ελ
Καινή Διαθήκη
1 ΗΝ δέ τις ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς.
Ήτο δὲ κάποιος ἀσθενής, ποὺ ἐλέγετο Λάζαρος καὶ κατήγετο ἀπὸ τὴν Βηθανίαν, ἀπὸ τὸ χωρίον Μαρίας καὶ τῆς Μάρθας τῆς ἀδελφῆς της.
2 ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν Κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει.
Ἡ Μαρία δὲ ἦτο ἐκείνη, ποὺ ὀλίγον πρὸ τοῦ θανάτου του ἄλειψε τὸν Κύριον μὲ μύρον καὶ ἐσφόγγισε τοὺς πόδας του μὲ τὰ μαλλιά της. Τῆς Μαρίας αὐτῆς ὁ ἀδελφὸς Λάζαρος ἦτο ἄρρωστος.
3 ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι· Κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ.
Ἔστειλαν λοιπὸν πρὸς αὐτὸν αἱ δύο ἀδελφαὶ ἀνθρώπους ἐξεπίτηδες νὰ τὸν εἰδοποιήσουν καὶ τοῦ εἶπαν· Κύριε, νά, αὐτός, ποὺ τόσον πολὺ ἀγαπᾷς, εἶναι ἄρρωστος.
4 ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν· αὕτη ἡ ἀσθένεια οὐκ ἔστι πρὸς θάνατον, ἀλλ' ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ Θεοῦ δι' αὐτῆς.
Ὅταν ὅμως ἤκουσε τοῦτο ὁ Ἰησοῦς εἶπεν· Αὐτὴ ἡ ἀσθένεια δὲν θὰ καταλήξῃ εἰς ἀνεπανόρθωτον θάνατον, ἀλλὰ συνέβη διὰ νὰ ἐκλάμψῃ ἡ δόξα καὶ ἡ δύναμις τοῦ Θεοῦ· συνέβη δηλαδὴ διὰ νὰ δοξασθῇ διὰ τῆς ἀσθενείας αὐτῆς ὁ Υἱὸς τοῦ Θεοῦ, διότι θὰ δοθῇ εὐκαιρία νὰ δείξῃ τὴν ὑπερφυσικὴν δύναμίν του καὶ νὰ ἐπιβεβαιώσῃ περιτράνως τὴν θείαν φύσιν καὶ ἀποστολήν του.
5 ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον.
Ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφήν της καὶ τὸν Λάζαρον. Καὶ ἐὰν δὲν ἀνεχώρησεν ἀμέσως πρὸς ἐπίσκεψιν καὶ θεραπείαν τοῦ Λαζάρου, δὲν ἔπραξε τοῦτο ἐξ ἀδιαφορίας, ἀλλὰ διότι ἀπέβλεπεν εἰς τὴν φανέρωσιν τῆς δόξης καὶ δυνάμεως τοῦ Θεοῦ.
6 ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας·
Ὅταν λοιπὸν ἤκουσεν ὅτι ὁ Λάζαρος ἀσθενεῖ, τότε μέν, ποὺ ὅλοι ὅσοι ἤξευραν τὴν ἀγάπην του πρὸς αὐτὸν θὰ ἐπερίμεναν νὰ ἀναχωρήσῃ ἀμέσως, παρέμεινεν ἐπὶ δύο ἀκόμη ἡμέρας εἰς τὸν τόπον, ὅπου εὑρίσκετο.
7 ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς· ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν.
Ἔπειτα δέ, ἀφοῦ ἐπέρασαν αἱ δύο ἡμέραι, εἶπεν εἰς τοὺς μαθητάς· Ἂς ὑπάγωμεν πάλιν εἰς τὴν Ἰουδαίαν.
8 λέγουσιν αὐτῷ οἱ μαθηταί· ραββί, νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ;
Ἀλλὰ τότε οἱ μαθηταί, οἱ ὁποῖοι εἶχον φοβηθῆ ἀπὸ τὴν ἀντίδρασιν, ποὺ συνήντησεν ὁ Ἰησοῦς εἰς τὰ Ἱεροσόλυμα, τοῦ εἶπαν· Διδάσκαλε, πρὸ ὀλίγου ἐζήτουν οἱ Ἰουδαῖοι νὰ σὲ λιθοβολήσουν καὶ πάλιν πηγαίνεις ἐκεῖ;
9 ἀπεκρίθη Ἰησοῦς· οὐχὶ δώδεκά εἰσιν ὧραι τῆς ἡμέρας; ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει·
Ἀπεκρίθη ὁ Ἰησοῦς· Δὲν εἶναι δώδεκα αἱ ὧραι τῆς ἡμέρας; Ἐὰν κανεὶς περιπατῇ κατὰ τὴν διάρκειαν τῆς ἡμέρας, δὲν σκοντάπτει, ἀλλὰ βαδίζει ἀσφαλῶς, διότι βλέπει τὸν ἥλιον, ὁ ὁποῖος φωτίζει τὸν κόσμον τοῦτον τὸν ὑλικόν. Οὕτω καὶ ἐγὼ ἔχω ἐπακριβῶς ὡρισμένον ἀπὸ τὸν Πατέρα μου τὸν χρόνον τῆς ἐπὶ γῆς ἀποστολῆς μου. Καὶ οἱ Ἰουδαῖοι δὲν δύνανται νὰ μοῦ ἀφαιρέσουν οὔτε δευτερόλεπτον ἐκ τοῦ χρόνου τούτου. Δὲν διατρέχω λοιπὸν κανένα κίνδυνον ἀπὸ τοὺς Ἰουδαίους, ἐφ’ ὅσον ἀκολουθῶ τὸν δρόμον, ὁ ὁποῖος φωτίζεται ἀπὸ τὸ θέλημα τοῦ Πατρός μου, ἀλλὰ καὶ σεῖς, ἐφόσον μὲ ἀκολουθεῖτε, δὲν διατρέχετε μαζί μου κανένα κίνδυνον, διότι ἐγὼ ὡς ἥλιος τῆς δικαιοσύνης θὰ φωτίζω τὸν δρόμον σας καὶ θὰ ἀσφαλίζω τὴν πορείαν σας.
10 ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ.
Ἐὰν ὅμως κανεὶς περιπατῇ κατὰ τὴν νύκτα,σκοντάπτει,διότι τὸ φῶς δὲν ὑπάρχει εἰς αὐτὸν διὰ νὰ τὸν φωτίζῃ. Οὕτω καὶ ἐκεῖνοι, οἱ ὁποῖοι δὲν θὰ μείνουν εἰς τὸ φῶς τοῦ Υἱοῦ τοῦ Θεοῦ, θὰ σκοντάψουν καὶ θὰ πέσουν.
11 ταῦτα εἶπε, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται· ἀλλὰ πορεύομαι ἵνα ἐξυπνήσω αὐτόν.
Ταῦτα εἶπεν ὁ Ἰησοῦς, καὶ ὕστερον ἀπὸ ὀλίγον λέγει εἰς αὐτούς· Ὁ φίλος μας Λάζαρος ἔχει κοιμηθῇ. Ἀλλὰ πηγαίνω διὰ νὰ τὸν ἐξυπνήσω.
12 εἶπον οὖν οἱ μαθηταὶ αὐτοῦ· Κύριε, εἰ κεκοίμηται, σωθήσεται.
Ὅταν λοιπὸν ἤκουσαν οἱ μαθηταί του, ὅτι ὁ Λάζαρος ἐκοιμήθη, νομίσαντες ὅτι ἐπρόκειτο περὶ φυσικοῦ ὕπνου, τοῦ εἶπαν· Κύριε, ἐὰν ἔχῃ κοιμηθῇ, ὁ ὀργανισμός του διὰ τῆς ἀναπαύσεως τοῦ ὕπνου θὰ ἔχῃ ἀναλάβει καὶ συνεπῶς ὁ Λάζαρος θὰ γίνῃ καλά. Πρὸς τί νὰ τὸν ἐξυπνήσωμεν;
13 εἰρήκει δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ· ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει.
Ὁ Ἰησοῦς ὅμως εἶχεν εἴπει διὰ τὸν θάνατον τοῦ Λαζάρου· ἐκεῖνοι δὲ ἐνόμισαν, ὅτι λέγει διὰ τὴν ἀποκοίμησιν τοῦ ὕπνου.
14 τότε οὖν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ· Λάζαρος ἀπέθανε,
Τότε λοιπὸν τοὺς εἶπεν ὁ Ἰησοῦς καθαρά· Ὁ Λάζαρος ἀπέθανε,
15 καὶ χαίρω δι' ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλ' ἄγωμεν πρὸς αὐτόν.
καὶ χαίρω διὰ σᾶς, διὰ νὰ στηριχθῆτε περισσότερον εἰς τὴν πίστιν. Χαίρω, διότι δὲν ἤμουν ἐκεῖ, ὁπότε θὰ τὸν ἐθεράπευον προτοῦ ἀποθάνῃ καὶ δὲν θὰ ἐγίνετο τὸ θαῦμα τῆς ἀναστάσεώς του, ποὺ θὰ σᾶς στηρίξῃ εἰς τὴν πίστιν. Ἀλλ’ ἀς ὑπάγωμεν εἰς αὐτόν.
16 εἶπεν οὖν Θωμᾶς ὁ λεγόμενος Δίδυμος τοῖς συμμαθηταῖς· ἄγωμεν καὶ ἡμεῖς ἵνα ἀποθάνωμεν μετ' αὐτοῦ.
Κατόπιν λοιπὸν τῆς προτροπῆς αὐτῆς τοῦ Κυρίου, ὅπως ἀναχωρήσουν διὰ τὴν Βηθανίαν, εἶπεν εἰς τοὺς συμμαθητάς του ὁ Θωμᾶς, τὸν ὁποῖον, ἐκεῖνοι ποὺ ὡμίλουν τὴν ἑλληνικὴν καὶ μετέφραζον τὸ ὄνομά του εἰς τὴν γλῶσσαν αὐτῶν, τὸν ἔλεγαν Δίδυμον· ἀφοῦ θέλει νὰ ἐπιστρέψῃ εἰς τὸ μέρος, ὅπου οἱ ἐχθροί του ζητοῦν νὰ τὸν φονεύσουν, ἀς ὑπάγωμεν καὶ ἡμεῖς ἐκεῖ διὰ νὰ ἀποθάνωμεν μαζί του.
17 Ἐλθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ἡμέρας ἤδη ἔχοντα ἐν τῷ μνημείῳ.
Ὅταν λοιπὸν ἦλθεν εἰς τὴν Βηθανίαν ὁ Ἰησοῦς, εὗρε πλέον πεθαμένον τὸν Λάζαρον καὶ νὰ ἔχῃ τέσσαρας ἡμέρας μέσα εἰς τὸν τάφον.
18 ἦν δὲ ἡ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε,
Ἦτο δὲ ἡ Βηθανία πλησίον τῶν Ἱεροσολύμων εἰς ἀπόστασιν περίπου δεκαπέντε παλαιῶν σταδίων, ἤτοι ὀλιγώτερον ἀπὸ τρία στάδια σημερινά.
19 καὶ πολλοὶ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς τὰς περὶ Μάρθαν καὶ Μαρίαν ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ αὐτῶν.
Καὶ πολλοὶ ἀπὸ τοὺς ἐχθρευομένους τὸν Ἰησοῦν Ἰουδαίους εἶχον ἔλθει πρὸς τὰς συντροφευμένας καὶ ἀπὸ ἄλλους Μάρθαν καὶ Μαρίαν, διὰ νὰ παρηγορήσουν αὐτὰς διὰ τὸν ἀδελφόν τους.
20 ἡ οὖν Μάρθα ὡς ἤκουσεν ὅτι ὁ Ἰησοῦς ἔρχεται, ὑπήντησεν αὐτῷ· Μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο.
Ἡ Μάρθα λοιπὸν εὐθὺς ὅταν ἤκουσεν, ὅτι ὁ Ἰησοῦς ἦλθεν, ἔτρεξε καὶ τὸν προϋπάντησεν ἔξω ἀπὸ τὸ χωρίον. Ἡ Μαρία δὲ ἐν τῷ μεταξὺ ἐκάθητο εἰς τὸ σπίτι.
21 εἶπεν οὖν ἡ Μάρθα πρὸς τὸν Ἰησοῦν· Κύριε, εἰ ἦς ὧδε, ὁ ἀδελφός μου οὐκ ἂν ἐτεθνήκει.
Ὅταν λοιπὸν ἡ Μάρθα συνήντησε τὸν Ἰησοῦν, εἶπε πρὸς αὐτόν· Κύριε, ἐὰν ἤσουν ἐδῶ, δὲν θὰ εἶχεν ἀποθάνει ὁ ἀδελφός μου.
22 ἀλλὰ καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν Θεόν, δώσει σοι ὁ Θεός.
Ἀλλὰ καὶ τώρα, ποὺ ὁ ἀδελφός μου εἶναι πεθαμένος, γνωρίζω, ὅτι ὅσα καὶ ἄν ζητήσῃς ἀπὸ τὸν Θεόν, θὰ σοῦ τὰ δώσῃ ὁ Θεός.
23 λέγει αὐτῇ ὁ Ἰησοῦς· ἀναστήσεται ὁ ἀδελφός σου.
Λέγει πρὸς αὐτὴν ὁ Ἰησοῦς· θὰ ἀναστηθῇ ὁ ἀδελφός σου.
24 λέγει αὐτῷ Μάρθα· οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
Εἶπε τότε πρὸς αὐτὸν ἡ Μάρθα· Γνωρίζω, ὅτι ὁ ἀδελφός μου θὰ ἀναστηθῇ κατὰ τὴν ἀνάστασιν, ποὺ θὰ γίνῃ εἰς τὴν πιὸ τελευταίαν καὶ ἐσχάτην ἡμέραν τοῦ προσκαίρου αὐτοῦ αἰῶνος, ὕστερα ἀπὸ τὴν ὁποίαν θὰ ἐπακολουθήσῃ ὁ μέλλων ἔνδοξος καὶ ἀτελείωτος αἰών.
25 εἶπεν αὐτῇ ὁ Ἰησοῦς· ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή.
Εἶπεν εἰς αὐτὴν ὁ Ἰησοῦς· Ἐγὼ εἶμαι ἡ ἀνάστασις καὶ ἡ ζωή. Ἔχω τὴν δύναμιν νὰ ἀνασταίνω, διότι εἶμαι ἐγὼ ἡ πηγὴ τῆς ζωῆς.
26 ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται· καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. πιστεύεις τοῦτο;
Ἐκεῖνος ποὺ πιστεύει εἰς ἐμέ, καὶ ἀν ἀποθάνῃ σωματικῶς, ὅπως ἀπέθανεν ὁ ἀδελφός σου, θὰ ζήσῃ, διότι ἐκτὸς τῆς οὐρανίας καὶ πνευματικῆς ζωῆς, τὴν ὁποίαν ἀπὸ τώρα θὰ μεταδώσω εἰς τὴν ψυχήν του, ἐν καιρῷ θὰ ἀναστηθῇ οὗτος ἀπὸ ἐμὲ καὶ κατὰ τὸ σῶμα. Καὶ καθένας ἐξ ἐκείνων, ποὺ δὲν ἀπέθαναν ἀκόμη, ἀλλὰ ζοῦν τὴν ἐπίγειον ζωήν, ἐφ’ ὅσον πιστεύει εἰς ἐμέ, θὰ ἀντιμετωπίσῃ γεμᾶτος ἀφοβίαν τὸν πρόσκαιρον θάνατον, τὸν ὁποῖον οἱ μακρὰν ἐμοῦ ἄνθρωποι τρέμουν καὶ φοβοῦνται, ἐπειδὴ δὲ θὰ μένῃ πάντοτε ἐνωμένος μὲ τὸν Θεόν, δὲν θὰ δοκιμάσῃ ποτὲ πνευματικὸν θάνατον, ὁ ὁποῖος εἶναι καὶ ὁ πραγματικὸς καὶ ἀνεπανόρθωτος θάνατος. Τὸ πιστεύεις αὐτό;
27 λέγει αὐτῷ· ναί, Κύριε, ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος.
Λέγει εἰς αὐτὸν ἡ Μάρθα· Ναί, Κύριε· ἐγὼ ἔχω πρὸ πολλοῦ πιστεύσει, ὅτι σὺ εἶσαι ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ ὁποῖος σύμφωνα πρὸς τὰς θείας ὑποσχέσεις καὶ προφητείας ἐπρόκειτο νὰ ἔλθῃ εἰς τὸν κόσμον. Ἐφ’ ὅσον δὲ ἔχω πεποίθησιν, ὅτι σὺ εἶσαι ὁ Χριστός, πιστεύω καὶ εἰς ὅσα κατὰ τὴν στιγμὴν αὐτὴν λέγεις καὶ διακηρύττεις διὰ τὸν ἑαυτόν σου.
28 καὶ ταῦτα εἰποῦσα ἀπῆλθε καὶ ἐφώνησε Μαρίαν τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ εἰποῦσα· ὁ διδάσκαλος πάρεστι καὶ φωνεῖ σε.
Καὶ ἀφοῦ εἶπε ταῦτα ἔφυγε καὶ ἐφώναξε τὴν ἀδελφήν της Μαρίαν, εἰς τὴν ὁποίαν εἶπε κρυφά· Ὁ Διδάσκαλος εἶναι ἐδῶ καὶ σὲ φωνάζει.
29 ἐκείνη ὡς ἤκουσεν, ἐγείρεται ταχὺ καὶ ἔρχεται πρὸς αὐτόν.
Ἐκείνη ἀμέσως, καθὼς ἤκουσε τοῦτο, σηκώνεται γρήγορα καὶ ἔρχεται πρὸς συνάντησιν αὐτοῦ.
30 οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλ' ἦν ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα.
Ἐν τῷ μεταξὺ ὅμως ὁ Ἰησοῦς δὲν εἶχεν ἔλθει ἀκόμη μέσα εἰς τὸ χωρίον, ἀλλ’ ἦτο εἰς τὸ μέρος, ὅπου τὸν εἶχεν ὑποδεχθῇ ἡ Μάρθα, ἐπιθυμῶν, ἵνα μόνος μετὰ τῶν μαθητῶν του καὶ τῶν δύο ἀδελφῶν τοῦ Λαζάρου ἐπισκεφθῇ τὸν τάφον αὐτοῦ.
31 οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετ' αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν Μαρίαν ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ, λέγοντες ὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ.
Οἱ Ἰουδαῖοι λοιπόν, ποὺ ἦσαν μαζὶ μὲ τὴν Μαρίαν εἰς τὸ σπίτι καὶ τὴν παρηγοροῦσαν, ὅταν εἶδαν τὴν Μαρίαν, ὅτι ἐσηκώθη γρήγορα καὶ ἐβγῆκεν ἀπὸ τὸ σπίτι μὲ κατεύθυνσιν, ποὺ θὰ τὴν ἔφερεν ἔξω ἀπὸ τὸ χωρίον, τὴν ἠκολούθησαν λέγοντες, ὅτι πηγαίνει εἰς τὸ μνημεῖον διὰ νὰ κλαύσῃ ἐκεῖ.
32 ἡ οὖν Μαρία ὡς ἦλθεν ὅπου ἦν ὁ Ἰησοῦς, ἰδοῦσα αὐτὸν ἔπεσε αὐτοῦ εἰς τοὺς πόδας λέγουσα αὐτῷ· Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανέ μου ὁ ἀδελφός.
Ὅταν λοιπὸν ἡ Μαρία ἦλθεν ἐκεῖ, ποὺ ἦτο ὁ Ἰησοῦς, μόλις τὸν εἶδεν, ἔπεσεν εἰς τὰ πόδια του καὶ τοῦ εἶπε· Κύριε, ἐὰν ἤσουν ἐδῶ, δὲν θὰ μοῦ ἐπέθαινεν ὁ ἀγαπημένος ἀδελφός, διότι θὰ τὸν ἐθεράπευες.
33 Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας, ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν,
Ὁ Ἰησοῦς λοιπόν, ὅταν εἶδεν αὐτὴν νὰ κλαίῃ καθὼς καὶ τοὺς Ἰουδαίους, οἱ ὁποῖοι ἦλθαν μαζί της, νὰ κλαίουν καὶ αὐτοί, ἐπέπληξε τὸ ἐσωτερικὸν τῆς ψυχῆς του συγκρατῶν τὴν συγκίνησίν του καὶ ἀντέδρασεν ἐντόνως ἐπιβαλλόμενος ἐπὶ τοῦ ἑαυτοῦ του.
34 καὶ εἶπε· ποῦ τεθείκατε αὐτόν;
Καὶ μὲ φωνὴν ἤρεμον καὶ μὴ διακοπτομένην ἀπὸ λυγμοὺς εἶπε· Ποὺ τὸν ἔχετε βάλει;
35 λέγουσιν αὐτῷ· Κύριε, ἔρχου καὶ ἴδε. ἐδάκρυσεν ὁ Ἰησοῦς.
Εἶπαν οἱ παριστάμενοι εἰς αὐτόν· Κύριε, ἔλα νὰ ἰδῇς. Καθὼς δὲ ἐπήγαινε εἰς τὸν τάφον, ἐκ συμπαθείας πρὸς τὴν θλῖψιν τῶν δύο ἀδελφῶν, ἐδάκρυσεν ὁ Ἰησοῦς.
36 ἔλεγον οὖν οἱ Ἰουδαῖοι· ἴδε πῶς ἐφίλει αὐτόν·
Ὅταν λοιπὸν οἱ Ἰουδαῖοι τὸν εἶδαν νὰ δακρύῃ ἔλεγον· Κύτταξε πόσον τὸν ἀγαποῦσε!
37 τινὲς δὲ ἐξ αὐτῶν εἶπον· οὐκ ἠδύνατο οὗτος, ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ;
Μερικοὶ ὅμως ἀπὸ αὐτοὺς ἔλαβαν ἀφορμὴν νὰ ἐκδηλώσουν τὴν δυσμένειάν των καὶ εἶπον· Δὲν εἶχε τὴν δύναμιν αὐτός, ποὺ ἤνοιξε τὰ μάτια τοῦ τυφλοῦ, νὰ κάμῃ ἐγκαίρως ὅ,τι ἐχρειάζετο, ὥστε καὶ αὐτὸς νὰ μὴ ἀποθάνῃ;
38 Ἰησοῦς οὖν, πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ, ἔρχεται εἰς τὸ μνημεῖον· ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπ' αὐτῷ.
Ὁ Ἰησοῦς λοιπόν, ἐνῷ πάλιν ἐπέπληττε μέσα του τὴν συγκίνησίν του διὰ νὰ συγκρατήσῃ αὐτήν, ἦλθεν εἰς τὸ μνημεῖον. Ἦτο δὲ τὸ μνημεῖον σπήλαιον ἀνοιγμένον εἰς βράχον καὶ λίθος βαρὺς εἶχε τεθῇ εἰς τὸ στόμιον του.
39 λέγει ὁ Ἰησοῦς· ἄρατε τὸν λίθον. λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τεθνηκότος Μάρθα· Κύριε, ἤδη ὄζει· τεταρταῖος γάρ ἐστι.
Εἶπε τότε ὁ Ἰησοῦς· Σηκώσατε τὸν λίθον. Λέγει εἰς αὐτὸν ἡ ἀδελφὴ τοῦ ἀποθαμένου, ἡ Μάρθα, Κύριε βρωμᾷ πλέον· διότι εἶναι τεσσάρων ἡμερῶν νεκρός.
40 λέγει αὐτῇ ὁ Ἰησοῦς· οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς, ὄψει τὴν δόξαν τοῦ Θεοῦ;
Λέγει εἰς αὐτὴν ὁ Ἰησοῦς· Δὲν σοῦ εἶπα, ὅτι ἐὰν πιστεύσῃς, θὰ ἴδῃς διὰ τῆς ἀναστάσεως τοῦ ἀδελφοῦ σου, ἡ ὁποία θὰ εἶναι σύμβολον καὶ προμήνυμα τῆς κοινῆς ἀναστάσεως πάντων τῶν ἀνθρώπων, τὸν ἔνδοξον θρίαμβον τῆς παντοδυναμίας τοῦ Θεοῦ κατὰ τοῦ θανάτου;
41 ἦραν οὖν τὸν λίθον οὗ ἦν ὁ τεθνηκὼς κείμενος. ὁ δὲ Ἰησοῦς ἦρε τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπε· πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου.
Κατόπιν λοιπὸν ἀπὸ τὴν παρατήρησιν αὐτὴν τοῦ Κυρίου ἐσήκωσαν τὸν λίθον ἀπὸ τὸ στόμιον τοῦ σπηλαίου, ὅπου εὑρίσκετο ὁ πεθαμένος. Ὁ Ἰησοῦς δὲ ὕψωσε τότε τοὺς ὀφθαλμούς του πρὸς τὸν οὐρανὸν καὶ εἶπε· Πάτερ, εἶμαι βέβαιος, ὅτι θὰ συντελεσθῇ ἀμέσως τὸ θαῦμα καὶ σὲ εὐχαριστῶ, διότι μὲ ἤκουσες.
42 ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας.
Ἐγὼ δὲ ἐγνώριζον, ὅτι πάντοτε μὲ ἀκούεις· ἀλλὰ εἶπον μεγαλοφώνως τὸ Εὐχαριστῶ, διὰ νὰ ἀκούσῃ ὁ λαός, ποὺ στέκεται γύρω μου, καὶ ἔτσι βλέποντες πόσην πεποίθησιν ἔχω ἐκ προτέρου ὅτι θὰ εἰσακουσθῶ, πιστεύσουν, ὅταν θὰ ἐπακολουθήσῃ τὸ θαῦμα, ὅτι σὺ μὲ ἀπέστειλας.
43 καὶ ταῦτα εἰπὼν φωνῇ μεγάλῃ ἐκραύγασε· Λάζαρε, δεῦρο ἔξω.
Καὶ ἀφοῦ εἶπε ταῦτα, δεικνύων τὴν κυριαρχικὴν ἐξουσίαν του καὶ ἐπ’ αὐτοῦ τοῦ θανάτου, ἐφώναξε μὲ φωνὴν μεγάλην· Λάζαρε, ἔβγα ἔξω.
44 καὶ ἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. λέγει αὐτοῖς ὁ Ἰησοῦς· λύσατε αὐτὸν καὶ ἄφετε ὑπάγειν.
Καὶ ἐβγῆκεν ἀπὸ τὸ μνημεῖον ὁ ἀποθαμένος μὲ δεμένους δι’ ἐπιδέσμων τοὺς πόδας καὶ τὰς χεῖρας του, καὶ τὸ πρόσωπόν του εἶχε τριγύρω δεθῆ καὶ σκεπασθῆ μὲ φακιόλιον. Εἶπε δὲ τότε ὁ Ἰησοῦς εἰς ἐκείνους, ποὺ παρευρίσκοντο ἐκεῖ· Λύσατέ τον καὶ ἀφήσατέ τον μόνον καὶ χωρὶς βοηθὸν νὰ ὑπάγῃ εἰς τὸ σπίτι του.
45 Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων, οἱ ἐλθόντες πρὸς τὴν Μαρίαν καὶ θεασάμενοι ἃ ἐποίησεν ὁ Ἰησοῦς, ἐπίστευσαν εἰς αὐτόν.
Μετὰ τὸ θαῦμα τοῦτο λοιπὸν πολλοὶ ἀπὸ τοὺς Ἰουδαίους, αὐτοὶ δηλαδὴ ποὺ ἦλθον πρὸς ἐπίσκεψιν τῆς Μαρίας καὶ εἶδαν μὲ τὰ μάτια των ἐκεῖνα, ποὺ ἐποίησεν ὁ Ἰησοῦς, ἐπίστευσαν εἰς αὐτόν.
46 τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους καὶ εἶπον αὐτοῖς ἃ ἐποίησεν ὁ Ἰησοῦς.
Μερικοὶ ὅμως ἀπὸ αὐτούς, ποὺ εὑρέθησαν νὰ εἶναι ἐκεῖ καὶ οἱ ὁποῖοι δὲν ἔτρεφον ἀγαθὰς διαθέσεις διὰ τὸν Ἰησοῦν, ἐπῆγαν εἰς τοὺς Φαρισαίους καὶ τοὺς εἶπαν ὅλα τὰ περιστατικὰ καὶ τὰς λεπτομερείας τοῦ θαύματος, ποὺ ἔκαμεν ὁ Ἰησοῦς.
47 συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον καὶ ἔλεγον· τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ σημεῖα ποιεῖ;
Κατόπιν τούτου λοιπὸν συνεκάλεσαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι εἰς σύσκεψιν τὰ μέλη τοῦ συνεδρίου καὶ ἔλεγον· Τί θὰ κάμωμεν; Ὁ κίνδυνος, ποὺ μᾶς παρουσιάζεται, εἶναι μεγάλος, διότι αὐτὸς ὁ ἄνθρωπος ἐνεργεῖ πολλὰ θαύματα.
48 ἐὰν ἀφῶμεν αὐτὸν οὕτω, πάντες πιστεύσουσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ Ρωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος.
Ἐὰν ἀφήσωμεν αὐτὸν ἐλεύθερον, ὅπως τὸν εἶχαμεν ἕως τώρα, ὅλοι θὰ πιστεύσουν εἰς αὐτόν, ὅτι εἶναι ὁ Μεσσίας, καὶ ἑπόμενον εἶναι νὰ γίνῃ κάποια ἐπανάστασις. Καὶ τότε θὰ ἔλθουν οἱ Ρωμαῖοι καὶ θὰ μᾶς πάρουν καὶ τὸν τόπον τοῦ ναοῦ τὸν ἅγιον καὶ τὴν ἀνεξαρτησίαν τοῦ ἔθνους μας θὰ καταλύσουν.
49 εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς· ὑμεῖς οὐκ οἴδατε οὐδέν,
Κάποιος δὲ ἀπὸ αὐτούς, ἕνας ποὺ ἐκαλεῖτο Καϊάφας, ὁ ὁποῖος ἦτο ἀρχιερεὺς τοῦ ἀξιομνημονεύτου καὶ σωτηριώδους ἐκείνου ἔτους, εἶπεν εἰς αὐτούς· Λόγῳ τῆς ἀτολμίας καὶ ἀβουλίας σας δὲν ἠξεύρετε τίποτε ἀπὸ ἐκεῖνα, ποὺ πρέπει νὰ γίνουν.
50 οὐδὲ διαλογίζεσθε ὅτι συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.
Οὔτε σᾶς περνᾷ ἀπὸ τὸν νοῦν, ὅτι μᾶς συμφέρει νὰ θανατωθῇ ἕνας ἄνθρωπος διὰ τὸν ἐκλεκτὸν λαὸν τοῦ Θεοῦ καὶ νὰ μὴ χαθῇ ὁλόκληρον τὸ ἔθνος διὰ τῆς ὑποδουλώσεώς του εὶς τοὺς Ρωμαίους.
51 τοῦτο δὲ ἀφ' ἑαυτοῦ οὐκ εἶπεν, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου προεφήτευσεν ὅτι ἔμελλεν ὁ Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους,
Τοῦτο δὲ δὲν τὸ εἶπεν ἀπὸ τὸν ἑαυτόν του, ἀλλ’ ἐπειδὴ ἦτο ἀρχιερεὺς τοῦ ἀξιομνημονεύτου καὶ σωτηριώδους ἐκείνου ἔτους, ἐπροφήτευσεν, ὅτι ὁ Ἰησοῦς ἦτο προωρισμένον, σύμφωνα μὲ τὸ σχέδιον τοῦ Θεοῦ, νὰ ἀποθάνῃ διὰ τὸ καλὸν καὶ τὴν σωτηρίαν τοῦ Ἰουδαϊκοῦ ἔθνους.
52 καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ' ἵνα καὶ τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν.
Καὶ θὰ ἀπέθνησκεν ὅχι μόνον διὰ τὸ καλὸν καὶ τὴν σωτηρίαν τοῦ Ἰουδαϊκοῦ ἔθνους, ἀλλὰ καὶ διὰ νὰ συναθροίσῃ εἰς ἕνα ποίμνιον καὶ σῶμα τοὺς διασκορπισμένους εἰς ὅλον τὸν κόσμον καλοπροαιρέτους ἐθνικούς, οἱ ὁποῖοι ἔμελλον διὰ τῆς πίστεως νὰ γίνουν τέκνα τοῦ Θεοῦ.
53 ἀπ' ἐκείνης οὖν τῆς ἡμέρας συνεβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν.
Ὕστερα λοιπὸν ἀπὸ τοὺς λόγους αὐτοὺς τοῦ Καϊάφα, ἀπεφάσισαν ἀπὸ τὴν ἡμέραν ἐκείνην ὅλοι των νὰ τὸν θανατώσουν.
54 Ἰησοῦς οὖν οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραὶμ λεγομένην πόλιν, κἀκεῖ διέτριβε μετὰ τῶν μαθητῶν αὐτοῦ.
Ἐξ αἰτίας λοιπὸν τῶν φονικῶν τούτων διαθέσεων καὶ σχεδίων τῶν ἐχθρῶν του ὁ Ἰησοῦς δὲν ἐπεριπάτει πλέον φανερὰ καὶ ἐλεύθερα μεταξὺ τῶν Ἰουδαίων, ποὺ τὸν ἐμίσουν, ἀλλ’ ἀνεχώρησεν ἀπ’ ἐκεῖ καὶ ἦλθεν εἰς τὴν χώραν, ἡ ὁποία κεῖται πλησίον τῆς έρήμου, εἰς μίαν πόλιν, ποὺ ἐλέγετο Ἐφραίμ, καὶ ἐκεῖ ἔμενε μαζὶ μὲ τοὺς μαθητάς του.
55 ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς.
Ἐπλησίαζε δὲ τὸ Πάσχα τῶν Ἰουδαίων καὶ πολλοὶ ἀπὸ τὰ διάφορα μέρη τῆς Παλαιστίνης ἀνέβησαν εἰς τὰ Ἱεροσόλυμα πρὸ τοῦ Πάσχα διὰ νὰ ἑξαγνισθοῦν μὲ τὰς τελετάς, εἰς τὰς ὁποίας ἐσυνηθίζετο νὰ ὑποβάλλωνται πρὸ τῆς ἑορτῆς.
56 ἐζήτουν οὖν τὸν Ἰησοῦν καὶ ἔλεγον μετ' ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες· τί δοκεῖ ὑμῖν, ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν;
Ἐζητοῦσαν λοιπὸν τὸν Ἰησοῦν, ὅπως καὶ ἄλλοτε καὶ ἔλεγον μεταξύ των ἱστάμενοι εἰς τὸν ἱερὸν περίβολον τοῦ ναοῦ· Τί ἰδέαν ἔχετε; Νομίζετε, ὅτι δὲν θὰ ἔλθῃ εἰς τὴν ἑορτήν;
57 δεδώκεισαν δὲ καὶ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ἐντολὴν ἵνα ἐάν τις γνῷ ποῦ ἐστι, μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.
Εἶχαν δώσει δὲ ἐντολὴν καὶ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι, ἐὰν κανεὶς μάθῃ τὸν τόπον, ὅπου ἦτο ὁ Ἰησοῦς, νὰ δώσῃ μήνυμα καὶ εἴδησιν περὶ τούτου, διὰ νὰ τὸν συλλάβουν.
Ερμηνεία Π. Τρεμπέλα