ελ
Καινή Διαθήκη
1 ΜΕΤΑ ταῦτα ἐφανέρωσεν ἑαυτὸν πάλιν ὁ Ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσε δὲ οὕτως.
Μετὰ ταῦτα ἐφανέρωσε τὸν ἑαυτόν του πάλιν ὁ Ἰησοῦς εἰς τοὺς μαθητάς του εἰς τὴν λίμνην τῆς Τιβεριάδος. Τὸν ἐφανέρωσε δὲ κατὰ τὸν ἑξῆς τρόπον.
2 ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο.
Ἦσαν μαζὶ ὁ Σίμων Πέτρος, καὶ ὁ Θωμᾶς, ποὺ ἐλέγετο Δίδυμος, καὶ ὁ Ναθαναήλ, ποὺ κατήγετο ἀπὸ τὴν Κανᾶ τῆς Γαλιλαίας, καὶ οἱ υἱοὶ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι δύο ἀπὸ τοὺς μαθητάς του.
3 λέγει αὐτοῖς Σίμων Πέτρος· ὑπάγω ἁλιεύειν. λέγουσιν αὐτῷ· ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ πλοῖον εὐθύς, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν.
Λέγει εἰς αὐτοὺς ὁ Σίμων Πέτρος· Πηγαίνω νὰ ψαρέψω. Λέγουν εἰς αὐτὸν ἐκεῖνοι· Ἐρχόμεθα καὶ μεῖς μαζί σου. Ἐβγῆκαν λοιπὸν ἀπὸ τὸ κατάλυμά των πρὸς τὴν θάλασσαν καὶ ἐμβῆκαν ἀμέσως εἰς τὸ πλοῖον καὶ ἤρχισαν νὰ ψαρεύουν. Καὶ κατ’ ἐκείνην τὴν νύκτα δὲν ἔπιασαν τίποτε.
4 πρωΐας δὲ ἤδη γενομένης ἔστη ὁ Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστι.
Ὅταν δὲ πλέον ἔγινε πρωΐ, ἐστάθη ὁ Ἰησοῦς στὴν ἀκρογιαλιά. Οἱ μαθηταὶ ὅμως δὲν ἀντελήφθησαν, ὅτι αὐτός, ποὺ ἐστέκετο, ἦτο ὁ Ἰησοῦς.
5 λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· παιδία, μή τι προσφάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῷ· οὔ.
Σὰν νὰ ἦτο λοιπὸν ξένος καὶ ἄγνωστος διαβάτης, λέγει πρὸς αὐτοὺς ὁ Ἰησοῦς· Παιδιά, μήπως ἔχετε κανένα ψάρι γιὰ προσφάγι; Ἀπεκρίθησαν εἰς αὐτόν· Ὄχι.
6 ὁ δὲ εἶπεν αὐτοῖς· βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυσαν ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων.
Ἐκεῖνος δὲ τότε εἶπε πρὸς αὐτούς· Ρίψατε τὸ δίκτυον εἰς τὰ δεξιὰ τοῦ πλοίου καὶ θὰ εὕρετε. Ἔρριψαν λοιπὸν σύμφωνα μὲ τὴν σύστασιν αὐτὴν καὶ δὲν ἠμπόρεσαν νὰ τραβήξουν ἐπάνω τὸ δίκτυον ἀπὸ τὸ πλῆθος τῶν ψαριῶν, ποὺ εἶχε πιάσει.
7 λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος, ὃν ἠγάπα ὁ Ἰησοῦς, τῷ Πέτρῳ· ὁ Κύριός ἐστι. Σίμων οὖν Πέτρος ἀκούσας ὅτι ὁ Κύριός ἐστι, τὸν ἐπενδύτην διεζώσατο· ἦν γὰρ γυμνός· καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν·
Κατόπιν λοιπὸν ἀπὸ τὴν πρωτοφανῆ αὐτὴν ἐπιτυχίαν, λέγει ὁ μαθητὴς ἐκεῖνος, τὸν ὁποῖον ἠγάπα ὁ Ἰησοῦς, εἰς τὸν Πέτρον· Αὐτός, ποὺ τὸν ἐνομίσαμεν ὡς ξένον, εἶναι ὁ Κύριος. Ὁ Σίμων Πέτρος λοιπόν, ὅταν ἤκουσεν, ὅτι ἐκεῖ ἦτο ὁ Κύριος, ἐφόρεσε βιαστικὰ καὶ ἐζώσθη τὸν ἐργατικὸν σάκκον του, διότι μέχι τῆς στιγμῆς ἐκείνης ἦτο σχεδὸν γυμνός· καὶ ὁρμητικός, καθὼς ἦτο, ἐρρίφθη εἰς τὴν θάλασσαν, διὰ νὰ συναντήσῃ τὸ συντομώτερον τὸν Διδάσκαλον.
8 οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον· οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς, ἀλλ' ὡς ἀπὸ πηχῶν διακοσίων· σύροντες τὸ δίκτυον τῶν ἰχθύων.
Οἱ ἄλλοι μαθηταὶ ὅμως ἦλθαν πρὸς τὸν Ἰησοῦν μὲ τὸ πλοιάριον· διότι δὲν ἦσαν μακρὰν ἀπὸ τὴν ξηράν, ἀλλ’ ἀπεῖχον περίπου διακόσιες πήχεις. Καὶ ἦλθαν σύροντες τὸ γεμᾶτον ἀπὸ τὰ συλληφθέντα ψάρια δίκτυον.
9 ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον.
Εὐθὺς λοιπὸν ὡς ἀπεβιβάσθησαν εἰς τὴν ξηράν, κάθυγροι καὶ κατάκοποι καὶ πεινασμένοι, βλέπουν ἕτοιμον κατὰ γῆς σωρὸν ἀπὸ κάρβουνα ἀναμμένα καὶ ἐπάνω εἰς αὐτὸν ἕνα ψάρι καὶ χωριστὰ εἰς μικρὰν ἀπόστασιν ἕνα ἄρτον. Ηὗραν δηλαδὴ φωτιά, διὰ νὰ θερμανθοῦν καὶ ξηρανθοῦν τὰ ἐνδύματά των, καὶ φαγητὸν διὰ τὸ πρωϊνόν τους.
10 λέγει αὐτοῖς ὁ Ἰησοῦς· ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν.
Καὶ διὰ νὰ συμπληρωθῇ τὸ πρωϊνὸν αὐτὸ καὶ ἀπὸ τὸ προϊὸν τοῦ κόπου των, λέει εἰς αὐτοὺς ὁ Ἰησοῦς· Φέρετε καὶ ἀπὸ τὰ ψάρια, ποὺ ἐπιάσατε τώρα.
11 ἀνέβη Σίμων Πέτρος καὶ εἵλκυσε τὸ δίκτυον ἐπὶ τῆς γῆς, μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον.
Ἐπειδὴ δὲ τὸ δίκτυον ἦτο ἀκόμη μέσα εἰς τὴν λίμνην καὶ ἕνεκα τοῦ βάρους του ἦτο δύσκολον νὰ τραβηχθῇ, ἀνέβη ὁ Σίμων Πέτρος ὡς ἐμπειρότερος ἀπὸ τοὺς ἄλλους εἰς τὸ πλοιάριον καὶ ἐτράβηξε τὸ δίκτυον εἰς τὴν ξηράν, γεμᾶτον ἀπὸ ψάρια μεγάλα ἑκατὸν πεντήκοντα τρία. Καίτοι δὲ ἦσαν τόσον πολλὰ τὰ ψάρια, δὲν ἐσχίσθη τὸ δίκτυον.
12 λέγει αὐτοῖς ὁ Ἰησοῦς· δεῦτε ἀριστήσατε. οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτὸν σὺ τίς εἶ, εἰδότες ὅτι ὁ Κύριός ἐστιν.
Λέγει εἰς αὐτοὺς ὁ Ἰησοῦς· Ἔλθετε τώρα νὰ πάρετε τὸ πρωϊνόν σας. Ἐν τῷ μεταξὺ δὲ κανεὶς ἀπὸ τοὺς μαθητὰς δὲν ἐτόλμα νὰ τὸν ἐξετάσῃ καὶ νὰ τὸν ἐρωτήσῃ· Ποῖος εἶσαι σύ; Διότι ἤξευραν, ὅτι εἶναι ὁ Κύριος. Καὶ συνεπῶς ᾐσθάνοντο ἀπέναντι τοῦ φόβον καὶ βαθὺν σεβασμόν.
13 ἔρχεται οὖν ὁ Ἰησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς καὶ τὸ ὀψάριον ὁμοίως.
Ἀφοῦ λοιπὸν κατόπιν τῆς προσκλήσεως τοῦ Ἰησοῦ ἦλθαν οἱ μαθηταὶ νὰ φάγουν, ἔρχεται ὁ Ἰησοῦς καὶ παίρνει εἰς τὰς χεῖρας του τὸν ἄρτον καὶ ἐμοίρασε τοῦτον εἰς αὐτούς, ὁμοίως δὲ καὶ τὸ ὀψάριον.
14 Τοῦτο ἤδη τρίτον ἐφανερώθη ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ ἐγερθεὶς ἐκ νεκρῶν.
Αὐτὴ ἦτο ἡ τρίτη φορὰ ἕως τότε, ποὺ ἐφανερώθη ὁ Ἰησοῦς εἰς συναθροισμένους τοὺς μαθητάς του, ἀφ’ ὅτου ἀνεστήθη ἐκ νεκρῶν.
15 ¨Οτε οὖν ἠρίστησαν, λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς· Σίμων Ἰωνᾶ, ἀγαπᾷς με πλεῖον τούτων; λέγει αὐτῷ· ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· βόσκε τὰ ἀρνία μου.
Ὅταν λοιπὸν ἐπῆραν τὸ πρωϊνό τους, εἶπεν ὁ Ἰησοῦς εἰς τὸν Σίμωνα Πέτρον· Σίμων, υἱὲ τοῦ Ἰωνᾶ, μὲ ἀγαπᾶς περισσότερον ἀπὸ αὐτούς, τοὺς ἄλλους συμμαθητάς σου, ὅπως μοῦ ἔλεγες καυχώμενος κατὰ τὴν νύκτα τῆς συλλήψεώς μου; Ὁ Πέτρος τώρα διδαγμένος ἀπὸ τὸ πάθημά του ἐκφράζεται μὲ γλῶσσαν ταπεινοφροσύνης καὶ λέγει εἰς αὐτόν· Ναί, Κύριε, σὺ γνωρίζεις, ὅτι σὲ ἀγαπῶ. Λέγει εἰς αὐτὸν ὁ Ἰησοῦς· Βόσκε τὰ λογικὰ ἀρνία τῆς πνευματικῆς μου ποίμνης καὶ φρόντιζε νὰ τρέφονται καὶ νὰ οἰκοδομοῦνται ταῦτα μὲ τὴν διδασκαλίαν τῆς ἀληθείας καὶ μὲ κάθε μέσον πνευματικῆς παιδαγωγίας.
16 λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων Ἰωνᾶ, ἀγαπᾷς με; λέγει αὐτῷ· ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· ποίμαινε τὰ πρόβατά μου.
Λέγει εἰς αὐτὸν ὁ Ἰησοῦς πάλιν διὰ δευτέραν φοράν· Σίμων, υἱὲ τοῦ Ἰωνᾶ, μὲ ἀγαπᾷς; Λέγει εἰς αὐτόν· Ναί, Κύριε, σὺ γνωρίζεις, ὅτι σὲ ἀγαπῶ. Λέγει εἰς αὐτὸν ὁ Ἰησοῦς· Ποίμαινε τὰ λογικὰ πρόβατά μου, ἐπιστατῶν καὶ ἀγρυπνῶν διὰ τὴν ἀσφάλειαν καὶ σωτηρίαν των.
17 λέγει αὐτῷ τὸ τρίτον· Σίμων Ἰωνᾶ, φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, φιλεῖς με, καὶ εἶπεν αὐτῷ· Κύριε, σὺ πάντα οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ ὁ Ἰησοῦς· βόσκε τὰ πρόβατά μου.
Λέγει εἰς αὐτὸν ὁ Ἰησοῦς διὰ τρίτην φοράν· Σίμων, υἱὲ τοῦ Ἰωνᾶ, μὲ ἀγαπᾷς; Ἐπειδὴ δὲ ἐφαίνετο διὰ τῆς νέας αὐτῆς ἐρωτήσεως, ὅτι ὁ Διδάσκαλος ἀμφέβαλλεν ἀκόμη διὰ τὴν ἀγάπην τοῦ Πέτρου, ἐλυπήθη ὁ Πέτρος, διότι εἶπεν εἰς αὐτὸν ὁ Κύριος διὰ τρίτην φοράν· Μὲ ἀγαπᾷς; Καὶ ἐπειδὴ ἡ τριπλὴ ἄρνησις τὸν εἶχε διδάξει νὰ μὴ ἔχῃ πλέον ἐμπιστοσύνην εἰς τὸν ἑαυτόν του, εἶπεν εἰς αὐτόν· Κύριε, σὺ τὰ γνωρίζεις ὅλα, σὺ ἡξεύρεις, ὅτι σὲ ἀγαπῶ. Λέγει εἰς αὐτὸν ὁ Ἰησοῦς· Βόσκε τὰ πρόβατά μου. Καὶ ἀφοῦ μὲ τὴν τριπλῆν αὐτὴν βεβαίωσίν του ὁ Πέτρος ἐπανώρθωσε τὸ ἁμάρτημα τῆς τριπλῆς ἀρνήσεώς του, καὶ ἀποκατεστάθη εἰς τὸ ἀποστολικὸν ἀξίωμα, ὁ Κύριος πληροφορῶν αὐτόν, ὅτι δὲν θὰ τὸν ἠρνεῖτο πλέον, τοῦ προσθέτει:
18 ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει, καὶ οἴσει ὅπου οὐ θέλεις.
Ἀληθῶς, ἀληθῶς σοῦ λέγω, ὅταν ἤσουν νεότερος ἔζωνες μόνος σου τὸν ἑαυτόν σου καὶ ἐβάδιζες, ὅπου ἤθελες. Ὅταν δὲ θὰ γηράσῃς, θὰ ἑξαπλώσῃς τὰς χεῖρας σου καὶ ἄλλος θὰ σὲ ζώσῃ καὶ θὰ σὲ φέρῃ ἐκεῖνος εἰς μέρος, ὅπου δὲν θέλεις. Δηλαδὴ θὰ σὲ ὁδηγήσῃ εἰς τὸ μαρτύριον, τὸ ὁποῖον ἂν καὶ μὲ τὴν προαίρεσίν σου θὰ τὸ ἀσπάζεσαι, λόγῳ ὅμως τῆς φυσικῆς άποστροφῆς τῶν ἀνθρώπων πρὸς τὸν θάνατον, φυσικὰ καὶ σὺ θὰ τὸ ἀποστέργῃς.
19 τοῦτο δὲ εἶπε σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ· ἀκολούθει μοι.
Ὁ Κύριος λοιπὸν εἶπε τοῦτο σημαίνων μὲ ποῖον εἶδος θανάτου θὰ δοξάσῃ ὁ Πέτρος τὸν Θεόν. Καὶ ἀφοῦ εἶπε τοῦτο, λέγει εἰς αὐτόν· Ἀκολούθει με.
20 ἐπιστραφεὶς δὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε· Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε;
Ἐνῷ δὲ ἐβάδιζαν, ἔστρεψεν ὀπίσω ὁ Πέτρος καὶ εἶδε τὸν μαθητήν, ποὺ ἠγάπα ὁ Ἰησοῦς, νὰ ἀκολουθῇ καὶ αὐτός. Ὁ μαθητὴς αὐτὸς ἔπεσε καὶ κατὰ τὸ δεῖπνον ἐπὶ τοῦ στήθους τοῦ Ἰησοῦ καὶ εἶπε· Κύριε, ποῖος εἶναι αὐτός, ποὺ πρόκειται νὰ σὲ παραδώσῃ;
21 τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· Κύριε, οὗτος δὲ τί;
Αὐτὸν τὸν μαθητὴν ὅταν τὸν εἶδεν ὁ Πέτρος, λέγει εἰς τὸν Ἰησοῦν· Κύριε, αὐτὸς δὲ τί θὰ γίνῃ καὶ τί τοῦ ἐπιφυλάσσεται;
22 λέγει αὐτῷ ὁ Ἰησοῦς· ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σὺ ἀκολούθει μοι.
Τότε ὁ Ἰησοῦς εἶπεν εἰς τὸν Πέτρον· Ὑπόθεσε, ὅτι θέλω αὐτὸς νὰ μείνῃ εἰς τὴν ζωὴν αὐτὴν μέχρις ὅτου ἔλθω κατὰ τὴν δευτέραν μου παρουσίαν. Τί σὲ ἐνδιαφέρει αὐτὸ καὶ τί ἔχεις νὰ κερδίσῃς σύ, ἐὰν μάθῃς, τί θὰ ἀπογίνῃ αὐτός; Σὺ ἀκολούθει με καὶ φρόντιζε διὰ τὴν ἰδικήν σου σωτηρίαν.
23 ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει· καὶ οὐκ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνήσκει, ἀλλ' ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ;
Ἐκ παρεξηγήσεως λοιπὸν τῶν λόγων τούτων τοῦ Ἰησοῦ διεδόθη μεταξὺ τῶν ἀδελφῶν Χριστιανῶν ἡ φήμη αὐτή, ὅτι δηλαδὴ ὁ μαθητὴς ἐκεῖνος δὲν πεθαίνει. Καὶ δὲν εἶπεν ὁ Ἰησοῦς εἰς τὸν Πέτρον, ὅτι ὁ μαθητὴς αὐτὸς δὲν θὰ ἀποθάνῃ. Ἀλλ’ εἶπεν ὑποθετικῶς· Ἐὰν αὐτὸς θέλω νὰ μένῃ μέχρις ὅτου ἔλθω, τί νοιάζεσαι σύ;
24 Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ.
Ὁ μαθητὴς δὲ ἐκεῖνος εἶναι αὐτός, ποὺ ἑξακολουθεῖ καὶ τώρα νὰ δίδῃ μαρτυρίαν δι’ αὐτά, ποὺ ἱστοροῦνται εἰς τὸ Εὐαγγέλιον τοῦτο, καὶ ὁ ὁποῖος κατέγραψε ταῦτα. Καὶ γνωρίζομεν, ὅτι ἡ μαρτυρία του εἶναι ἀληθής.
25 ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ' ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. ἀμήν.
Ὑπάρχουν δὲ καὶ πολλὰ ἄλλα, ὅσα ἔκαμεν ὁ Ἰησοῦς, τὰ ὁποῖα, ἐὰν γράφωνται λεπτομερῶς ἕνα - ἕνα, νομίζω ὅτι καὶ αὐτὸς ὁ κόσμος μὲ ὅλας τὰς βιβλιοθήκας του δὲν θὰ χωρέσῃ τὰ βιβλία ποὺ θὰ γράφονται. Ἀληθῶς.
Ερμηνεία Π. Τρεμπέλα