ελ
Καινή Διαθήκη
1 ΤΟΤΕ οὖν ἔλαβεν ὁ Πιλᾶτος τὸν Ἰησοῦν καὶ ἐμαστίγωσε.
Κατόπιν λοιπὸν τῆς ἐπιμονῆς αὐτῆς τοῦ πλήθους, διὰ νὰ καταπραΰνῃ αὐτὸ ὁ Πιλᾶτος, ἐπῆρε τὸν Ἰησοῦν ἀπὸ τὸ μέρος, ποὺ ἐστέκετο, καὶ ἔδωκε διαταγὰς εἰς τοὺς στρατιώτας καὶ τὸν ἐμαστίγωσαν γυμνωμένον.
2 καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτὸν
Καὶ ἐπὶ πλέον οἱ στρατιῶται, διὰ νὰ γελοιοποιήσουν τὰς βασιλικὰς ἀξιώσεις τοῦ Ἰησοῦ, ἀφοῦ ἔπλεξαν στέφανον ἀπὸ ἀγκάθια, τὸν ἔβαλαν ἀντὶ στέμματος βασιλικοῦ ἐπὶ τῆς κεφαλῆς του, καὶ τὸν ἐνέδυσαν μὲ κόκκινον μανδύαν ἀντὶ αὐτοκρατορικῆς πορφύρας.
3 καὶ ἔλεγον· χαῖρε ὁ βασιλεὺς τῶν Ἰουδαίων· καὶ ἐδίδουν αὐτῷ ραπίσματα.
Καὶ ἔλεγαν ἐμπαικτικῶς· Χαῖρε, ὡ βασιληᾶ τῶν Ἰουδαίων. Καὶ τοῦ ἔδιδαν ραπίσματα.
4 ἐξῆλθεν οὖν πάλιν ἔξω ὁ Πιλᾶτος καὶ λέγει αὐτοῖς· ἴδε ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτι ἐν αὐτῷ οὐδεμίαν αἰτίαν εὑρίσκω.
Ἀφοῦ λοιπὸν ἡ μαστίγωσις καὶ ὁ ἐξευτελισμὸς ἐτελείωσαν, ἐβγῆκε πάλιν ὁ Πιλᾶτος ἔξω ἀπὸ τὸ πραιτώριον καὶ τοὺς εἶπεν· Ἰδοὺ σᾶς τὸν φέρνω ἔξω. Ἀρκετὰ τὸν ἐτιμωρήσαμεν πρὸς χάριν σας. Βεβαιωθῆτε, ὅτι δὲν εὑρίσκω εἰς αὐτὸν κανὲν ἔγκλημα καὶ δὲν σκοπεύω νὰ τὸν τιμωρήσω περισσότερον.
5 ἐξῆλθεν οὖν ὁ Ἰησοῦς ἔξω φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον,
Ἐβγῆκε λοιπὸν ἔξω ὁ Ἰησοῦς φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸν κόκκινον μανδύαν.
6 καὶ λέγει αὐτοῖς· ἴδε ὁ ἄνθρωπος. ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται, ἐκραύγασαν λέγοντες· σταύρωσον σταύρωσον αὐτόν. λέγει αὐτοῖς ὁ Πιλᾶτος· λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε· ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν.
Καὶ λέγει πρὸς αὐτοὺς ὁ Πιλᾶτος· Ἴδε εἰς ποίαν ἀθλίαν κατάστασιν κατήντησεν ὁ ἄνθρωπος ! Ὅταν λοιπὸν τὸν εἶδαν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται τοῦ συνεδρίου, ἐφώναξαν δυνατὰ καὶ εἶπαν· Σταύρωσε, σταύρωσε αὐτόν. Λέγει εἰς αὐτοὺς ὁ Πιλᾶτος· Πάρτε τον σεῖς καὶ σταυρώσατέ τον· διότι ἐγὼ δὲν εὑρίσκω καμμίαν ἐνοχὴν εἰς αὐτὸν καὶ δὲν ἡμπορῶ νὰ τὸν σταυρώσω.
7 ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι· ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν, ὅτι ἑαυτὸν Θεοῦ υἱὸν ἐποίησεν.
Ἐπειδὴ δὲ τὸ ρωμαϊκὸν κράτος συνήθιζε νὰ ἀναγνωρίζῃ τοὺς νόμους τῶν λαῶν, τοὺς ὁποίους ὑπεδούλωνεν, ὑπενθυμίζοντες τοῦτο εἰς τὸν Πιλᾶτον, ἀπεκρίθησαν εἰς αὐτὸν οἱ Ἰουδαῖοι· Ἡμεῖς ἔχομεν νόμον καὶ σύμφωνα μὲ τὸν νόμον μας πρέπει νὰ ἀποθάνῃ, διότι ἔκαμε τὸν ἑαυτόν του υἱὸν τοῦ Θεοῦ καὶ ἔτσι ἐβλασφήμησε κατὰ τοῦ Θεοῦ.
8 ¨Οτε οὖν ἤκουσεν ὁ Πιλᾶτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη,
Ὅταν λοιπὸν ὁ Πιλᾶτος, ὁ ὁποῖος ὡς εἰδωλολάτρης ποὺ ἦτο, παρεδέχετο πολλοὺς θεοὺς καὶ ἡμιθέους, ἤκουσεν αὐτὸν τὸν λόγον, ὅτι δηλαδὴ ὁ Ἰησοῦς ἐθεώρει τὸν ἑαυτόν του υἱὸν τοῦ Θεοῦ, ἐτρόμαξε περισσότερον, φοβηθεῖς μήπως πράγματι ὁ Ἰησοῦς ἦτο υἱὸς κάποιου θεοῦ καὶ διὰ τῆς δυνάμεώς του ἐξολοθρεύσῃ αὐτόν.
9 καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ Ἰησοῦ· πόθεν εἶ σύ; ὁ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ.
Καὶ ἐμβῆκε πάλιν εἰς τὸ πραιτώριον καὶ εἶπεν εἰς τὸν Ἰησοῦν· Ἀπὸ ποὺ εἶσαι σύ; Κατάγεσαι ἀπὸ τὴν γῆν ἢ ἦλθες ἀπὸ τὸν οὐρανόν; Ὁ Ἰησοῦς ὅμως δὲν τοῦ ἔδωκεν ἀπάντησιν.
10 λέγει οὖν αὐτῷ ὁ Πιλᾶτος· ἐμοὶ οὐ λαλεῖς; οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω σταυρῶσαί σε καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί σε;
Κατόπιν λοιπὸν τῆς σιωπῆς αὐτῆς εἶπεν εἰς αὐτὸν ὁ Πιλᾶτος· Εἰς ἐμὲ δὲν ὁμιλεῖς; Δὲν ἡξεύρεις, ὅτι ἔχω ἐξουσίαν νὰ σὲ σταυρώσω καὶ ἔχω ἐξουσίαν νὰ σὲ ἀφήσω ἐλεύθερον;
11 ἀπεκρίθη Ἰησοῦς· οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ' ἐμοῦ, εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν· διὰ τοῦτο ὁ παραδιδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει.
Ἀπεκρίθη ὁ Ἰησοῦς· Δὲν θὰ εἶχες καμμίαν ἐξουσίαν ἐναντίον μου, ἐὰν δὲν σοῦ εἶχε δοθῆ ἡ ἐξουσία αὐτὴ ἀπ’ ἐπάνω, δηλαδὴ ἀπὸ τὸν Θεόν. Ἡ ἀνοχὴ τοῦ Θεοῦ σὲ κρατεῖ ἄρχοντα ἐπὶ τῆς δικαστικῆς ἕδρας, καὶ ἐπεφύλαξεν εἰς σὲ νὰ μὲ δικάσῃς. Ἐπειδὴ δὲ ἡ ἐξουσία αὐτὴ ἔχει δοθῆ εἰς σὲ ἀπὸ τὸν Θεόν, καὶ δὲν δύνασαι νὰ ἀποφύγῃς τὸ νὰ μὲ δικάσῃς, δι’ αὐτὸ ὁ Καϊάφας καὶ τὸ συνέδριον τῶν Ἰουδαίων, οἱ ὁποῖοι μὲ παρέδωκαν ἐκ φθόνου καὶ μίσους εἰς σὲ καὶ σὲ πιέζουν νὰ μὲ καταδικάσῃς, ἔχουν μεγαλυτέραν ἁμαρτίαν ἀπὸ σέ, ὁ ὁποῖος ἐκ φόβου πρὸς αὐτοὺς καταχρᾶσαι τώρα τὴν ἐξουσίαν σου.
12 ἐκ τούτου ἐζήτει ὁ Πιλᾶτος ἀπολῦσαι αὐτόν· οἱ δὲ Ἰουδαῖοι ἔκραζον λέγοντες· ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος. πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν ἀντιλέγει τῷ Καίσαρι.
Ἡ ἀπάντησις αὐτὴ τοῦ Ἰησοῦ κατέπληξε καὶ ἐθορύβησε τὸν Πιλᾶτον καὶ ἕνεκα τούτου ἐπεδίωκε μὲ μεγαλυτέραν τώρα ἐπιμονὴν νὰ ἐλευθερώσῃ αὐτόν. Οἱ Ἰουδαῖοι ὅμως ἐφώναζαν δυνατὰ καὶ ἔλεγαν· Ἐὰν τὸν ἀφήσῃς ἐλεύθερον, δὲν εἶσαι φίλος τοῦ Καίσαρος. Καθένας ποὺ κάνει τὸν ἑαυτόν του βασιλέα, ἀντιτίθεται καὶ ἐπαναστατεῖ κατὰ τοῦ Καίσαρος.
13 ὁ οὖν Πιλᾶτος ἀκούσας τοῦτον τὸν λόγον ἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ τοῦ βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον, ἑβραϊστὶ δὲ Γαββαθᾶ·
Ὁ Πιλᾶτος λοιπὸν ὅταν ἤκουσε τοὺς τελευταίους τούτους λόγους, μὲ τοὺς ὁποίους οἱ Ἰουδαῖοι ἀνεγνώριζαν καθαρά, ὅτι βασιλέα των εἶχον τὸν Καίσαρα, ὠδήγησε τὸν Ἰησοῦν ἔξω ἀπὸ τὸ πραιτώριον καὶ αὐτὸς ἐκάθισε ἐπὶ τῆς δικαστικῆς του ἕδρας, ποὺ εἶχε τοποθετηθῇ πρόχειρα εἰς τὸν τόπον, ὁ ὁποῖος ἦτο στρωμένος μὲ πέτρας καὶ μωσαϊκὰ καὶ δι’ αὐτὸ ἐλέγετο εἰς μὲν τὴν ἑλληνικὴν γλῶσσαν Λιθόστρωτον, εἰς τὴν ἑβραϊκὴν ὅμως ἐλέγετο λόγῳ τοῦ σχήματός του Γαββαθᾶ, ἤτοι ὕψωμα.
14 ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὥρα δὲ ὡσεὶ ἕκτη· καὶ λέγει τοῖς Ἰουδαίοις· ἴδε ὁ βασιλεὺς ὑμῶν.
Ἦτο δὲ ἡ ἡμέρα τῆς παραμονῆς καὶ προετοιμασίας τοῦ Πάσχα, καὶ ἡ ὥρα ἦτο περίπου ἓξ ἀπὸ τῆς ἀνατολῆς τοῦ ἡλίου, δηλαδὴ μεσημβρία. Καὶ λέγει ὁ Πιλᾶτος πρὸς τοὺς Ἰουδαίους· Ἰδοὺ εἰς ποίαν ἀθλιότητα καὶ καταφρόνησιν κατήντησεν ὁ βασιλεύς σας.
15 οἱ δὲ ἐκραύγασαν· ἆρον ἆρον, σταύρωσον αὐτόν. λέγει αὐτοῖς ὁ Πιλᾶτος· τὸν βασιλέα ὑμῶν σταυρώσω; ἀπεκρίθησαν οἱ ἀρχιερεῖς· οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.
Αὐτοὶ ὅμως ἀντὶ νὰ κινηθοῦν εἰς συμπάθειαν καὶ οἶκτον, ἐφώναζαν δυνατά· Πάρε τον, πάρε τον, νὰ μὴ τὸν βλέπωμεν· σταύρωσέ τον. Λέγει εἰς αὐτοὺς ὁ Πιλᾶτος· Τὸν βασιλέα σας νὰ σταυρώσω; Ἀπεκρίθησαν οἱ ἀρχιερεῖς· Δὲν ἔχομεν βασιλέα ἄλλον παρὰ μόνον τὸν Καίσαρα.
16 τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ.
Ὅταν λοιπὸν οἱ Ἰουδαῖοι ἠρνήθησαν ὄχι μόνον τὸν Μεσσίαν, ἀλλὰ καὶ τὴν θεμελιώδη ἀρχὴν τῆς θεοκρατίας των, κατὰ τὴν ὁποίαν βασιλεύς των ἦτο μόνον ὁ Θεός, τότε ὁ Πιλᾶτος παρέδωκε τὸν Ἰησοῦν εἰς αὐτοὺς διὰ νὰ σταυρωθῇ.
17 Παρέλαβον δὲ τὸν Ἰησοῦν καὶ ἤγαγον· καὶ βαστάζων τὸν σταυρὸν αὐτοῦ ἐξῆλθεν εἰς τὸν λεγόμενον κρανίου τόπον, ὃς λέγεται ἑβραϊστὶ Γολγοθᾶ,
Παρέλαβον δὲ οἱ στρατιῶται τὸν Ἰησοῦν, καὶ τὸν ὠδήγησαν νὰ τὸν σταυρώσουν. Καὶ αὐτὸς βαστάζων ἐπὶ τοῦ ὤμου τὸν σταυρόν του ἐβγῆκεν ἔξω ἀπὸ τὰ τείχη τῆς πόλεως εἰς κάποιον τοποθεσίαν, ποὺ λέγεται Κρανίου τόπος καὶ εἰς τὴν ἑβραϊκὴν γλῶσσαν λέγεται Γολγοθᾶ.
18 ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ' αὐτοῦ ἄλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν.
Ἐκεῖ ἐσταύρωσαν αὐτόν, καὶ μαζί του ἐσταύρωσαν ἄλλους δύο, ἀπὸ τὸ ἓν μέρος τὸν ἕνα καὶ ἀπὸ τὸ ἄλλο μέρος τὸν ἄλλον, διὰ νὰ ἀτιμάσουν δὲ περισσότερον τὸν Ἰησοῦν ἔδωκαν εἰς αὐτὸν τὴν πρωτεύουσαν εἰς τὸ μέσον τῶν δύο κακούργων θέσιν.
19 ἔγραψε δὲ καὶ τίτλον ὁ Πιλᾶτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον· Ἰησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν Ἰουδαίων.
Ἔγραψε δὲ καὶ ἐπιγραφὴν ὁ Πιλᾶτος καὶ ἔθεσεν αὐτὴν εἰς τὸ ἐπάνω μέρος τοῦ σταυροῦ. Ἦτο δὲ γραμμένον εἰς τὴν ἐπιγραφήν· Ἰησοῦς ὁ Ναζωραῖος, ὁ βασιλεὺς τῶν Ἰουδαίων.
20 τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τῆς πόλεως ὁ τόπος ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον ἑβραϊστί, ἑλληνιστί, ρωμαϊστί.
Αὐτὴν λοιπὸν τὴν ἐπιγραφήν, ποὺ διεκήρυττεν, ὅτι ὁ Ἰησοῦς ἦτο βασιλεὺς τοῦ νέου Ἰσραὴλ τῆς χάριτος, τὴν ἀνέγνωσαν πολλοὶ ἀπὸ τοὺς Ἰουδαίους, διότι ὁ τόπος, ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς, ἦτο πλησίον τῆς πόλεως. Καὶ τὸ περιεχόμενον τῆς ἐπιγραφῆς ἦτο γραμμένον εἰς τρεῖς γλώσσας, εἰς τὴν Ἑβραϊκήν, ποὺ ἦτο ἐθνικὴ γλῶσσα τῶν Ἑβραίων, εἰς τὴν Ἑλληνικήν, ποὺ ἦτο γλῶσσα διεθνής, καὶ εἰς τὴν Ρωμαϊκήν, ποὺ ἦτο ἡ ἐπίσημος γλῶσσα τοῦ Κράτους. Ἔτσι ἐδόθη εἰς τὸ περιεχόμενον τῆς ἐπιγραφῆς ὅσον τὸ δυνατὸν μεγαλυτέρα δημοσιότης.
21 ἔλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων· μὴ γράφε, ὁ βασιλεὺς τῶν Ἰουδαίων, ἀλλ' ὅτι ἐκεῖνος εἶπε, βασιλεύς εἰμι τῶν Ἰουδαίων.
Ἐπειδὴ λοιπὸν οἱ Ἀρχιερεῖς τῶν Ἰουδαίων ἐθεώρουν ὡς προσβολὴν καὶ ὕβριν των νὰ λέγεται βασιλεύς των ἕνας σταυρωμένος, ἔλεγον εἰς τὸν Πιλᾶτον· Μὴ γράφῃς: Ὁ βασιλεὺς τῶν Ἰουδαίων, ἀλλὰ γράφε, ὅτι ἐκεῖνος εἶπεν· Εἶμαι βασιλεὺς τῶν Ἰουδαίων.
22 ἀπεκρίθη ὁ Πιλᾶτος· ὃ γέγραφα, γέγραφα.
Ὁ Πιλᾶτος ὅμως ἀπεκρίθη· Ὅ,τι ἔγραψα, τὸ ἔγραψα πλέον. Δὲν τὸ ξεγράφω.
23 Οἱ οὖν στρατιῶται ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα· ἦν δὲ ὁ χιτὼν ἄρραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι' ὅλου.
Οἱ στρατιῶται λοιπόν, ὅταν ἐσταύρωσαν τὸν Ἰησοῦν, ἐπῆραν τὰ φορέματά του καὶ τὰ ἔκαμαν τέσσαρα μερίδια, ἀπὸ ἕνα μερίδιον δι’ ἕκαστον στρατιώτην. Καὶ τὸ ἐσωτερικόν του ἔνδυμα τὸ ἔκαμαν ξεχωριστὸν μερίδιον. Ἦτο δὲ τὸ ὑποκάμισον αὐτὸ χωρὶς καμμίαν ραφήν, ὑφασμένον ὁλόκληρον ἀπὸ τὸ ἐπάνω μέρος ἕως κάτω.
24 εἶπον οὖν πρὸς ἀλλήλους· μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ τίνος ἔσται· ἵνα ἡ γραφὴ πληρωθῇ ἡ λέγουσα· διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.
Εἶπαν λοιπὸν μεταξύ των· Ἂς μὴ τὸ σχίσωμεν, ἀλλὰ ἂς ρίψωμεν λαχνὸν δι’ αὐτὸ καὶ ὅποιος τὸ πάρῃ. Καὶ ἔγινεν ἔτσι, διὰ νὰ πληρωθῇ ἡ προφητεία τῆς Γραφῆς ποὺ λέγει· Ἐμοίρασαν μεταξύ των τὰ διάφορα τεμάχια τῆς ἐξωτερικῆς ἐνδυμασίας μου καὶ διὰ τὸ κυριώτερον ἔνδυμά μου, ἄνευ τοῦ ὁποίου μένει ὁλόγυμνον τὸ σῶμα, ἔβαλαν λάχνον.
25 Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν. εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή.
Καὶ οἱ μὲν στρατιῶται ἔκαμαν αὐτά. Ἔστεκαν δὲ κοντὰ εἰς τὸν σταυρὸν τοῦ Ἰησοῦ ἡ μητέρα του καὶ ἡ ἀδελφὴ τῆς μητέρας του, ἡ Μαρία ἡ γυναῖκα τοῦ Κλωπᾶ καὶ ἡ Μαρία ἡ Μαγδαληνή.
26 Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρὶ αὐτοῦ· γύναι, ἴδε ὁ υἱός σου.
Ὁ Ἰησοῦς λοιπόν, ὅταν εἶδε τὴν μητέρα του καὶ τὸν μαθητήν, τὸν ὁποῖον ἠγάπα, νὰ στέκεται ἐκεῖ πλησίον, λέγει εἰς τὴν μητέρα του· Γύναι, ἰδοὺ ποῖος ἀπὸ τώρα θὰ εἶναι ὁ υἱός σου.
27 εἶτα λέγει τῷ μαθητῇ· ἰδοὺ ἡ μήτηρ σου. καὶ ἀπ' ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια.
Ἔπειτα λέγει εἰς τὸν μαθητήν· Ἰδοὺ ἡ μητέρα σου. Καὶ ἀπὸ τὴν ὥραν ἐκείνην τὴν ἐπῆρεν ὁ μαθητὴς εἰς τὸ κατάλυμά του.
28 Μετὰ τοῦτο εἰδὼς ὁ Ἰησοῦς ὅτι πάντα ἤδη τετέλεσται, ἵνα τελειωθῇ ἡ γραφή, λέγει· διψῶ.
Ὕστερα ἀπ’ αὐτό, ἀφοῦ ἐβεβαιώθη ὁ Ἰησοῦς, ὅτι ὅλα, ὅσα ἐπρόκειτο σύμφωνα μὲ τὰς προφητείας νὰ πάθῃ, εἶχαν πλέον συντελεσθῇ καὶ τελείως πληρωθῇ, διὰ νὰ ἐπαληθεύσῃ καθ’ ὅλα καὶ μέχρι τῆς τελευταίας λεπτομερείας ἡ Γραφή, εἶπε· Διψῶ.
29 σκεῦος οὖν ἔκειτο ὄξους μεστόν· οἱ δὲ πλήσαντες σπόγγον ὄξους καὶ ὑσσώπῳ περιθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι.
Ἦτο λοιπὸν ἐκεῖ χάμω κάποιο πήλινον δοχεῖον γεμᾶτο ξίδι. Ἐκεῖνοι δέ, ποὺ ἤκουσαν τὸν λόγον αὐτὸν τοῦ Ἰησοῦ, ἀφοῦ ἐγέμισαν ξίδι ἕνα σφουγγάρι καὶ ἀφοῦ τὸ ἐστήριξαν εἰς ἕνα κλωνάρι ὑσσώπου, τὸ ἔφεραν πλησίον τοῦ στόματός του.
30 ὅτε οὖν ἔλαβε τὸ ὄξος ὁ Ἰησοῦς εἶπε, τετέλεσται, καὶ κλίνας τὴν κεφαλὴν παρέδωκε τὸ πνεῦμα.
Ὅταν λοιπὸν ἐπῆρε τὸ ξίδι ὁ Ἰησοῦς εἶπεν· Ἔχουν πλέον τελειώσει ὅλα. Καὶ αἱ προφητεῖαι ὅλαι ἐπληρώθησαν, καὶ τὸ ἔργον μου ἔλαβεν αἴσιον πέρας καὶ τὰ ὅσα ἔπρεπε νὰ πάθω ἐτελείωσαν καὶ ἡ σωτηρία τῶν ἀνθρώπων ἐξησφαλίσθῃ πλήρως. Καὶ ἀφοῦ μόνος του ἀφῆκε τὴν κεφαλήν του νὰ γείρῃ πρὸς τὰ κάτω, παρέδωκεν ἐξουσιαστικῶς καὶ ὅταν αὐτὸς ἡθέλησε τὴν ψυχήν του εἰς τὸν Πατέρα του.
31 Οἱ οὖν Ἰουδαῖοι, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ, ἐπεὶ παρασκευὴ ἦν· ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνη τοῦ σαββάτου· ἠρώτησαν τὸν Πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη, καὶ ἀρθῶσιν.
Ἐν τῷ μεταξὺ οἱ Ἰουδαῖοι ἐλάμβανον τὰ μέτρα των, διὰ νὰ μὴ μείνουν ἐπάνω εἰς τὸν σταυρὸν νεκρὰ τὰ σώματα τῶν καταδίκων καὶ κατὰ τὴν διάρκειαν τοῦ Σαββάτου. Ἐπειδὴ ἡ ἡμέρα, κατὰ τὴν ὁποίαν ἔγινεν ἡ σταύρωσις, ἦτο ἡμέρα προπαρασκευῆς καὶ προετοιμασίας ἐκτάκτου καὶ ἐξαιρετικῆς· διότι ἡ ἡμέρα τοῦ Σαββάτου ἐκείνου, ποὺ θὰ ἤρχιζεν ἀπὸ τὴν δύσιν τοῦ ἡλίου, ἦτο μεγάλη καὶ ἐπίσημος, ἐπειδὴ ἐκτὸς τοῦ ὅτι ἦτο Σάββατον, συνέπιπτεν ἀκόμη καὶ ἡ πρώτη ἡμέρα τῆς μεγάλης ἑορτῆς τοῦ Πάσχα. Ἀπηγορεύετο δὲ ρητῶς εἰς τὸ Δευτερονόμιον νὰ διανυκτερεύσουν ἄταφα τὰ σώματα ἐπὶ τοῦ σταυροῦ. Παρεκάλεσαν λοιπὸν τὸν Πιλᾶτον νὰ διατάξῃ, ὅπως συντριβοῦν τὰ σκέλη τῶν καταδίκων, διὰ νὰ συντομευθῇ ἔτσι ὁ θάνατός των καὶ τοὺς σηκώσουν τὸ ταχύτερον ἀπὸ ἐκεῖ.
32 ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ·
Ἦλθαν λοιπὸν οἱ στρατιῶται, διὰ νὰ συντρίψουν τὰ ὀστᾶ τῶν καταδίκων, καὶ τοῦ μὲν λῃστοῦ, τὸν ὁποῖον ἐπλησίασαν πρῶτον, ἔσπασαν τὰ σκέλη, καθὼς καὶ τοῦ ἄλλου λῃστοῦ, ποὺ ἐσταυρώθη μαζὶ μὲ τὸν Ἰησοῦν.
33 ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες ὡς εἶδον αὐτὸν ἤδη τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη,
Ὅταν ὅμως ἦλθαν εἰς τὸν Ἰησοῦν, σὰν τὸν εἶδαν ὅτι ἦτο πλέον πεθαμένος, δὲν τοῦ ἔσπασαν τὰ σκέλη.
34 ἀλλ' εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξε, καὶ εὐθέως ἐξῆλθεν αἷμα καὶ ὕδωρ.
Ἀλλ’ ἕνας ἀπὸ τοὺς στρατιώτας, διὰ νὰ διαπιστώσῃ βεβαιότερον τὸν θάνατόν του, τοῦ ἐκτύπησε τὴν πλευρὰν μὲ λόγχην καὶ ἀμέσως ἐβγῆκεν ἀπὸ τὸ τρυπηθὲν μέρος αἷμα καὶ ὕδωρ, φαινόμενον πρωτοφανὲς καὶ παράδοξον, διότι εἰς κάθε πεθαμένον τὸ αἷμα πήγνυται, ὅσον δὲ καὶ ἂν τὸν τρυπήσῃ κανείς, δὲν βγαίνει ποτὲ καθαρὸν αἷμα καὶ διαυγὲς ὕδωρ.
35 καὶ ὁ ἑωρακὼς μεμαρτύρηκε, καὶ ἀληθινὴ αὐτοῦ ἐστιν ἡ μαρτυρία, κἀκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα καὶ ὑμεῖς πιστεύσητε.
Τὸ γεγονὸς ὅμως αὐτὸ εἶναι ἀληθὲς καὶ βεβαία ἡ ὑπ’ αὐτοῦ σημαινομένη κάθαρσις τοῦ βαπτίσματος καὶ ὁ ἁγιασμὸς ἐκ τοῦ αἵματος τοῦ Κυρίου, καὶ ἐκεῖνος, ποὺ τὸ εἶδε μὲ τὰ μάτια του, ἔδωκε μαρτυρίαν περὶ αὐτοῦ, καὶ ἡ μαρτυρία του εἶναι ἀληθινὴ καὶ δὲν ἔχει καμμίαν περὶ τούτου ἀμφιβολίαν ἐκεῖνος, ἀλλὰ ἡξεύρει καλά, ὅτι λέγει ἀλήθειαν. Καὶ ἔδωκε μαρτυρίαν τόσον περὶ τοῦ γεγονότος αὐτοῦ, ὅσον καὶ περὶ τοῦ ὅτι δὲν ἔσπασαν τὰ σκέλη τοῦ Ἰησοῦ, ἀλλὰ μόνον τὴν πλευράν του ἐτρύπησαν, διὰ νὰ πιστεύσετε καὶ σεῖς, ὅτι ὁ ἐπὶ τοῦ σταυροῦ Ἰησοῦς εἶναι ὁ Χριστός, τὸν ὁποῖον προεκήρυξαν οἱ προφῆται.
36 ἐγένετο γὰρ ταῦτα, ἵνα ἡ γραφὴ πληρωθῇ, ὀστοῦν οὐ συντριβήσεται αὐτοῦ.
Διότι πράγματι ὅλα αὐτὰ ἔχουν προφητευθῆ καὶ ἔγιναν, διὰ νὰ ἐπαληθεύσῃ τὸ χωρίον τῆς Γραφῆς· δὲν θὰ συντριβῇ κανὲν κόκκαλόν του.
37 καὶ πάλιν ἑτέρα γραφὴ λέγει· ὄψονται εἰς ὃν ἐξεκέντησαν.
Καὶ πάλιν ἄλλο μέρος τῆς Γραφῆς λέγει· Ὅταν ἡ χάρις ἐπισκεφθῇ καὶ τοὺς Ἰουδαίους, θὰ ἴδουν συντετριμμένοι καὶ ἐν μετανοίᾳ ἐκεῖνον, τὸν ὁποῖον ἐτρύπησαν, ὅπως θὰ τὸν ἴδουν περίφοβοι καὶ οἱ ἐπιμείναντες εἰς τὴν ἀπιστίαν.
38 Μετὰ δὲ ταῦτα ἠρώτησε τὸν Πιλᾶτον Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, ὢν μαθητὴς τοῦ Ἰησοῦ, κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρεψεν ὁ Πιλᾶτος. ἦλθεν οὖν καὶ ἦρε τὸ σῶμα τοῦ Ἰησοῦ.
Ὕστερον δὲ ἀπὸ τὰ συμβάντα ταῦτα, ὁ Ἰωσήφ, ποὺ κατήγετο ἀπὸ τὴν Ἀριμαθαίαν καὶ ἦτο μαθητὴς τοῦ Ἰησοῦ, ἀλλ’ ἔμενε κρυμμένος καὶ δὲν ἐφανέρωνε τοῦτο, ἐπειδὴ ἐφοβεῖτο τοὺς Ἰουδαίους, παρεκάλεσε τὸν Πιλᾶτον νὰ ἐπιτρέψῃ εἰς αὐτόν, ἵνα σηκώσῃ ἀπὸ τὸν σταυρὸν τὸ σῶμα τοῦ Ἰησοῦ καὶ τὸ θάψῃ. Καὶ ὁ Πιλᾶτος ἔδωκε τὴν ἄδειαν. Ἦλθε λοιπὸν ὁ Ἰωσὴφ καὶ ἐπῆρε τὸ σῶμα τοῦ Ἰησοῦ.
39 ἦλθε δὲ καὶ Νικόδημος ὁ ἐλθὼν πρὸς τὸν Ἰησοῦν νυκτὸς τὸ πρῶτον, φέρων μῖγμα σμύρνης καὶ ἀλόης ὡς λίτρας ἑκατόν.
Μαζὶ δὲ μὲ τὸν Ἰωσὴφ ἦλθε καὶ ὁ Νικόδημος, ὁ ὁποῖος εἶχεν ἔλθει εἰς τὸν Ἰησοῦν ἐν καιρῷ νυκτός, ὅταν διὰ πρώτην φορὰν συνωμίλησε μαζί του. Καὶ ἔφερεν αὐτὸς μίγμα ἀπὸ ρητινῶδες καὶ πολυτιμότατον ἄρωμα, ποὺ ἐλέγετο σμύρνα, καὶ ἀπὸ τὸ ἀρωματῶδες καὶ ἁπαλὸν ξύλον τῆς ἀλόης ἑκατὸν λίτρας περίπου, δηλαδὴ παραπάνω ἀπὸ τριάκοντα δύο κιλά.
40 ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ καὶ ἔδησαν αὐτὸ ἐν ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶ τοῖς Ἰουδαίοις ἐνταφιάζειν.
Ἐπῆραν λοιπὸν καὶ οἱ δύο τὸ σῶμα τοῦ Ἰησοῦ καὶ ἀφοῦ τὸ ἤλειψαν μὲ τὰ ἀρώματα, τὸ ἐπεριτύλιξαν μὲ ἐπιδέσμους, ὅπως ἦτο συνήθεια εἰς τοὺς Ἰουδαίους νὰ ἐτοιμάζουν πρὸς ταφὴν τοὺς νεκρούς των.
41 ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινόν, ἐν ᾧ οὐδέπω οὐδεὶς ἐτέθη·
Εἰς τὸ μέρος δέ, ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς, ἦτο κάποιος κῆπος, καὶ μέσα εἰς τὸν κῆπον ἦτο μνημεῖον καινούργιον, εἰς τὸ ὁποῖον δὲν εἶχε ἀκόμη ταφῆ κανείς.
42 ἐκεῖ οὖν διὰ τὴν παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν Ἰησοῦν.
Ἐκεῖ λοιπὸν λόγῳ τοῦ ὅτι ἡ προετοιμασία διὰ τὸ Πάσχα τῶν Ἰουδαίων δὲν ἔδιδε καιρὸν πρὸς ἀργοπορίαν, ἀλλὰ καὶ διότι τὸ μνημεῖον ἦτο πλησίον, ἔθεσαν τὸν Ἰησοῦν.
Ερμηνεία Π. Τρεμπέλα