιλαῖος.
7 καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστίν, ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις.
Καὶ ὅταν ἐπληροφορήθη ὅτι ὁ Ἰησοῦς εἶναι ἀπὸ τὴν ἐπαρχίαν τῆς ἐξουσίας καὶ δικαιοδοσίας τοῦ Ἡρῴδου, τὸν παρέπεμψεν εἰς τὸν Ἡρῴδην, ποὺ ἦτο καὶ αὐτὸς εἰς τὰ Ἱεροσόλυμα κατὰ τὰς ἡμέρας αὐτὰς τοῦ Πάσχα.
8 ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν· ἦν γὰρ ἐξ ἱκανοῦ θέλων ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν αὐτὸν πολλὰ περὶ αὐτοῦ, καὶ ἤλπιζέ τι σημεῖον ἰδεῖν ὑπ᾿ αὐτοῦ γινόμενον.
Ὁ δὲ Ἡρῴδης, ὅταν εἶδε τὸν Ἰησοῦν, ἐχάρη πολύ· διότι ἐπεθύμει ἀπὸ πολὺν καιρὸν νὰ τὸν ἴδῃ, ἐπειδὴ ἤκουε πολλὰ δι’ αὐτὸν καὶ ἤλπιζε τώρα νὰ ἴδῃ κάποιο θαῦμα νὰ γίνεται ὑπ’ αὐτοῦ.
9 ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ.
Τὸν ἠρώτα δὲ ὁ Ἡρῴδης καὶ τοῦ προέβαλλε ζητήματα καὶ ἐρωτήσεις πολλάς. Ὁ Ἰησοῦς ὅμως οὐδεμίαν ἀπόκρισιν ἔδωκεν εἰς αὐτόν.
10 εἱστήκεισαν δὲ οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ.
Ἔστεκαν δὲ οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς καὶ μὲ ἐπιμονὴν καὶ ζωηρότητα κατηγόρουν τὸν Ἰησοῦν.
11 ἐξουθενήσας δὲ αὐτὸν ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας, περιβαλὼν αὐτὸν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ.
Ἀφοῦ δὲ τὸν ἐξηυτέλισεν ὁ Ἡρῴδης μαζὶ μὲ τὸ στράτευμά του καὶ ἀφοῦ τὸν ἐνέπαιξε, τὸν ἐνέδυσε πρὸς μεγαλύτερον ἐμπαιγμόν λαμπρὰν ἡγεμονικὴν στολὴν καὶ τὸν ἔστειλε πάλιν εἰς τὸν Πιλᾶτον.
12 ἐγένοντο δὲ φίλοι ὅ τε Ἡρῴδης καὶ ὁ Πιλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ᾿ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς ἑαυτούς.
Μὲ τὴν κολακευτικὴν δὲ ταύτην φιλοφροσύνην, ποὺ ἔκαμεν ὁ Πιλᾶτος ἀποστείλας εἰς τὸν Ἡρῴδην τὸν Ἰησοῦν, συνεφιλιώθησαν κατ’ αὐτὴν τὴν ἡμέραν μεταξύ των καὶ οἱ δύο, καὶ ὁ Πιλᾶτος δηλαδὴ καὶ ὁ Ἡρῴδης, διότι προτήτερα εἶχαν ἔχθραν μεταξύ των.
13 Πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν
Ὁ Πιλᾶτος δὲ ἀφοῦ συνεκάλεσε τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαόν,
14 εἶπε πρὸς αὐτούς· προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐδὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ᾿ αὐτοῦ.
εἶπε πρὸς αὐτούς· Μοῦ ἔφερατε τὸν ἄνθρωπον αὐτὸν καὶ τὸν ἐκατηγορήσατε, ὅτι ἀποτρέπει καὶ ἀπομακρήνει τὸν λαὸν ἀπὸ τὴν ὑπακοὴν καὶ νομιμοφροσύνην πρὸς τὸν Καίσαρα. Καὶ ἰδοὺ ἐγώ, ἀφοῦ τὸν ἀνέκρινα ἐμπρός σας, δὲν ηὗρα εἰς τὸν ἄνθρωπον αὐτὸν τίποτε τὸ ἔνοχον καὶ ἀξιοκατάκριτον ἀπὸ ὅλα αὐτά, ποὺ τὸν κατηγορεῖτε.
15 ἀλλ᾿ οὐδὲ Ἡρῴδης· ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτόν· καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶ πεπραγμένον αὐτῷ.
Ἀλλ’ οὔτε ὁ Ἡρῴδης εὗρεν ἐνοχήν. Καὶ ἡ ἀνάκρισις αὐτὴ τοῦ Ἡρῴδου ἦτο σοβαρά, διότι ἔστειλα πρὸς αὐτὸν καὶ σᾶς διὰ νὰ διατυπώσετε μόνοι σας τὰς κατηγορίας εἰς τὸν Ἡρῴδην. Καὶ ἰδοὺ ἀπεδείχθη, ὅτι δὲν ἔχει διαπραχθῇ ἀπὸ αὐτὸν κανὲν ἔγκλημα ἄξιον τῆς ποινῆς τοῦ θανάτου.
16 παιδεύσας οὖν αὐτὸν ἀπολύσω.
Λοιπόν, ἀφοῦ τοῦ ἐπιβάλω κάποιαν σωφρονιστικὴν ποινὴν καὶ τὸν μαστιγώσω, θὰ τὸν ἀπολύσω.
17 ἀνάγκην δὲ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα.
Ὑπεχρεοῦτο δὲ ὁ Πιλᾶτος ἀπὸ ἔθιμον κάθε ἑορτὴν τοῦ Πάσχα νὰ ἀφίνῃ ἐλεύθερον πρὸς χάριν αὐτῶν ἕνα φυλακισμένον.
18 ἀνέκραξαν δὲ παμπληθεὶ λέγοντες· αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν Βαραββᾶν·
Ἐφώναξε δὲ ὅλον μαζὶ τὸ πλῆθος καὶ εἶπαν· Σήκωσε αὐτὸν ἀπὸ τὸ μέσον· θανάτωσέ τον, ἄφησέ μας δὲ ἐλεύθερον τὸν Βαραββάν,
19 ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βεβλημένος εἰς τὴν φυλακήν.
ὁ ὁποῖος εἶχε ριφθῇ εἰς τὴν φυλακὴν διὰ κάποιαν στάσιν, ποὺ ἔγινεν εἰς τὴν πόλιν τῶν Ἱεροσολύμων, καὶ διὰ κάποιον φόνον.
20 πάλιν οὖν ὁ Πιλᾶτος προσεφώνησε, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν.
Πάλιν λοιπὸν ὁ Πιλᾶτος ἐφώναξε καὶ ὡμίλησε πρὸς τὸν λαόν, ἐπειδὴ ἤθελε νὰ ἀφήσῃ ἐλεύθερον τὸν Ἰησοῦν.
21 οἱ δὲ ἐπεφώνουν λέγοντες· σταύρωσον σταύρωσον αὐτόν.
Αὐτοὶ ὅμως ἐφώναζαν δυνατὰ καὶ ἔλεγον· Σταύρωσον, σταύρωσον αὐτόν.
22 ὁ δὲ τρίτον εἶπε πρὸς αὐτούς· τί γὰρ κακὸν ἐποίησεν οὗτος; οὐδὲν ἄξιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω.
Ὁ δὲ Πιλᾶτος διὰ τρίτην φορὰν τοὺς εἶπε· θὰ τὸν ἀφήσω ἐλεύθερον καὶ δὲν θὰ τὸν σταυρώσω. Διότι τί κακὸν ἔκαμεν αὐτός; Δὲν εὗρον εἰς αὐτὸν τίποτε τὸ ἄξιον τῆς ποινῆς τοῦ θανάτου. Θὰ τὸν μαστιγώσω λοιπὸν καὶ θὰ τὸν ἀφήσω ἐλεύθερον.
23 οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν καὶ τῶν ἀρχιερέων.
Αὐτοὶ ὅμως ἐπέμενον μὲ μεγάλας φωνὰς καὶ ἐζήτουν νὰ σταυρωθῇ οὗτος. Καὶ ὑπερίσχυον αἱ φωναὶ αὐτῶν καὶ τῶν ἀρχιερέων, ὥστε νὰ μὴ ἀκούεται ἡ φωνὴ τοῦ Πιλάτου.
24 ὁ δὲ Πιλᾶτος ἐπέκρινε γενέσθαι τὸ αἴτημα αὐτῶν,
Ὡς ἐκ τούτου δὲ ὁ Πιλᾶτος ἔβγαλε τὴν ὁριστικὴν ἀπόφασιν νὰ γίνῃ αὐτό, ποὺ ἐζήτουν.
25 ἀπέλυσε δὲ αὐτοῖς τὸν Βαραββᾶν τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς τὴν φυλακήν, ὃν ᾐτοῦντο, τὸν δὲ Ἰησοῦν παρέδωκε τῷ θελήματι αὐτῶν.
Τοὺς ἀφῆκε δὲ ἐλεύθερον τὸν Βαραββᾶν, ὁ ὀποῖος εἶχε ριφθῇ εἰς τὴν φυλακὴν διὰ στάσιν καὶ φόνον, καὶ τοῦ ὁποίου τὴν ἀπόλυσιν ἐζήτουν οἱ Ἰουδαῖοι, τὸν δὲ Ἰησοῦν παρέδωκε νὰ τὸν κάνουν ὅ,τι αὐτοὶ ἤθελαν, δηλαδὴ νὰ τὸν σταυρώσουν.
26 Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι Σίμωνός τινος Κυρηναίου, ἐρχομένου ἀπ᾿ ἀγροῦ, ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὀπίσω τοῦ Ἰησοῦ.
Καὶ ὅταν τὸν ἐπήγαιναν εἰς τὸν τόπον τῆς σταυρώσεως, ἐπειδὴ ὁ Ἰησοῦς εἶχεν ἑξαντληθῇ καὶ δὲν ἄντεχε πλέον νὰ βαστάζῃ τὸν σταυρόν του, ἔπιασαν κάποιον Σίμωνα Κυρηναῖον, ποὺ ἤρχετο ἀπὸ τὸ χωράφι, καὶ ἔβαλαν ἐπὶ τῶν ὤμων του τὸν σταυρόν, διὰ νὰ τὸν φέρῃ ὀπίσω ἀπὸ τὸν Ἰησοῦν.
27 ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν αἳ καὶ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν.
Τὸν ἠκολούθει δὲ πολὺ πλῆθος λαοῦ καὶ γυναικῶν, αἱ ὁποῖαι ἐστηθοκοποῦντο καὶ τὸν ἔκλαιον.
28 στραφεὶς δὲ πρὸς αὐτὰς ὁ Ἰησοῦς εἶπε· θυγατέρες Ἱερουσαλήμ, μὴ κλαίετε ἐπ᾿ ἐμέ, πλὴν ἐφ᾿ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν.
Ἀφοῦ δὲ ἔστρεψε πρὸς αὐτὰς ὁ Ἰησοῦς εἶπε· Γυναῖκες, κάτοικοι τῆς Ἱερουσαλήμ, μὴ κλαίετε δι’ ἐμέ, ἀλλὰ κλαίετε τοὺς ἑαυτούς σας καὶ τὰ παιδιά σας.
29 ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσι· μακάριαι αἱ στεῖραι καὶ κοιλίαι αἳ οὐκ ἐγέννησαν, καὶ μαστοὶ οἳ οὐκ ἐθήλασαν.
Διότι ἰδού, ἔρχονται ἡμέραι, κατὰ τὰς ὁποίας θὰ εἶπουν· Καλότυχες εἶναι αἱ στεῖραι γυναῖκες καὶ κοιλίαι, ποὺ δὲν ἐγέννησαν, καὶ μαστοὶ ποὺ δὲν ἐθήλασαν μικρά. Διότι ἐκεῖναι, ποὺ θὰ ἔχουν παιδιά, θὰ θλίβονται πολύ, ἐπειδὴ θὰ αἰσθάνωνται τὴν δυστυχίαν καὶ τὰ δεινὰ τῶν παιδιῶν τους.
30 τότε ἄρξονται λέγειν τοῖς ὄρεσι, πέσετε ἐφ᾿ ἡμᾶς, καὶ τοῖς βουνοῖς, καλύψατε ἡμᾶς·
Τότε κατὰ τὰς ἡμέρας ἐκείνας, ἐπειδὴ δὲν θὰ ἡμποροῦν νὰ ὑποφέρουν τὰ δεινά, θὰ ἀρχίσουν νὰ λέγουν εἰς τὰ ὅρη· πέσατε ἐπάνω μας· Καὶ εἰς τὰ βουνὰ θὰ λέγουν· σκεπάσατέ μας, νὰ ἀποθάνωμεν διὰ μιᾶς καὶ νὰ γλυτώσωμεν ἀπὸ τὰ ἀνυπόφορα βάσανα.
31 ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;
Καὶ θὰ εἶναι πράγματι ἀνυπόφορα τὰ βάσανα, διότι ἐὰν εἰς ἐμέ, ποὺ εἶμαι ἀθῷος καὶ ὁμοιάζω πρὸς χλωρὸν δένδρον, ἐπειδὴ ἔχω θείαν ζωήν, κάνουν αὐτὰ οἱ Ρωμαῖοι, εἰς σᾶς, ποὺ εἶσθε δένδρον ξηρὸν καὶ νεκρὸν ἕνεκα τῆς ἁμαρτίας, τί θὰ συμβῇ;
32 Ἤγοντο δὲ καὶ ἕτεροι δύο κακοῦργοι σὺν αὐτῷ ἀναιρεθῆναι.
Ὠδηγοῦντο δὲ εἰς τὸν τόπον τῆς ἐκτελέσεως ὑπὸ τῶν στρατιωτῶν καὶ ἄλλοι δύο κακοῦργοι, διὰ νὰ θανατωθοῦν μαζί του.
33 Καὶ ὅτε ἀπῆλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν.
Καὶ ὅταν ἔφθασαν εἰς τὸν τόπον, ποὺ λόγω τοῦ ἐξωτερικοῦ σχήματός του ἐλέγετο κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, τὸν ἕνα μὲν δεξιὰ τοῦ Ἰησοῦ, τὸν ἄλλον δὲ ἀριστερά.
34 ὁ δὲ Ἰησοῦς ἔλεγε· πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι. διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον κλῆρον.
Ὁ Ἰησοῦς ὅμως ἀντιθέτως πρὸς τὰ βασανιστήρια, ποὺ τοῦ ἔκαμαν, ἔλεγε· Πάτερ, συγχώρησέ τους· διότι εἶναι τυφλωμένοι ἀπὸ τὰ πάθη των καὶ δὲν ἡξεύρουν, τί κάνουν. Φονεύουν τὸν Μεσσίαν των καὶ δὲν καταλαβαίνουν, ὅτι μὲ αὐτὸ καταφέρουν θανάσιμον κτύπημα καὶ κατὰ τοῦ ἑαυτοῦ των. Καὶ ὅταν ἐμοίραζαν τὰ ἐνδύματά του, ἔρριπταν λαχνόν.
35 καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες σὺν αὐτοῖς λέγοντες· ἄλλους ἔσωσε, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ Χριστὸς ὁ τοῦ Θεοῦ ἐκλεκτός.
Καὶ ἐστέκετο ὁ λαὸς καὶ παρετήρει σὰν νὰ ἐπρόκειτο περὶ θεάματος περιέργου. Περιέπαιζον δὲ καὶ οἱ ἄρχοντες μαζὶ μὲ μερικοὺς ἄλλους ἐκ τοῦ λαοῦ καὶ ἔλεγον· Ἄλλους ἔσωσε μὲ τὰ ἀγυρτικά του θαύματα. Ἂς σώσῃ τώρα καὶ τὸν ἑαυτόν του, ἐὰν αὐτὸς εἶναι ὁ Χριστός, καὶ ἐὰν πράγματι ἔχῃ ἐκλεγῇ ἀπὸ τὸν Θεὸν διὰ νὰ πραγματοποιήσῃ τὸ σχέδιον τῆς σωτηρίας τοῦ Ἰσραήλ.
36 ἐνέπαιζον δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι καὶ ὄξος προσφέροντες αὐτῷ
Τὸν ἐνέπαιζον δὲ καὶ οἱ στρατιῶται, οἱ ὁποῖοι ἐπλησίαζαν καὶ τοῦ προσέφεραν ξίδι
37 καὶ λέγοντες· εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν.
καὶ ἔλεγαν: Ἐὰν σὺ εἶσαι ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσε, τὸν ἑαυτόν σου ἀπὸ τὸ σκληρὸν αὐτὸ μαρτύριον, ποὺ θὰ σοῦ φέρῃ τὸν θάνατον.
38 Ἦν δὲ καὶ ἐπιγραφὴ γεγραμμένη ἐπ᾿ αὐτῷ γράμμασιν ἑλληνικοῖς καὶ ρωμαϊκοῖς καὶ ἑβραϊκοῖς· οὗτός ἐστιν ὁ βασιλεὺς τῶν Ἰουδαίων.
Ἦτο δὲ καὶ ἐπιγραφὴ εἰς πινακίδα στερεωμένην ἀπ’ ἐπάνω του, γραμμένη μὲ γράμματα ἑλληνικὰ καὶ ρωμαϊκὰ καὶ ἑβραϊκά· Αὐτὸς εἶναι ὁ βασιλεὺς τῶν Ἰουδαίων.
39 Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτὸν λέγων· εἰ σὺ εἶ ὁ Χριστός, σῶσον σεαυτὸν καὶ ἡμᾶς.
Ἕνας δὲ ἀπὸ τοὺς κακούργους, ποὺ ἐκρεμάσθησαν εἰς τὸν σταυρόν, τὸν ἐνέπαιζε μὲ βλασφήμους ὕβρεις καὶ ἔλεγεν· ἐὰν εἶσαι σὺ ὁ Χριστός, σῶσε τὸν ἑαυτόν σου καὶ ἡμᾶς.
40 ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπετίμα αὐτῷ λέγων· οὐδὲ φοβῇ σὺ τὸν Θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ;
Τοῦ ἀπεκρίθη δὲ ὁ ἄλλος καὶ τὸν ἐπέπληττε λέγων· Ὕστερα ἀπὸ λίγο θὰ ἐμφανισθῆς ἐνώπιον τοῦ Θεοῦ. Οὔτε ὁ φόβος λοιπὸν τοῦ Θεοῦ σὲ συγκροτεῖ ἀπὸ τοῦ νὰ προσθέτης καὶ τώρα νέας ἁμαρτίας εἰς τὸν ἑαυτόν σου; Δὲν ἐνθυμεῖσαι τὸ παρελθόν σου καὶ τὰ τόσα σου ἐγκλήματα; Διότι ὑφίστασαι τὴν αὐτὴν καταδίκην καὶ τὴν αὐτὴν ποινὴν τοῦ σταυροῦ, τὴν ὁποίαν καὶ αὐτός.
41 καὶ ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξε.
Καὶ ἡμεῖς μὲν δικαίως τιμωρούμεθα, διότι ἀπολαμβάνομεν ἄξια ἐκείνων, ποὺ ἐπράξαμεν. Αὐτὸς ὅμως δὲν ἔκαμε τίποτε τὸ ἄτοπον καὶ ἀπρεπές. Πολὺ περισσότερον δὲν ἔκαμε τίποτε τὸ ἐγκληματικόν.
42 καὶ ἔλεγε τῷ Ἰησοῦ· μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
Καὶ ἔλεγεν εἰς τὸν Ἰησοῦν: Ἐνθυμήσου με, Κύριε, ὅταν θὰ ἐπανέλθῃς μὲ τὴν δόξαν καὶ δύναμιν τῆς βασιλείας σου καὶ ἀνάστησέ με διὰ νὰ ἀπολαύσω καὶ ἐγὼ αὐτήν.
43 καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς· ἀμὴν λέγω σοι, σήμερον μετ᾿ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.
Καὶ εἶπεν εἰς αὐτὸν ὁ Ἰησοῦς· Ἐν πάσῃ ἀληθεῖᾳ σὲ βεβαιῷ, ὅτι σήμερον ἀπὸ τὴν στιγμήν, ποὺ θὰ ἀποθάνωμεν, θὰ εἶσαι μαζί μου εἰς τὸν Παράδεισον.
44 Ἦν δὲ ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ᾿ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης, τοῦ ἡλίου ἐκλείποντος,
Ἦτο δὲ ὥρα περίπου ἓξ ἀπὸ τὴν ἀνατολὴν τοῦ ἡλίου, δηλαδὴ μεσημβρία. Καὶ ἔγινε σκότος εἰς ὅλην τὴν γῆν ἕως τὰς τρεῖς τὸ ἀπόγευμα, καὶ ἐσκοτείνιασεν ὁ ἥλιος.
45 καὶ ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ μέσον·
Καὶ ἐσχίσθη εἰς τὸ μέσον τὸ παραπέτασμα, ποὺ ἐχώριζεν εἰς τὸν ναὸν τὰ Ἅγια ἀπὸ τὰ Ἅγια τῶν Ἁγίων.
46 καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπε· πάτερ, εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου· καὶ ταῦτα εἰπὼν ἐξέπνευσεν.
Καὶ ἐφώναξε μὲ φωνὴν μεγάλην ὁ Ἰησοῦς καὶ εἶπε· Πάτερ, γεμᾶτος ἐλπίδα καὶ ἐμπιστοσύνην εἰς σέ, παραδίδω εἰς τὰς χεῖρας σου τὴν λογικὴν καὶ ἀθάνατον ψυχήν μου. Καὶ ἀφοῦ εἶπε τοὺς λόγους αὐτούς, ἐξεψύχησεν.
47 ἰδὼν δὲ ὁ ἑκατόνταρχος τὸ γενόμενον ἐδόξασε τὸν Θεὸν λέγων· ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν.
Ὅταν δὲ εἶδεν ὁ ἑκατόνταρχος αὐτὸ ποὺ ἔγινε, τὸ σκότος δηλαδὴ καὶ τὸν σεισμόν, ἀλλὰ καὶ τὸν τρόπον, μὲ τὸν ὁποῖον ὁ Χριστός, ὡς ἄνθρωπος ποὺ ὥριζε τὴν ζωήν του, παρέδωκε τὸ πνεῦμα του εἰς τὸν Πατέρα του, ἐδόξασε τὸν Θεὸν μὲ τὴν ὁμολογίαν αὐτήν, ποὺ εἶπε· Πράγματι αὐτὸς ὁ ἄνθρωπος ἦτο δίκαιος καὶ δὲν ἠπατᾶτο, ὅταν ἔλεγε τὸν ἑαυτόν του Υἱὸν τοῦ Θεοῦ.
48 καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωροῦντες τὰ γενόμενα, τύπτοντες ἑαυτῶν τὰ στήθη ὑπέστρεφον.
Καὶ ὅλα τὰ πλήθη τοῦ λαοῦ, ποὺ εἶχαν ἔλθει μαζὶ ἐκ περιεργείας διὰ νὰ ἴδουν τὸ θέαμα αὐτὸ τῆς θανατικῆς ἐκτελέσεως, ὅταν εἶδαν ὅσα ἔγιναν, ἐγύριζαν ὀπίσω εἰς τὴν πόλιν κτυπῶντες τὰ στήθη των εἰς ἐκδήλωσιν λύπης καὶ μετανοίας.
49 εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτοῦ ἀπὸ μακρόθεν, καὶ γυναῖκες αἱ συνακολουθήσασαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα.
Ὅλοι δὲ οἱ γνωστοί του καθὼς καὶ αἱ γυναῖκες, ποὺ τὸν ἠκολούθησαν μαζὶ ἀπὸ τὴν Γαλιλαίαν, ἐστέκοντο ἀπὸ μακρυὰ καὶ ἔβλεπαν καὶ τὰ περιστατικὰ τῆς σταυρώσεως τοῦ Κυρίου καὶ τὰ σημεῖα, ποὺ ἐτρόμαξαν ὅλους, καὶ τὴν ἐπάνοδον τῶν ἀνθρώπων, ποὺ ἐκτύπων τὰ στήθη των.
50 Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσήφ, βουλευτὴς ὑπάρχων καὶ ἀνὴρ ἀγαθὸς καὶ δίκαιος ~
Καὶ ἰδοὺ παρουσιάζεται ἕνας ἄνθρωπος, ποὺ ἐλέγετο Ἰωσήφ, ὁ ὁποῖος ἦτο βουλευτής, μέλος τοῦ ἰουδαϊκοῦ συνεδρίου δηλαδή, ἄνθρωπος καλὸς καὶ εὐεργετικός, συγχρόνως δὲ καὶ ἐνάρετος.
51 οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν~ ἀπὸ Ἀριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃς προσεδέχετο καὶ αὐτὸς τὴν βασιλείαν τοῦ Θεοῦ,
Αὐτὸς δὲν εἶχε συμφωνήσει εἰς τὴν ἀπόφασιν, ποὺ ἔλαβαν κατὰ τοῦ Ἰησοῦ καὶ οὔτε εἰς τὰ μέτρα καὶ τὴν ἐνέργειάν των, διὰ τῶν ὁποίων ἐξησφάλισαν τὴν ἐπικύρωσιν καὶ τὴν ἐκτέλεσιν τῆς ἀποφάσεως. Ἦτο δὲ ἀπὸ τὴν πόλιν τῶν Ἰουδαίων Ἀριμαθαίαν καὶ εἶχε πιστεύσει εἰς τὸ περὶ βασιλείας τοῦ Θεοῦ κήρυγμα τοῦ Ἰησοῦ καὶ ἐπερίμενε καὶ αὐτὸς μαζὶ μὲ τόσους ἄλλους μαθητὰς τὴν βασιλείαν ταύτην.
52 οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ,
Ὁ διακεκριμένος λοιπὸν καὶ ἐνάρετος αὐτὸς ἄνθρωπος παρουσιάσθη εἰς τὸν Πιλᾶτον καὶ ἐζήτησε τὸ σῶμα τοῦ Ἰησοῦ.
53 καὶ καθελὼν αὐτὸ ἐνετύλιξε σινδόνι καὶ ἔθηκεν αὐτὸ ἐν μνήματι λαξευτῷ, οὗ οὐκ ἦν οὐδεὶς οὐδέπω κείμενος·
Καὶ ἀφοῦ τὸ ἐκατέβασεν ἀπὸ τὸν σταυρόν, τὸ ἐτύλιξεν εἰς σινδόνα καὶ τὸ ἔθεσεν εἰς μνημεῖον σκαλισμένον μέσα εἰς βράχον, εἰς τὸ ὁποῖον κανεὶς ἀκόμη δὲν εἶχε ἀποτεθῇ καὶ ταφῇ.
54 καὶ ἡμέρα ἦν παρασκευή, σάββατον ἐπέφωσκε.
Καὶ ἦτο ἡμερα Παρασκευή· διότι δὲν εἶχε δύσει ἀκόμη ὁ ἥλιος. Ἐπλησίαζεν ὅμως μὲ τὸ ἐσπερινὸν φῶς νὰ ἀρχίσῃ τὸ Σάββατον.
55 Κατακολουθήσασαι δὲ αἱ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι αὐτῷ ἐκ τῆς Γαλιλαίας, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ,
Παρηκολούθησαν δὲ μέχρι τέλους τὴν ταφὴν αἱ γυναῖκες, αἱ ὁποῖαι εἶχον ἔλθει μαζὶ μὲ τὸν Ἰησοῦν ἀπὸ τὴν Γαλιλαῖαν καὶ παρετήρησαν μὲ προσοχὴν τὴν τοποθεσίαν τοῦ μνημείου, καθὼς καὶ τὸ πῶς, σαβανωμένον καὶ τυλιγμένον εἰς τὴν σινδόνα, ἐτέθη εἰς αὐτὸ τὸ σῶμα τοῦ Ἰησοῦ.
56 ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν.
Ἀφοῦ δὲ ἐπέστρεψαν εἰς τὴν πόλιν, ἐτοίμασαν πρὸ τῆς δύσεως τοῦ ἡλίου βοτάνια ἀρωματικὰ καὶ ἔλαια εὐώδη. Καὶ κατὰ μὲν τὸ Σάββατον ἡσύχασαν σύμφωνα μὲ τὴν ἐντολήν, ποὺ ἐπιβάλλει ἀργίαν κατὰ τὸ Σάββατον.
Ερμηνεία Π. Τρεμπέλα